§2.1261bἅμα δὲ καὶ δίκαιον, εἴτʼ ἀγαθὸν εἴτε φαῦλον τὸ ἄρχειν.
同时,无论统治是好事还是坏事,让所有人参与其中也是公正的。
πάντας αὐτοῦ μετέχειν, τοῦτό γε μιμεῖται τὸ ἐν μέρει τοὺς ἴσους εἴκειν τό ἀνομοίους εἶναι ἔξω ἀρχῆς·
这至少是在模仿对等者轮流让位,即当他们处于官职之外时,他们是不同的。
οἱ μὲν γὰρ ἄρχουσιν οἱ δʼ ἄρχονται κατὰ μέρος ὥσπερ ἂν ἄλλοι γενόμενοι.
因为有些人统治,而另一些人轮流被统治,就好像他们变成了另一些人一样。
τὸν αὐτὸν δὴ τρόπον ἀρχόντων ἕτεροι ἑτέρας ἄρχουσιν ἀρχάς.
确实,以完全相同的方式,在统治着的人们中,不同的人统治着不同的官职。
φανερὸν τοίνυν ἐκ τούτων ὡς οὔτε πέφυκε μίαν οὕτως εἶναι τὴν πόλιν ὥσπερ λέγουσί τινες, καὶ τὸ λεχθὲν ὡς μέγιστον ἀγαθὸν ἐν ταῖς πόλεσιν ὅτι τὰς πόλεις ἀναιρεῖ· καίτοι τό γε ἑκάστου ἀγαθὸν σῴζει ἕκαστον.
因此,从这些事中显而易见,城邦在天性上并不像某些人所说的那样是一体的,而且被说成是城邦中最大善的事物——即这种[极端的单一性]——会毁灭城邦;然而,每一个事物的善保存着每一个事物。
ἔστι δὲ καὶ κατʼ ἄλλον τρόπον φανερὸν ὅτι τὸ λίαν ἑνοῦν ζητεῖν τὴν πόλιν οὐκ ἔστιν ἄμεινον.
而且从另一种方式来看,试图过度统一城邦也是不更好的。
οἰκία μὲν γὰρ αὐταρκέστερον ἑνός, πόλις δʼ οἰκίας, καὶ βούλεταί γʼ ἤδη τότε εἶναι πόλις ὅταν αὐτάρκη συμβαίνῃ τὴν κοινωνίαν εἶναι τοῦ πλήθους·
因为家庭比个人更自给足,而城邦比家庭更自给足,并且当大众的共同体刚好达到自给自足的那一刻起,它就已经是城邦了。
εἴπερ οὖν αἱρετώτερον τὸ αὐταρκέστερον, καὶ τὸ ἧττον ἓν τοῦ μᾶλλον αἱρετώτερον.
因此,如果更自给自足的更值得选择,那么较少一体的也比更一体的更值得选择。
ἀλλὰ μὴν οὐδʼ εἰ τοῦτο ἄριστόν ἐστι, τὸ μίαν ὅτι μάλιστʼ εἶναι τὴν κοινωνίαν, οὐδὲ τοῦτο ἀποδείκνυσθαι φαίνεται κατὰ τὸν λόγον, ἐὰν πάντες ἅμα λέγωσι τὸ ἐμὸν καὶ τὸ μὴ ἐμόν· τοῦτο γὰρ οἴεται ὁ Σωκράτης σημεῖον εἶναι τοῦ τὴν πόλιν τελέως εἶναι μίαν.
然而,即使这是最好的,即共同体尽可能成为一体,如果“所有人同时说‘这是我的’和‘这不是我的’”,这也似乎无法通过论证得到证明;因为苏格拉底认为这是城邦完全成为一体的标志。
τὸ γὰρ πάντες διττόν.
