§1.1260aἀκόλαστος γὰρ ὢν καὶ δειλὸς οὐδὲν ποιήσει τῶν προσηκόντων.
因为如果一个奴隶是放纵和胆怯的,他就不会履行任何应尽的职责。
φανερὸν τοίνυν ὅτι ἀνάγκη μὲν μετέχειν ἀμφοτέρους ἀρετῆς, ταύτης δʼ εἶναι διαφοράς, (ὥσπερ καὶ τῶν φύσει ἀρχομένων).
因此,显然双方都必须分有德行,但这德行是有区别的(正如天生的被统治者之间也有所不同)。
καὶ τοῦτο εὐθὺς ὑφήγηται τὰ περὶ τὴν ψυχήν·
而关于灵魂的事实立刻指明了这一点。
ἐν ταύτῃ γάρ ἐστι φύσει τὸ μὲν ἄρχον τὸ δʼ ἀρχόμενον, ὧν ἑτέραν φαμὲν εἶναι ἀρετήν, οἷον τοῦ λόγον ἔχοντος καὶ τοῦ ἀλόγου.
因为在灵魂中,天生有统治的部分和被统治的部分,我们说它们的德行是不同的,例如有理性的部分和无理性的部分。
δῆλον τοίνυν ὅτι τὸν αὐτὸν τρόπον ἔχει καὶ ἐπὶ τῶν ἄλλων, ὥστε φύσει πλείω τὰ ἄρχοντα καὶ ἀρχόμενα.
因此,显然在其他情况下也是同样的关系,所以在天性上有多种统治和被统治的部分。
ἄλλον γὰρ τρόπον τὸ ἐλεύθερον τοῦ δούλου ἄρχει καὶ τὸ ἄρρεν τοῦ θήλεος καὶ ἀνὴρ παιδός, καὶ πᾶσιν ἐνυπάρχει μὲν τὰ μόρια τῆς ψυχῆς, ἀλλʼ ἐνυπάρχει διαφερόντως.
因为自由人统治奴隶的方式,与男性统治女性、男子统治孩子的方式不同;在这所有人中,灵魂的各个部分虽然都存在,但存在的方式却不同。
ὁ μὲν γὰρ δοῦλος ὅλως οὐκ ἔχει τὸ βουλευτικόν, τὸ δὲ θῆλυ ἔχει μέν, ἀλλʼ ἄκυρον, ὁ δὲ παῖς ἔχει μέν, ἀλλʼ ἀτελές.
因为奴隶完全没有审议能力,而女性虽然有,但缺乏决定力,孩子虽有,但尚未发育完全。
διὸ τὸν μὲν ἄρχοντα τελέαν ἔχειν δεῖ τὴν διανοητικὴν ἀρετήν (τὸ γὰρ ἔργον ἐστὶν ἁπλῶς τοῦ ἀρχιτέκτονος, ὁ δὲ λόγος ἀρχιτέκτων), τῶν δʼ ἄλλων ἕκαστον ὅσον ἐπιβάλλει αὐτοῖς.
因此,统治者必须拥有完全的理智德行(因为工作无条件地属于建筑师,而理性就是建筑师),但其他每个人只需拥有分到他们身上的那一部分。
ὁμοίως τοίνυν ἀναγκαίως ἔχειν καὶ περὶ τὰς ἠθικὰς ἀρετὰς ὑποληπτέον, δεῖν μὲν μετέχειν πάντας, ἀλλʼ οὐ τὸν αὐτὸν τρόπον, ἀλλʼ ὅσον ἑκάστῳ πρὸς τὸ αὑτοῦ ἔργον.
因此,必须认为对于道德德行也有同样的必然性,即所有人虽然都必须分有,但并非以同样的方式,而只需达到每个人履行自己工作所需的程度。
ὥστε φανερὸν ὅτι ἔστιν ἠθικὴ ἀρετὴ τῶν εἰρημένων πάντων, καὶ οὐχ ἡ αὐτὴ σωφροσύνη γυναικὸς καὶ ἀνδρός, οὐδʼ ἀνδρεία καὶ δικαιοσύνη, καθάπερ ᾤετο Σωκράτης, ἀλλʼ ἡ μὲν ἀρχικὴ ἀνδρεία ἡ δʼ ὑπηρετική, ὁμοίως δʼ ἔχει καὶ περὶ τὰς ἄλλας.
