Humanitext Reader

亚里士多德 · 政治学 §1.1254a

作为行为工具的奴隶与自然统治的原则

第 4 段,共 155 段 · 希腊语

内容简介

基于制作工具与行为工具、制作与行为的区分,将奴隶定义为“可分离的行为工具”。进而开始探讨自然中统治与被统治的普遍原则。

§1.1254aτὰ μὲν οὖν λεγόμενα ὄργανα ποιητικὰ ὄργανά ἐστι, τὸ δὲ κτῆμα πρακτικόν·
因此,所谓工具是制作的工具,而财产是行为的工具。
ἀπὸ μὲν γὰρ τῆς κερκίδος ἕτερόν τι γίνεται παρὰ τὴν χρῆσιν αὐτῆς, ἀπὸ δὲ τῆς ἐσθῆτος καὶ τῆς κλίνης ἡ χρῆσις μόνον.
因为从织梭中可以产生除使用本身以外的其他东西,而从衣服和床中只能得到使用。
ἔτι δʼ ἐπεὶ διαφέρει ἡ ποίησις εἴδει καὶ ἡ πρᾶξις, καὶ δέονται ἀμφότεραι ὀργάνων, ἀνάγκη καὶ ταῦτα τὴν αὐτὴν ἔχειν διαφοράν.
此外,既然制作与行为在种类上有所不同,且两者都需要工具,那么这些工具也必然具有相同的区别。
ὁ δὲ βίος πρᾶξις, οὐ ποίησις, ἐστιν· διὸ καὶ ὁ δοῦλος ὑπηρέτης τῶν πρὸς τὴν πρᾶξιν.
而生命是行为,而不是制作;因此,奴隶也是关于行为之事的助手。
τὸ δὲ κτῆμα λέγεται ὥσπερ καὶ τὸ μόριον.
而财产的说法就像部分一样。
τό γὰρ μόριον οὐ μόνον ἄλλου ἐστὶ μόριον, ἀλλὰ καὶ ἁπλῶς ἄλλου· ὁμοίως δὲ καὶ τὸ κτῆμα.
因为部分不仅是另一部分的部分,而且完全属于另一事物;财产也是如此。
διὸ ὁ μὲν δεσπότης τοῦ δούλου δεσπότης μόνον, ἐκείνου δʼ οὐκ ἔστιν· ὁ δὲ δοῦλος οὐ μόνον δεσπότου δοῦλός ἐστιν, ἀλλὰ καὶ ὅλως ἐκείνου.
因此,主人仅仅是奴隶的主人,却不属于奴隶;而奴隶不仅是主人的奴隶,而且完全属于主人。
τίς μὲν οὖν ἡ φύσις τοῦ δούλου καὶ τίς ἡ δύναμις, ἐκ τούτων δῆλον· ὁ γὰρ μὴ αὑτοῦ φύσει ἀλλʼ ἄλλου ἄνθρωπος ὤν, οὗτος φύσει δοῦλός ἐστιν, ἄλλου δʼ ἐστὶν ἄνθρωπος ὃς ἂν κτῆμα ᾖ ἄνθρωπος ὤν, κτῆμα δὲ ὄργανον πρακτικὸν καὶ χωριστόν.
因此,奴隶的本性是什么,他的能力是什么,从这些事情中就很清楚了:因为凡是在自然上不属于自己而是属于他人的,虽是人类,此人就是自然上的奴隶;而一个虽是人类却作为财产的人就属于他人,财产则是可分离的、行为的工具。
πότερον δʼ ἔστι τις φύσει τοιοῦτος ἢ οὔ, καὶ πότερον βέλτιον καὶ δίκαιόν τινι δουλεύειν ἢ οὔ, ἀλλὰ πᾶσα δουλεία παρὰ φύσιν ἐστί, μετὰ ταῦτα σκεπτέον.
至于在自然上是否有这样的人,以及对某些人来说奴役是否是更好且公正的,或者并非如此,而是所有的奴役都违反自然,这在接下来必须予以考察。
οὐ χαλεπὸν δὲ καὶ τῷ λόγῳ θεωρῆσαι καὶ ἐκ τῶν γινομένων καταμαθεῖν.
而这无论通过理论来考察,还是从实际发生的事物中来领会,都不困难。
τὸ γὰρ ἄρχειν καὶ ἄρχεσθαι οὐ μόνον τῶν ἀναγκαίων ἀλλὰ καὶ τῶν συμφερόντων ἐστί, καὶ εὐθὺς ἐκ γενετῆς ἔνια διέστηκε τὰ μὲν ἐπὶ τὸ ἄρχεσθαι τὰ δʼ ἐπὶ τὸ ἄρχειν.
