§1.1258bτῆς δὲ μεταβλητικῆς ψεγομένης δικαίως (οὐ γὰρ κατὰ φύσιν ἀλλʼ ἀπʼ ἀλλήλων ἐστίν), εὐλογώτατα μισεῖται ἡ ὀβολοστατικὴ διὰ τὸ ἀπʼ αὐτοῦ τοῦ νομίσματος εἶναι τὴν κτῆσιν καὶ οὐκ ἐφʼ ὅπερ ἐπορίσθη.
在交换技术受到正当非难的同时(因为它不是合乎自然的,而是相互剥夺的),高利贷最合乎情理地受到痛恨,因为获得是来自于货币本身,而不是为了它设立的目的。
μεταβολῆς γὰρ ἐγένετο χάριν, ὁ δὲ τόκος αὐτὸ ποιεῖ πλέον (ὅθεν καὶ τοὔνομα τοῦτʼ εἴληφεν· ὅμοια γὰρ τὰ τικτόμενα τοῖς γεννῶσιν αὐτά ἐστιν, ὁ δὲ τόκος γίνεται νόμισμα ἐκ νομίσματος)· ὥστε καὶ μάλιστα παρὰ φύσιν οὗτος τῶν χρηματισμῶν ἐστιν.
货币是为了交换的目的而产生的,而利息使其增多(因此它也得到了这个名称;因为产生出来的东西与产生它们的东西相似,而利息是从货币中产生的货币);因此,在所有的理财术中,这种方式最违背自然。
ἐπεὶ δὲ τὰ πρὸς τὴν γνῶσιν διωρίκαμεν ἱκανῶς, τὰ πρὸς τὴν χρῆσιν δεῖ διελθεῖν.
既然我们已经充分规定了关于知识的事物,现在就必须讨论关于实用的事物。
πάντα δὲ τὰ τοιαῦτα τὴν μὲν θεωρίαν ἐλευθέραν ἔχει, τὴν δʼ ἐμπειρίαν ἀναγκαίαν.
所有这类事物,其理论是适合自由人的,但其实践则是必不可少的。
ἔστι δὲ χρηματιστικῆς μέρη χρήσιμα· τὸ περὶ τὰ κτήματα ἔμπειρον εἶναι, ποῖα λυσιτελέστατα καὶ ποῦ καὶ πῶς, οἷον ἵππων κτῆσις ποία τις ἢ βοῶν ἢ προβάτων, ὁμοίως δὲ καὶ τῶν λοιπῶν ζῴων (δεῖ γὰρ ἔμπειρον εἶναι πρὸς ἄλληλά τε τούτων τίνα λυσιτελέστατα, καὶ ποῖα ἐν ποίοις τόποις· ἄλλα γὰρ ἐν ἄλλαις εὐθηνεῖ χώραις), εἶτα περὶ γεωργίας, καὶ ταύτης ἤδη ψιλῆς τε καὶ πεφυτευμένης, καὶ μελιττουργίας, καὶ τῶν ἄλλων ζῴων τῶν πλωτῶν ἢ πτηνῶν, ἀφʼ ὅσων ἔστι τυγχάνειν βοηθείας.
理财术中实用的部分包括:对财产获得具有经验,即什么财产最有利可图,在何处以及如何获得;例如,获得什么样的马匹,或牛,或羊,以及同样关于其他动物(因为必须具有经验,知道这些动物相互比较起来哪些最有利,以及在哪些地方哪些动物最合适;因为不同的动物在不同的地区繁荣);其次是关于农业,这又分为无林农业和种植农业,以及养蜂业,和从中可以获得益处的其他水生或鸟类动物。
τῆς μὲν οὖν οἰκειοτάτης χρηματιστικῆς ταῦτα μόρια καὶ πρῶτα· τῆς δὲ μεταβλητικῆς μέγιστον μὲν ἐμπορία (καὶ ταύτης μέρη τρία, ναυκληρία φορτηγία παράστασις· διαφέρει δὲ τούτων ἕτερα ἑτέρων τῷ τὰ μὲν ἀσφαλέστερα εἶναι, τὰ δὲ πλείω πορίζειν τὴν ἐπικαρπίαν), δεύτερον δὲ τοκισμός, τρίτον δὲ μισθαρνία (ταύτης δʼ ἡ μὲν τῶν βαναύσων τεχνῶν, ἡ δὲ τῶν ἀτέχνων καὶ τῷ σώματι μόνῳ χρησίμων)· τρίτον δὲ εἶδος χρηματιστικῆς μεταξὺ ταύτης καὶ τῆς πρώτης (ἔχει γὰρ καὶ τῆς κατὰ φύσιν τι μέρος καὶ τῆς μεταβλητικῆς), ὅσα ἀπὸ γῆς καὶ τῶν ἀπὸ γῆς γιγνομένων, ἀκάρπων μὲν χρησίμων δέ, οἷον ὑλοτομία τε καὶ πᾶσα μεταλλευτική.