因此,显然上述所有人都有道德德行,而且女性与男性的节制并不相同,勇敢和正义也不相同,这不像苏格拉底所认为的那样,而是一方是统治的勇敢,另一方是服从的勇敢,其他德行也是如此。
δῆλον δὲ τοῦτο καὶ κατὰ μέρος μᾶλλον ἐπισκοποῦσιν·
对于那些更具体地考察这一问题的人来说,这一点也是显而易见的。
καθόλου γὰρ οἱ λέγοντες ἐξαπατῶσιν ἑαυτοὺς ὅτι τὸ εὖ ἔχειν τὴν ψυχὴν ἀρετή, ἢ τὸ ὀρθοπραγεῖν, ἤ τι τῶν τοιούτων·
因为那些以普遍方式说话的人是在自欺欺人,他们说灵魂状态良好就是德行,或者行为正直是德行,或者诸如此类的说法。
πολὺ γὰρ ἄμεινον λέγουσιν οἱ ἐξαριθμοῦντες τὰς ἀρετάς, ὥσπερ Γοργίας, τῶν οὕτως ὁριζομένων.
因为像高尔吉亚那样一一列举德行的人,比那些这样定义德行的人说得好得多。
διὸ δεῖ, ὥσπερ ὁ ποιητὴς εἴρηκε περὶ γυναικός, οὕτω νομίζειν ἔχειν περὶ πάντων· "
γυναικὶ κόσμον ἡ σιγὴ φέρει,
"
ἀλλʼ ἀνδρὶ οὐκέτι τοῦτο.
因此,必须像诗人谈到妇女时所说的那样来看待所有人: “沉默给妇女带来荣耀,”但对男人来说就不再是这样了。
ἐπεὶ δʼ ὁ παῖς ἀτελής, δῆλον ὅτι τούτου μὲν καὶ ἡ ἀρετὴ οὐκ αὐτοῦ πρὸς αὑτόν ἐστιν, ἀλλὰ πρὸς τὸ τέλος καὶ τὸν ἡγούμενον· ὁμοίως δὲ καὶ δούλου πρὸς δεσπότην.
而既然孩子是不完全的,显然他的德行也不是针对他自己,而是针对他的完善和引导他的人;同样,奴隶的德行也是针对他的主人。
ἔθεμεν δὲ πρὸς τἀναγκαῖα χρήσιμον εἶναι τὸν δοῦλον, ὥστε δῆλον ὅτι καὶ ἀρετῆς δεῖται μικρᾶς, καὶ τοσαύτης ὅπως μήτε διʼ ἀκολασίαν μήτε διὰ δειλίαν ἐλλείψῃ τῶν ἔργων.
我们曾假定奴隶对必需的事物是有用的,因此显然他也需要微小的德行,且只需达到不会因放纵或胆怯而怠慢工作的程度。
ἀπορήσειε δʼ ἄν τις, τὸ νῦν εἰρημένον εἰ ἀληθές, ἆρα καὶ τοὺς τεχνίτας δεήσει ἔχειν ἀρετήν·
有人可能会产生疑问:如果刚才所说的是真的,那么工匠是否也需要拥有德行?
πολλάκις γὰρ διʼ ἀκολασίαν ἐλλείπουσι τῶν ἔργων.
因为他们也常常因放纵而怠慢工作。
ἢ διαφέρει τοῦτο πλεῖστον;
或者这两者有极大的不同?
ὁ μὲν γὰρ δοῦλος κοινωνὸς ζωῆς, ὁ δὲ πορρώτερον, καὶ τοσοῦτον ἐπιβάλλει ἀρετῆς ὅσον περ καὶ δουλείας·
因为奴隶是生活的共同者,而工匠则更为疏远,他所分有的德行只与他分有奴役的程度相当。
§1.1260bὁ γὰρ βάναυσος τεχνίτης ἀφωρισμένην τινὰ ἔχει δουλείαν, καὶ ὁ μὲν δοῦλος τῶν φύσει, σκυτοτόμος δʼ οὐθείς, οὐδὲ τῶν ἄλλων τεχνιτῶν.