因为统治和被统治不仅是必不可少的事,而且也是有益的事,并且一出生,有些事物就立即分离开来,一些是为了被统治,另一些则是为了统治。
καὶ εἴδη πολλὰ καὶ ἀρχόντων καὶ ἀρχομένων ἔστιν (καὶ ἀεὶ βελτίων ἡ ἀρχὴ ἡ τῶν βελτιόνων ἀρχομένων, οἷον ἀνθρώπου ἢ θηρίου· τὸ γὰρ ἀποτελούμενον ὑπὸ τῶν βελτιόνων βέλτιον ἔργον· ὅπου δὲ τὸ μὲν ἄρχει τὸ δʼ ἄρχεται, ἔστι τι τούτων ἔργον)· ὅσα γὰρ ἐκ πλειόνων συνέστηκε καὶ γίνεται ἕν τι κοινόν, εἴτε ἐκ συνεχῶν εἴτε ἐκ διῃρημένων, ἐν ἅπασιν ἐμφαίνεται τὸ ἄρχον καὶ τὸ ἀρχόμενον, καὶ τοῦτο ἐκ τῆς ἁπάσης φύσεως ἐνυπάρχει τοῖς ἐμψύχοις· καὶ γὰρ ἐν τοῖς μὴ μετέχουσι ζωῆς ἔστι τις ἀρχή, οἷον ἁρμονίας.
而且无论是统治者还是被统治者,都有许多种类(而且统治更好的被统治者,其统治总是更好的,例如统治人比统治野兽更好;因为由更好的人所完成的工作是更好的工作;在一者统治而另一者被统治的地方,就存在着它们共同的工作);因为,凡是由多个部分构成并成为一个共同整体的事物,无论是连续的还是分离的,其中都显现出统治者和被统治者,而这是由于整个自然而存在于有生命的事物之中的;因为甚至在不分享生命的事物中也有某种统治,例如在和谐中。
ἀλλὰ ταῦτα μὲν ἴσως ἐξωτερικωτέρας ἐστὶ σκέψεως· τὸ δὲ ζῷον πρῶτον συνέστηκεν ἐκ ψυχῆς καὶ σώματος, ὧν τὸ μὲν ἄρχον ἐστὶ φύσει τὸ δʼ ἀρχόμενον.
但这些也许属于较为外在的考察;而生物首先是由灵魂和肉体构成的,其中一者在自然上是统治者,另一者将被统治。
δεῖ δὲ σκοπεῖν ἐν τοῖς κατὰ φύσιν ἔχουσι μᾶλλον τὸ φύσει, καὶ μὴ ἐν τοῖς διεφθαρμένοις· διὸ καὶ τὸν βέλτιστα διακείμενον καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ἄνθρωπον θεωρητέον, ἐν ᾧ τοῦτο δῆλον·
但是,我们应当在处于自然状态的事物中,而不是在败坏的事物中,去考察自然之物;因此,必须观察在身体和灵魂上都处于最佳状态的人,在这样的人身上,这一点是很清楚的。

词汇与语法注释

  1. 1254a10ἄλλου — 属格 `ἄλλου` 表示所有或归属。配合 `ἁπλῶς`(端地、完全地),它表达了完全、无条件地属于他者,暗示了物缺乏独立存在的状态。
  2. 1254a15ὃς ἂν κτῆμα ᾖ — `ὃς ἂν κτῆμα ᾖ` 是带有虚拟语气 `ᾖ` 和虚拟语气助词 `ἄν` 的条件关系从句,意为“凡是作为财产的人”。分词 `ἄνθρωπος ὤν`(身为人类)具有让步意味(“虽然身为人类”),在语法上反映了奴隶既是人类又是财产的双重属性。
  3. 1254a28ὅσα γὰρ ἐκ πλειόνων — 在以 `ὅσα γὰρ...` 开始的关系从句中,先行词被省略,与主句中的 `ἐν ἅπασιν` 相呼应。它表示由多个部分组成整体的“在所有情况下”。

引用这一段

亚里士多德, 政治学 §1.1254a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:1.1254a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。