这些便是最本真的理财术的部分和第一部分;至于交换技术,最大的是商业(它分为三个部分:船运、运输和零售;这些部分彼此不同,有些较安全,有些则能带来更多的收益),第二是高利贷,第三是雇佣劳动(其中一种属于粗鄙的技术,另一种属于无技术、仅凭身体有用的人);而第三种理财术则介于此技术与第一种之间(因为它兼有合乎自然的部分和交换的部分),即从土地以及土地上生长出来的、不结果实但有用的东西中获得,例如伐木业和一切采矿业。
αὕτη δὲ πολλὰ ἤδη περιείληφε γένη· πολλὰ γὰρ εἴδη τῶν ἐκ γῆς μεταλλευομένων ἔστιν.
这已经包括了许多门类;因为从土地中开采出来的东西有许多种类。
εἰσὶ δὲ τεχνικώταται μὲν τῶν ἐργασιῶν ὅπου ἐλάχιστον τῆς τύχης, βαναυσόταται δʼ ἐν αἷς τὰ σώματα λωβῶνται μάλιστα, δουλικώταται δὲ ὅπου τοῦ σώματος πλεῖσται χρήσεις, ἀγεννέσταται δὲ ὅπου ἐλάχιστον προσδεῖ ἀρετῆς.
在这些职业中,最需要技术的,是偶然性最少的职业;最粗鄙的,是身体受损害最严重的职业;最奴役性的,是身体使用最多的职业;最卑下的,是最低限度需要德行的职业。
περὶ ἑκάστου δὲ τούτων καθόλου μὲν εἴρηται καὶ νῦν, τὸ δὲ κατὰ μέρος ἀκριβολογεῖσθαι χρήσιμον μὲν πρὸς τὰς ἐργασίας, φορτικὸν δὲ τὸ ἐνδιατρίβειν.
关于其中的每一个,现在已经作了概括的说明,但要详细讨论每一个,虽对实际工作有用,但在上面消磨时间却是令人厌烦的。
ἐπεὶ δʼ ἔστιν ἐνίοις γεγραμμένα περὶ τούτων, §1.1259aοἷον Χαρητίδῃ τῷ Παρίῳ καὶ Ἀπολλοδώρῳ τῷ Λημνίῳ περὶ γεωργίας καὶ ψιλῆς καὶ πεφυτευμένης, ὁμοίως δὲ καὶ ἄλλοις περὶ ἄλλων, ταῦτα μὲν ἐκ τούτων θεωρείτω ὅτῳ ἐπιμελές·
既然有些人在这些方面已有著作,例如帕罗斯人哈雷蒂德和雷姆诺斯人阿波罗多洛斯关于农业(包括无林和种植农业)的著作,同样还有其他人关于其他主题的著作;凡对此有心的人,可以从这些著作中去考察。
ἔτι δὲ καὶ τὰ λεγόμενα σποράδην, διʼ ὧν ἐπιτετυχήκασιν ἔνιοι χρηματιζόμενοι, δεῖ συλλέγειν. πάντα γὰρ ὠφέλιμα ταῦτʼ ἐστὶ τοῖς τιμῶσι τὴν χρηματιστικήν, οἷον καὶ τὸ Θάλεω τοῦ Μιλησίου·
此外,还应该收集零散流传的事例,通过这些事例,有些人成功地赚了钱;因为这些对于重视理财术的人来说都是有用的。
τοῦτο γάρ ἐστι κατανόημά τι χρηματιστικόν, ἀλλʼ ἐκείνῳ μὲν διὰ τὴν σοφίαν προσάπτουσι, τυγχάνει δὲ καθόλου τι ὄν.
例如米利都人泰勒斯的故事也是如此;因为这是一种理财的妙计,人们因其智慧而归功于他,但它实际上具有普遍的性质。
ὀνειδιζόντων γὰρ αὐτῷ διὰ τὴν πενίαν ὡς ἀνωφελοῦς τῆς φιλοσοφίας οὔσης, κατανοήσαντά φασιν αὐτὸν ἐλαιῶν φορὰν ἐσομένην ἐκ τῆς ἀστρολογίας, ἔτι χειμῶνος ὄντος εὐπορήσαντα χρημάτων ὀλίγων ἀρραβῶνας διαδοῦναι τῶν ἐλαιουργίων τῶν τʼ ἐν Μιλήτῳ καὶ Χίῳ πάντων, ὀλίγου μισθωσάμενον ἅτʼ οὐθενὸς ἐπιβάλλοντος·
当人们因为他的贫穷而嘲笑他,认为哲学无用时,据说他通过天文学预知到将会有橄榄的大丰收,在还是冬天的时候,他筹集了一小笔钱,付了定金租下了米利都和希奥斯的所有橄榄油榨油坊,因为没有人与他竞争,他得以廉价租下。
ἐπειδὴ δʼ ὁ καιρὸς ἧκε, πολλῶν ζητουμένων ἅμα καὶ ἐξαίφνης, ἐκμισθοῦντα ὃν τρόπον ἠβούλετο, πολλὰ χρήματα συλλέξαντα ἐπιδεῖξαι ὅτι ῥᾴδιόν ἐστι πλουτεῖν τοῖς φιλοσόφοις, ἂν βούλωνται, ἀλλʼ οὐ τοῦτʼ ἐστὶ περὶ ὃ σπουδάζουσιν.