因为“所有人”这个词是双重含义的。
εἰ μὲν οὖν ὡς ἕκαστος, τάχʼ ἂν εἴη μᾶλλον ὃ βούλεται ποιεῖν ὁ Σωκράτης (ἕκαστος γὰρ υἱὸν ἑαυτοῦ φήσει τὸν αὐτὸν καὶ γυναῖκα δὴ τὴν αὐτήν, καὶ περὶ τῆς οὐσίας καὶ περὶ ἑκάστου δὴ τῶν συμβαινόντων ὡσαύτως)·
如果一方面它是指“作为每个个人”,那么苏格拉底想要达到的效果也许更容易实现(因为每个人都会称同一个人为自己的儿子,称同一名妇女为自己的妻子,对于财产以及发生的每一件事也同样如此)。
νῦν δʼ οὐχ οὕτως φήσουσιν οἱ κοιναῖς χρώμενοι ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις, ἀλλὰ πάντες μέν, οὐχ ὡς ἕκαστος δʼ αὐτῶν, ὁμοίως δὲ καὶ τὴν οὐσίαν πάντες μέν, οὐχ ὡς ἕκαστος δʼ αὐτῶν.
但另一方面,现在那些共同拥有妇女和孩子的人不会这样说,而是确实是“所有人”,但不是作为“他们中的每一个个人”;同样对于财产,确实是“所有人”,但不是作为“他们中的每一个个人”。
ὅτι μὲν τοίνυν παραλογισμός τίς ἐστι τὸ λέγειν πάντας, φανερόν (τὸ γὰρ πάντες καὶ ἀμφότεροι, καὶ περιττὰ καὶ ἄρτια, διὰ τὸ διττὸν καὶ ἐν τοῖς λόγοις ἐριστικοὺς ποιεῖ συλλογισμούς· διό ἐστι τὸ πάντας τὸ αὐτὸ λέγειν ὡδὶ μὲν καλὸν ἀλλʼ οὐ δυνατόν, ὡδὶ δʼ οὐδὲν ὁμονοητικόν)·
因此,显而易见,说“所有人”是一种谬误(因为“所有人”和“两者”,以及“奇数和偶数”,由于其双重含义,甚至在辩论中也会产生争辩性的推论;因此,让所有人说同样的话,在一种意义上是美好的但不可能,在另一种意义上则完全无法产生和睦)。
πρὸς δὲ τούτοις ἑτέραν ἔχει βλάβην τὸ λεγόμενον.
此外,所说的这一主张还带有另一种危害。
ἥκιστα γὰρ ἐπιμελείας τυγχάνει τὸ πλείστων κοινόν·
因为最多数人共有的事物得到的关照最少。
τῶν γὰρ ἰδίων μάλιστα φροντίζουσιν, τῶν δὲ κοινῶν ἧττον, ἢ ὅσον ἑκάστῳ ἐπιβάλλει·
因为人们最关心自己的私有物,而较少关心共有物,或者只关心到分派给每个人的那一小部分。
πρὸς γὰρ τοῖς ἄλλοις ὡς ἑτέρου φροντίζοντος ὀλιγωροῦσι μᾶλλον, ὥσπερ ἐν ταῖς οἰκετικαῖς διακονίαις οἱ πολλοὶ θεράποντες ἐνίοτε χεῖρον ὑπηρετοῦσι τῶν ἐλαττόνων.
因为除了其他原因外,他们由于假定有别人在照管而更加忽视它,正如在家务服侍中,众多的仆人有时比少数仆人伺候得更差。
γίνονται δʼ ἑκάστῳ χίλιοι τῶν πολιτῶν υἱοί, καὶ οὗτοι οὐχ ὡς ἑκάστου, ἀλλὰ τοῦ τυχόντος ὁ τυχὼν ὁμοίως ἐστὶν υἱός·
而且每个市民都会有上千个儿子,而这些儿子并不是作为每个个人自己的儿子,而是任何一个偶然的人都同样是任何一个偶然的人的儿子。