§2.1260bἐπεὶ δὲ προαιρούμεθα θεωρῆσαι περὶ τῆς κοινωνίας τῆς πολιτικῆς, τίς κρατίστη πασῶν τοῖς δυναμένοις ζῆν ὅτι μάλιστα κατʼ εὐχήν, δεῖ καὶ τὰς ἄλλας ἐπισκέψασθαι πολιτείας, αἷς τε χρῶνταί τινες τῶν πόλεων τῶν εὐνομεῖσθαι λεγομένων, κἂν εἴ τινες ἕτεραι τυγχάνουσιν ὑπὸ τινῶν εἰρημέναι καὶ δοκοῦσαι καλῶς ἔχειν, ἵνα τό τʼ ὀρθῶς ἔχον ὀφθῇ καὶ τὸ χρήσιμον, ἔτι δὲ τὸ ζητεῖν τι παρʼ αὐτὰς ἕτερον μὴ δοκῇ πάντως εἶναι σοφίζεσθαι βουλομένων, ἀλλὰ διὰ τὸ μὴ καλῶς ἔχειν ταύτας τὰς νῦν ὑπαρχούσας, διὰ τοῦτο ταύτην δοκῶμεν ἐπιβαλέσθαι τὴν μέθοδον.
既然我们旨在考察关于政治共同体,对于那些能够尽可能过上最合乎愿望的生活的人来说,哪一种在所有共同体中是最好的,那么我们也必须研究其他的政体,无论是那些被说成治理良好的城邦所实际采用的,还是由某些人提出并似乎处于良好状态的其他政体。 这是为了让正确和有用的东西得以显现,此外,也是为了让寻找其之外的其他东西绝不至于被看作是那些想要炫耀聪明的人的行为,而是让我们被认为是因为现存的这些政体并不完善,才着手进行这一研究方法的。
ἀρχὴν δὲ πρῶτον ποιητέον ἥπερ πέφυκεν ἀρχὴ ταύτης τῆς σκέψεως.
因此,我们必须首先从这一考察的天生起点开始。
ἀνάγκη γὰρ ἤτοι πάντας πάντων κοινωνεῖν τοὺς πολίτας, ἢ μηδενός, ἢ τινῶν μὲν τινῶν δὲ μή.
因为公民们必然要么共享一切,要么什么都不共享,要么共享某些东西而不共享其他东西。
τὸ μὲν οὖν μηδενὸς κοινωνεῖν φανερὸν ὡς ἀδύνατον (ἡ γὰρ πολιτεία κοινωνία τίς ἐστι, καὶ πρῶτον ἀνάγκη τοῦ τόπου κοινωνεῖν· ὁ μὲν γὰρ τόπος εἷς ὁ τῆς μιᾶς πόλεως, §2.1261aοἱ δὲ πολῖται κοινωνοὶ τῆς μιᾶς πόλεως)·
显然,什么都不共享是不可能的(因为政体是一种共同体,首先必须共享场所;因为场所是一个,即一个城邦的场所,而公民是一个城邦的共同参与者)。
ἀλλὰ πότερον ὅσων ἐνδέχεται κοινωνῆσαι, πάντων βέλτιον κοινωνεῖν τὴν μέλλουσαν οἰκήσεσθαι πόλιν καλῶς, ἢ τινῶν μὲν τινῶν δʼ οὒ βέλτιον;
但是在所有可能共享的事物中,对于一个将要治理良好的城邦来说,是共享一切更好,还是共享某些而对其他的不共享更好?
ἐνδέχεται γὰρ καὶ τέκνων καὶ γυναικῶν καὶ κτημάτων κοινωνεῖν τοὺς πολίτας ἀλλήλοις, ὥσπερ ἐν τῇ Πολιτείᾳ τῇ Πλάτωνος· ἐκεῖ γὰρ ὁ Σωκράτης φησὶ δεῖν κοινὰ τὰ τέκνα καὶ τὰς γυναῖκας εἶναι καὶ τὰς κτήσεις.
因为公民之间确实可能共享孩子、妇女和财产,正如在柏拉图的《理想国》中那样;因为在那里苏格拉底说孩子、妇女和财产应当是共有的。
τοῦτο δὴ πότερον ὡς νῦν οὕτω βέλτιον ἔχειν, ἢ κατὰ τὸν ἐν τῇ Πολιτείᾳ γεγραμμένον νόμον;
那么,是像我们现在这样更好,还是按照《理想国》中所写下的法律更好?
ἔχει δὴ δυσχερείας ἄλλας τε πολλὰς τὸ πάντων εἶναι τὰς γυναῖκας κοινάς, καὶ διʼ ἣν αἰτίαν φησὶ δεῖν νενομοθετῆσθαι τὸν τρόπον τοῦτον ὁ Σωκράτης, οὐ φαίνεται συμβαῖνον ἐκ τῶν λόγων.
妇女对所有人共有不仅有许多其他的困难,而且苏格拉底所说的应当以这种方式立法的理由,似乎也无法从他的论证中得出。
ἔτι δὲ πρός, τὸ τέλος ὅ φησι τῇ πόλει δεῖν ὑπάρχειν, ὡς μὲν εἴρηται νῦν, ἀδύνατον, πῶς δὲ δεῖ διελεῖν, οὐδὲν διώρισται.