而当季节到来,许多人同时且突然需要它们时,他便按自己的条件出租,收集了大量钱财,从而证明了哲学家们如果愿意的话是很容易发财的,但这并不是他们所致力于的事情。
Θαλῆς μὲν οὖν λέγεται τοῦτον τὸν τρόπον ἐπίδειξιν ποιήσασθαι τῆς σοφίας·
据说泰勒斯就是以这种方式展示他的智慧的。
ἔστι δʼ, ὥσπερ εἴπομεν, καθόλου τὸ τοιοῦτον χρηματιστικόν, ἐάν τις δύνηται μονοπωλίαν αὑτῷ κατασκευάζειν.
然而,正如我们所说,如果有人能为自己制造垄断,这种方法就是理财上的一个普遍原理。
διὸ καὶ τῶν πόλεων ἔνιαι τοῦτον ποιοῦνται τὸν πόρον, ὅταν ἀπορῶσι χρημάτων· μονοπωλίαν γὰρ τῶν ὠνίων ποιοῦσιν.
因此,有些城邦在缺乏资金时,也以此作为财源;因为他们对商品实行垄断。
ἐν Σικελίᾳ δέ τις τεθέντος παρʼ αὐτῷ νομίσματος συνεπρίατο πάντα τὸν σίδηρον ἐκ τῶν σιδηρείων, μετὰ δὲ ταῦτα ὡς ἀφίκοντο ἐκ τῶν ἐμπορίων οἱ ἔμποροι, ἐπώλει μόνος, οὐ πολλὴν ποιήσας ὑπερβολὴν τῆς τιμῆς· ἀλλʼ ὅμως ἐπὶ τοῖς πεντήκοντα ταλάντοις ἐπέλαβεν ἑκατόν.
在西西里,有人用寄存在他那里的钱,买下了铁厂里所有的铁,此后,当商人们从交易市场到来时,他是唯一的卖家,他并没有过度抬高价格;但尽管如此,他还是在五十塔兰特的基础上赚了一百塔兰特。
τοῦτο μὲν οὖν Διονύσιος αἰσθόμενος τὰ μὲν χρήματα ἐκέλευσεν ἐκκομίσασθαι, μὴ μέντοι γε ἔτι μένειν ἐν Συρακούσαις, ὡς πόρους εὑρίσκοντα τοῖς αὑτοῦ πράγμασιν ἀσυμφόρους·
狄奥尼修斯察觉到这一点后,命令他把钱带走,但不能再留在叙拉古,因为他发现的财源对狄奥尼修斯自己的事业是不利的。
τὸ μέντοι ὅραμα Θάλεω καὶ τοῦτο ταὐτόν ἐστιν· ἀμφότεροι γὰρ ἑαυτοῖς ἐτέχνασαν γενέσθαι μονοπωλίαν.
然而,泰勒斯的设想和这个人的设想是相同的;因为他们俩都为自己设计了垄断。
χρήσιμον δὲ γνωρίζειν ταῦτα καὶ τοῖς πολιτικοῖς.
政治家了解这些事情也是有用的。
πολλαῖς γὰρ πόλεσι δεῖ χρηματισμοῦ καὶ τοιούτων πόρων, ὥσπερ οἰκίᾳ, μᾶλλον δέ· διόπερ τινὲς καὶ πολιτεύονται τῶν πολιτευομένων ταῦτα μόνον.
因为许多城邦比家庭更需要理财和这类财源;正因如此,一些参与政治的人甚至只把这当作自己的全部政治活动。
ἐπεὶ δὲ τρία μέρη τῆς οἰκονομικῆς ἦν, ἓν μὲν δεσποτική, περὶ ἧς εἴρηται πρότερον, ἓν δὲ πατρική, τρίτον δὲ γαμική (καὶ γὰρ γυναικὸς ἄρχει καὶ τέκνων, ὡς ἐλευθέρων μὲν ἀμφοῖν, οὐ τὸν αὐτὸν δὲ τρόπον τῆς ἀρχῆς,
既然家政管理有三个部分,一是主人的统治,关于这一点先前已经讨论过,二是父亲的统治,三是丈夫的统治(因为他统治妻子和孩子,虽然两者都是自由人,但统治的方式并不同...