因为机械工匠处于某种被界定的奴役状态中,而且奴隶是天生的,但鞋匠或任何其他工匠中没有一个是天生的。
φανερὸν τοίνυν ὅτι τῆς τοιαύτης ἀρετῆς αἴτιον εἶναι δεῖ τῷ δούλῳ τὸν δεσπότην, ἀλλʼ οὐ τὴν διδασκαλικὴν ἔχοντα τῶν ἔργων.
因此,显然主人必须是奴隶拥有这种德行的原因,而不仅是拥有传授他们工作技能的人。
διὸ λέγουσιν οὐ καλῶς οἱ λόγου τοὺς δούλους ἀποστεροῦντες καὶ φάσκοντες ἐπιτάξει χρῆσθαι μόνον· νουθετητέον γὰρ μᾶλλον τοὺς δούλους ἢ τοὺς παῖδας.
因此,那些剥夺奴隶理性、声称只能对他们使用命令的人说得不对;因为对奴隶应该比对孩子更多地进行规劝。
ἀλλὰ περὶ μὲν τούτων διωρίσθω τὸν τρόπον τοῦτον·
但是,关于这些问题就以此种方式规定。
περὶ δʼ ἀνδρὸς καὶ γυναικός, καὶ τέκνων καὶ πατρός, τῆς τε περὶ ἕκαστον αὐτῶν ἀρετῆς καὶ τῆς πρὸς σφᾶς αὐτοὺς ὁμιλίας, τί τὸ καλῶς καὶ μὴ καλῶς ἐστι, καὶ πῶς δεῖ τὸ μὲν εὖ διώκειν τὸ δὲ κακῶς φεύγειν, ἐν τοῖς περὶ τὰς πολιτείας ἀναγκαῖον ἐπελθεῖν.
至于丈夫与妻子、孩子与父亲,以及关于他们各自的德行和他们彼此之间的交往,什么是好的什么是不好的,以及应该如何追求好而规避坏,必须在关于政体的讨论中予以阐述。
ἐπεὶ γὰρ οἰκία μὲν πᾶσα μέρος πόλεως, ταῦτα δʼ οἰκίας, τὴν δὲ τοῦ μέρους πρὸς τὴν τοῦ ὅλου δεῖ βλέπειν ἀρετήν, ἀναγκαῖον πρὸς τὴν πολιτείαν βλέποντας παιδεύειν καὶ τοὺς παῖδας καὶ τὰς γυναῖκας, εἴπερ τι διαφέρει πρὸς τὸ τὴν πόλιν εἶναι σπουδαίαν καὶ τὸ τοὺς παῖδας εἶναι σπουδαίους καὶ τὰς γυναῖκας σπουδαίας.
因为既然每个家庭都是城邦的一部分,而这些又是家庭的一部分,且部分的德行必须考虑到整体的德行,所以必须考虑到政体来教育孩子和妇女,如果孩子和妇女的优秀与城邦的优秀有什么关系的话。
ἀναγκαῖον δὲ διαφέρειν· αἱ μὲν γὰρ γυναῖκες ἥμισυ μέρος τῶν ἐλευθέρων, ἐκ δὲ τῶν παίδων οἱ κοινωνοὶ γίνονται τῆς πολιτείας.
而且这必然是有关系的;因为妇女占自由人口的一半,而从孩子中产生政体的共同参与者。
ὥστʼ, ἐπεὶ περὶ μὲν τούτων διώρισται, περὶ δὲ τῶν λοιπῶν ἐν ἄλλοις λεκτέον, ἀφέντες ὡς τέλος ἔχοντας τοὺς νῦν λόγους, ἄλλην ἀρχὴν ποιησάμενοι λέγωμεν, καὶ πρῶτον ἐπισκεψώμεθα περὶ τῶν ἀποφηναμένων περὶ τῆς πολιτείας τῆς ἀρίστης.
因此,既然这些问题已经规定,其余的问题必须在别处讨论,我们且将现在的论述视为结束,另起一个开端来探讨,首先考察那些对最优政体发表过意见的人。