此外,至于他所说的城邦必须拥有的目的,按照现在所说的方式是不可能的,而应当如何区分它,则完全没有做出规定。
λέγω δὲ τὸ μίαν εἶναι τὴν πόλιν ὡς ἄριστον ὂν ὅτι μάλιστα πᾶσαν· λαμβάνει γὰρ ταύτην τὴν ὑπόθεσιν ὁ Σωκράτης.
我是指城邦作为一个整体应当尽可能彻底地成为“一体”这一最优设想;因为苏格拉底采用了这一假设。
καίτοι φανερόν ἐστιν ὡς προϊοῦσα καὶ γινομένη μία μᾶλλον οὐδὲ πόλις ἔσται· πλῆθος γάρ τι τὴν φύσιν ἐστὶν ἡ πόλις, γινομένη τε μία μᾶλλον οἰκία μὲν ἐκ πόλεως ἄνθρωπος δʼ ἐξ οἰκίας ἔσται· μᾶλλον γὰρ μίαν τὴν οἰκίαν τῆς πόλεως φαίημεν ἄν, καὶ τὸν ἕνα τῆς οἰκίας·
然而显而易见的是,城邦若不断推进并变得更加一体,它甚至将不再是城邦;因为城邦在天性上是某种多样性,如果变得更加一体,它就会从城邦变成家庭,又从家庭变成个人;因为我们会说,家庭比城邦更具一体性,个人比家庭更具一体性。
ὥστʼ εἰ καὶ δυνατός τις εἴη τοῦτο δρᾶν, οὐ ποιητέον· ἀναιρήσει γὰρ τὴν πόλιν.
因此,即使有人能够做到这一点,也不应当去做,因为这会毁灭城邦。
οὐ μόνον δʼ ἐκ πλειόνων ἀνθρώπων ἐστὶν ἡ πόλις, ἀλλὰ καὶ ἐξ εἴδει διαφερόντων.
城邦不仅由许多人组成,而且由在种类上不同的人组成。
οὐ γὰρ γίνεται πόλις ἐξ ὁμοίων.
因为城邦并不是由相同的人产生的。
ἕτερον γὰρ συμμαχία καὶ πόλις·
同盟与城邦是不同的。
τὸ μὲν γὰρ τῷ ποσῷ χρήσιμον, κἂν ᾖ τὸ αὐτὸ τῷ εἴδει (βοηθείας γὰρ χάριν ἡ συμμαχία πέφυκεν), ὥσπερ ἂν εἰ σταθμὸς πλεῖον ἑλκύσειε, ἐξ ὧν δὲ δεῖ ἓν γενέσθαι εἴδει διαφέρειν (διοίσει δὲ τῷ τοιούτῳ καὶ πόλις ἔθνους, ὅταν μὴ κατὰ κώμας ὦσι κεχωρισμένοι τὸ πλῆθος, ἀλλʼ οἷον Ἀρκάδες).
因为同盟在数量上有用,即使其在种类上是相同的(因为同盟在天性上是为了援助),这就像重物拉下更多秤杆一样;而应当由其组成一个整体的要素,在种类上必须有所不同(在这一点上,城邦也不同于民族,只要其大众不是散居在村庄中,而是像阿卡迪亚人那样结合在一起)。
διόπερ τὸ ἴσον τὸ ἀντιπεπονθὸς σῴζει τὰς πόλεις, ὥσπερ ἐν τοῖς Ἠθικοῖς εἴρηται πρότερον·
因此,相互的对等(均衡)维系着城邦,正如先前在《伦理学》中所说的那样。
ἐπεὶ καὶ ἐν τοῖς ἐλευθέροις καὶ ἴσοις ἀνάγκη τοῦτʼ εἶναι· ἅμα γὰρ οὐχ οἷόν τε πάντας ἄρχειν, ἀλλʼ ἢ κατʼ ἐνιαυτὸν ἢ κατά τινα ἄλλην τάξιν χρόνου.
因为即使在自由且平等的人们中,这也必然是存在的;因为所有人不能同时统治,而必须要么一年一轮,要么按照某种其他的实践秩序。
καὶ συμβαίνει δὴ τὸν τρόπον τοῦτον ὥστε πάντας ἄρχειν, ὥσπερ ἂν εἰ μετέβαλλον οἱ σκυτεῖς καὶ οἱ τέκτονες καὶ μὴ ἀεὶ οἱ αὐτοὶ σκυτοτόμοι καὶ τέκτονες ἦσαν.
而这种方式确实使得所有人都在统治,就像鞋匠和木匠互换位置,而不是同样的人始终做鞋匠和木匠。
ἐπεὶ δὲ βέλτιον οὕτως ἔχει καὶ τὰ περὶ τὴν κοινωνίαν τὴν πολιτικήν, δῆλον ὡς τοὺς αὐτοὺς ἀεὶ βέλτιον ἄρχειν, εἰ δυνατόν, ἐν οἷς δὲ μὴ δυνατὸν διὰ τὸ τὴν φύσιν ἴσους εἶναι πάντας,
但是,既然政治共同体的事物以这种方式更好,显然,如果可能的话,同样的人始终统治更好;但在由于天性上所有人都是平等的而不可能这样做的地方,