Humanitext Reader

亚里士多德 · 政治学 §1.1259b

对妻儿的统治方式与受统治者的德性

第 14 段,共 155 段 · 希腊语

内容简介

亚里士多德解释了对妻子和子女统治性质的不同,进而探讨了统治者与被统治者(如奴隶、妻子和子女)的德行是否相同这一核心问题。

§1.1259bἀλλὰ γυναικὸς μὲν πολιτικῶς τέκνων δὲ βασιλικῶς·
然而,对妻子的统治是政治性的,对子女的统治则是王权性的。
τό τε γὰρ ἄρρεν φύσει τοῦ θήλεος ἡγεμονικώτερον, εἰ μή που συνέστηκε παρὰ φύσιν, καὶ τὸ πρεσβύτερον καὶ τέλειον τοῦ νεωτέρου καὶ ἀτελοῦς)—ἐν μὲν οὖν ταῖς πολιτικαῖς ἀρχαῖς ταῖς πλείσταις μεταβάλλει τὸ ἄρχον καὶ τὸ ἀρχόμενον (ἐξ ἴσου γὰρ εἶναι βούλεται τὴν φύσιν καὶ διαφέρειν μηδέν), ὅμως δέ, ὅταν τὸ μὲν ἄρχῃ τὸ δʼ ἄρχηται, ζητεῖ διαφορὰν εἶναι καὶ σχήμασι καὶ λόγοις καὶ τιμαῖς, ὥσπερ καὶ Ἄμασις εἶπε τὸν περὶ τοῦ ποδανιπτῆρος λόγον·
因为男性在天性上比女性更具领导能力,除非有违反天性的例外情况,而且年长且发育完全的也比年轻且未发育完全的更具领导力。 ——在大多数政治性统治中,统治者与被统治者轮流交替(因为它们在天性上要求平等且毫无差别),但尽管如此,当一者统治而另一者被统治时,他们力求在仪态、言辞和荣誉上有所区别,正如阿玛西斯在关于足盆的故事中所说的那样。
τὸ δʼ ἄρρεν ἀεὶ πρὸς τὸ θῆλυ τοῦτον ἔχει τὸν τρόπον.
然而,男性与女性的关系始终是这种模式。
ἡ δὲ τῶν τέκνων ἀρχὴ βασιλική·
另一方面,对子女的统治是王权性的。
τὸ γὰρ γεννῆσαν καὶ κατὰ φιλίαν ἄρχον καὶ κατὰ πρεσβείαν ἐστίν, ὅπερ ἐστὶ βασιλικῆς εἶδος ἀρχῆς.
因为生育的父母是凭借慈爱和年长来进行统治的,这正是王权性统治的一种形式。
διὸ καλῶς Ὅμηρος τὸν Δία προσηγόρευσεν εἰπὼν " πατὴρ ἀνδρῶν τε θεῶν τε " τὸν βασιλέα τούτων ἁπάντων.
因此,荷马正确地称呼宙斯道:‘人类与诸神之父’,即他们一切人的国王。
φύσει γὰρ τὸν βασιλέα διαφέρειν μὲν δεῖ, τῷ γένει δʼ εἶναι τὸν αὐτόν· ὅπερ πέπονθε τὸ πρεσβύτερον πρὸς τὸ νεώτερον καὶ ὁ γεννήσας πρὸς τὸ τέκνον.
因为在天性上,国王应当有所不同,但在族类上应当是相同的;而这正是年长者对年轻者、生育者对子女的关系。
φανερὸν τοίνυν ὅτι πλείων ἡ σπουδὴ τῆς οἰκονομίας περὶ τοὺς ἀνθρώπους ἢ περὶ τὴν τῶν ἀψύχων κτῆσιν, καὶ περὶ τὴν ἀρετὴν τούτων ἢ περὶ τὴν τῆς κτήσεως, ὃν καλοῦμεν πλοῦτον, καὶ τῶν ἐλευθέρων μᾶλλον ἢ δούλων.
显然,家政管理的精力更多地放在人身上,而不是放在无生命财产的获得上;更多地放在人的德行上,而不是放在我们称之为财富的财产德行上;更多地放在自由人身上,而不是奴隶身上。
πρῶτον μὲν οὖν περὶ δούλων ἀπορήσειεν ἄν τις, πότερον ἔστιν ἀρετή τις δούλου παρὰ τὰς ὀργανικὰς καὶ διακονικὰς ἄλλη τιμιωτέρα τούτων, οἷον σωφροσύνη καὶ ἀνδρεία καὶ δικαιοσύνη καὶ τῶν ἄλλων τῶν τοιούτων ἕξεων, ἢ οὐκ ἔστιν οὐδεμία παρὰ τὰς σωματικὰς ὑπηρεσίας (ἔχει γὰρ ἀπορίαν ἀμφοτέρως·
