§1.1253bἐπεὶ δὲ φανερὸν ἐξ ὧν μορίων ἡ πόλις συνέστηκεν, ἀναγκαῖον πρῶτον περὶ οἰκονομίας εἰπεῖν· πᾶσα γὰρ σύγκειται πόλις ἐξ οἰκιῶν.
既然城邦是由哪些部分构成的已经很清楚,那么首先有必要谈谈家政;因为每一个城邦都是由家庭组成的。
οἰκονομίας δὲ μέρη ἐξ ὧν πάλιν οἰκία συνέστηκεν· οἰκία δὲ τέλειος ἐκ δούλων καὶ ἐλευθέρων.
而家政的组成部分也就是家庭赖以构成的那些要素;一个完整的家庭则由奴隶和自由人组成。
ἐπεὶ δʼ ἐν τοῖς ἐλαχίστοις πρῶτον ἕκαστον ζητητέον, πρῶτα δὲ καὶ ἐλάχιστα μέρη οἰκίας δεσπότης καὶ δοῦλος, καὶ πόσις καὶ ἄλοχος, καὶ πατὴρ καὶ τέκνα, περὶ τριῶν ἂν τούτων σκεπτέον εἴη τί ἕκαστον καὶ ποῖον δεῖ εἶναι.
由于我们首先必须在最小的要素中考察每一事物,而家庭最初且最小的部分是主人与奴隶、丈夫与妻子、父亲与子女,所以关于这三种关系,我们必须考察每一种是什么,以及应当是什么样的。
ταῦτα δʼ ἐστὶ δεσποτικὴ καὶ γαμική (ἀνώνυμον γὰρ ἡ γυναικὸς καὶ ἀνδρὸς σύζευξις) καὶ τρίτον τεκνοποιητική (καὶ γὰρ αὕτη οὐκ ὠνόμασται ἰδίῳ ὀνόματι).
这三种关系即是:主人支配关系、婚姻关系(因为妻子与丈夫的结合是无名称的),第三是生育关系(因为这也没有被赋予专有的名称)。
ἔστωσαν δὴ αὗται τρεῖς ἃς εἴπομεν.
那么,就让这三者成为我们所说的三种关系。
ἔστι δέ τι μέρος ὃ δοκεῖ τοῖς μὲν εἶναι οἰκονομία, τοῖς δὲ μέγιστον μέρος αὐτῆς· ὅπως δʼ ἔχει, θεωρητέον· λέγω δὲ περὶ τῆς καλουμένης χρηματιστικῆς.
然而,还有一部分,在一些人看来这就是家政本身,在另一些人看来则是家政最大的部分;其究竟如何,必须予以考察;我指的是所谓的致富术。
πρῶτον δὲ περὶ δεσπότου καὶ δούλου εἴπωμεν, ἵνα τά τε πρὸς τὴν ἀναγκαίαν χρείαν ἴδωμεν, κἂν εἴ τι πρὸς τὸ εἰδέναι περὶ αὐτῶν δυναίμεθα λαβεῖν βέλτιον τῶν νῦν ὑπολαμβανομένων.
首先我们来谈谈主人和奴隶,以便我们既能看到有关必需之用的事情,也能看看我们是否能针对这些事物获得比目前的看法更好的认识。
τοῖς μὲν γὰρ δοκεῖ ἐπιστήμη τέ τις εἶναι ἡ δεσποτεία, καὶ ἡ αὐτὴ οἰκονομία καὶ δεσποτεία καὶ πολιτικὴ καὶ βασιλική, καθάπερ εἴπομεν ἀρχόμενοι· τοῖς δὲ παρὰ φύσιν τὸ δεσπόζειν (νόμῳ γὰρ τὸν μὲν δοῦλον εἶναι τὸν δʼ ἐλεύθερον, φύσει δʼ οὐθὲν διαφέρειν)· διόπερ οὐδὲ δίκαιον· βίαιον γάρ.
因为在一些人看来,主人支配权是一种科学,而家政、主人支配、政治统治以及君主统治都是同一回事,正如我们在开始时所说的那样;但在另一些人看来,实行主人支配是违反自然的(因为根据法律,一方是奴隶,另一方是自由人,而在自然上并无区别);因此,这也不是公正的;因为这是强暴的。
ἐπεὶ οὖν ἡ κτῆσις μέρος τῆς οἰκίας ἐστὶ καὶ ἡ κτητικὴ μέρος τῆς οἰκονομίας (ἄνευ γὰρ τῶν ἀναγκαίων ἀδύνατον καὶ ζῆν καὶ εὖ ζῆν), ὥσπερ δὲ ταῖς ὡρισμέναις τέχναις ἀναγκαῖον ἂν εἴη ὑπάρχειν τὰ οἰκεῖα ὄργανα, εἰ μέλλει ἀποτελεσθήσεσθαι τὸ ἔργον, οὕτω καὶ τῷ οἰκονομικῷ.
既然财产是家庭的一部分,而获取术是家政的一部分(因为没有必需品,既不可能生存,也不可能生活得好),而且正如对于特定的技术来说,如果工作要完成,就必须备有其特有的工具一样,对于家政管理者来说也是如此。
τῶν δʼ ὀργάνων τὰ μὲν ἄψυχα τὰ δὲ ἔμψυχα (οἷον τῷ κυβερνήτῃ ὁ μὲν οἴαξ ἄψυχον ὁ δὲ πρῳρεὺς ἔμψυχον· ὁ γὰρ ὑπηρέτης ἐν ὀργάνου εἴδει ταῖς τέχναις ἐστίν)· οὕτω καὶ τὸ κτῆμα ὄργανον πρὸς ζωήν ἐστι, καὶ ἡ κτῆσις πλῆθος ὀργάνων ἐστί, καὶ ὁ δοῦλος κτῆμά τι ἔμψυχον, καὶ ὥσπερ ὄργανον πρὸ ὀργάνων πᾶς ὑπηρέτης.
而在工具中,有些是无生命的,有些是有生命的(例如,对于舵手来说,舵是无生命的,而瞭望员是有生命的;因为助手在技术中属于工具的一类);同样,财产也是生存的工具,财产是工具的总和,而奴隶是一种有生命的财产,每一个助手都像是处于其他工具之先的工具。
εἰ γὰρ ἠδύνατο ἕκαστον τῶν ὀργάνων κελευσθὲν ἢ προαισθανόμενον ἀποτελεῖν τὸ αὑτοῦ ἔργον, καὶ ὥσπερ τὰ Δαιδάλου φασὶν ἢ τοὺς τοῦ Ἡφαίστου τρίποδας, οὕς φησιν ὁ ποιητὴς αὐτομάτους θεῖον δύεσθαι ἀγῶνα, οὕτως αἱ κερκίδες ἐκέρκιζον αὐταὶ καὶ τὰ πλῆκτρα ἐκιθάριζεν, οὐδὲν ἂν ἔδει οὔτε τοῖς ἀρχιτέκτοσιν ὑπηρετῶν οὔτε τοῖς δεσπόταις δούλων.
因为,如果每件工具在受到命令或预先察觉时,都能完成它自己的工作,就像人们所说的代达罗斯的雕像,或诗人所说的赫菲斯托斯的三角鼎那样(诗云它们自动进入神圣的赛会),同样,如果织梭能自己织布,琴拨能自己弹琴,那么,建筑大师就不需要助手,主人也不需要奴隶了。