那么首先,关于奴隶,有人可能会产生疑问:奴隶除了作为工具和提供劳役的能力之外,是否还存在其他更尊贵的德行,例如节制、勇敢、正义以及其他诸如此类的品质,还是除了身体的侍奉之外别无他物?
εἴτε γὰρ ἔστιν, τί διοίσουσι τῶν ἐλευθέρων;
因为无论哪种情况都有困难:如果存在,他们与自由人有何区别?
εἴτε μὴ ἔστιν, ὄντων ἀνθρώπων καὶ λόγου κοινωνούντων ἄτοπον).
如果不存在,既然他们是人并分有理性,这又是荒谬的。
σχεδὸν δὲ ταὐτόν ἐστι τὸ ζητούμενον καὶ περὶ γυναικὸς καὶ παιδός, πότερα καὶ τούτων εἰσὶν ἀρεταί, καὶ δεῖ τὴν γυναῖκα εἶναι σώφρονα καὶ ἀνδρείαν καὶ δικαίαν, καὶ παῖς ἔστι καὶ ἀκόλαστος καὶ σώφρων, ἢ οὔ;
关于妻子和孩子,需要探讨的问题也几乎相同:他们是否也有德行,妻子是否应当节制、勇敢和正义,孩子是否也有放纵和节制之分,还是没有?
καθόλου δὴ τοῦτʼ ἐστὶν ἐπισκεπτέον περὶ ἀρχομένου φύσει καὶ ἄρχοντος, πότερον ἡ αὐτὴ ἀρετὴ ἢ ἑτέρα.
因此,应当从整体上考察天生的被统治者和统治者,他们的德行是相同的还是不同的。
εἰ μὲν γὰρ δεῖ ἀμφοτέρους μετέχειν καλοκαγαθίας, διὰ τί τὸν μὲν ἄρχειν δέοι ἂν τὸν δὲ ἄρχεσθαι καθάπαξ;
因为如果双方都需要分有高尚与良善,那么为什么一者应当统治,而另一者应当彻底被统治呢?
οὐδὲ γὰρ τῷ μᾶλλον καὶ ἧττον οἷόν τε διαφέρειν· τὸ μὲν γὰρ ἄρχεσθαι καὶ ἄρχειν εἴδει διαφέρει, τὸ δὲ μᾶλλον καὶ ἧττον οὐδέν.
因为他们不可能仅在程度上有所区别;因为被统治和统治在种类上有所不同,而多与少则毫无这种区别。
εἰ δὲ τὸν μὲν δεῖ τὸν δὲ μή, θαυμαστόν.
但是,如果一者必须拥有而另一者不用拥有,那也是令人惊异的。
εἴτε γὰρ ὁ ἄρχων μὴ ἔσται σώφρων καὶ δίκαιος, πῶς ἄρξει καλῶς;
因为如果统治者不节制和正义,他如何能统治得好?
εἴθʼ ὁ ἀρχόμενος, πῶς ἀρχθήσεται καλῶς;
或者,如果被统治者不节制和正义,他如何能被统治得好?

词汇与语法注释

  1. 1259b2εἰ μή που συνέστηκε παρὰ φύσιν — 完成时直陈语气动词 συνέστηκε 在此用作现在时,与 εἰ μή που 构成条件从句,用以表示自然秩序中的例外情况(“除非偶然有违反自然而构成的情况”)。
  2. 1259b6ἐξ ἴσου γὰρ εἶναι βούλεται τὴν φύσιν — βούλεται 的主语是“自然”(或政治统治的本性),而 τὴν φύσιν 则用作不定式 εἶναι 的对格主语,整句意为“因为(其本性)要求其在自然上是平等的”。
  3. 1259b37τὸ μὲν γὰρ ἄρχεσθαι καὶ ἄρχειν εἴδει διαφέρει — 冠词性不定式 τὸ ἄρχεσθαι καὶ ἄρχειν 用作主语,而 εἴδει 是表示关系或方面的与格(“在种类上”)。在后半句中,tò δὲ μᾶλλον καὶ ἧττον(多与少)作为主语,省略了动词 διαφέρει。

引用这一段

亚里士多德, 政治学 §1.1259b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:1.1259b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。