Humanitext Reader

亚里士多德 · 政治学 §1.1253a

作为政治动物的人与城邦的本性优先

第 2 段,共 155 段 · 希腊语

内容简介

亚里士多德论证了人因独具言语(理性)与道德感知而按其本性是“政治动物”。他指出城邦在自然上先于个人,并警告说人若失去法律与正义,将沦为世上最邪恶的生物。

§1.1253aἡ δʼ αὐτάρκεια καὶ τέλος καὶ βέλτιστον.
而自足既是目的,也是最好的东西。
ἐκ τούτων οὖν φανερὸν ὅτι τῶν φύσει ἡ πόλις ἐστί, καὶ ὅτι ὁ ἄνθρωπος φύσει πολιτικὸν ζῷον, καὶ ὁ ἄπολις διὰ φύσιν καὶ οὐ διὰ τύχην ἤτοι φαῦλός ἐστιν, ἢ κρείττων ἢ ἄνθρωπος·
因此,由此可见,城邦是自然存在的事物之一,而人按其本性是政治动物。
ὥσπερ καὶ ὁ ὑφʼ Ὁμήρου λοιδορηθεὶς " ἀφρήτωρ ἀθέμιστος ἀνέστιος· " ἅμα γὰρ φύσει τοιοῦτος καὶ πολέμου ἐπιθυμητής, ἅτε περ ἄζυξ ὢν ὥσπερ ἐν πεττοῖς.
由于本性而非由于不幸而无城邦的人,要么是卑劣之徒,要么是超越人类的存在;正像荷马所谴责的“无族、无法、无家之人”;因为本性如此的人,同时也渴望战争,就像棋盘上孤立无偶的棋子一样。
διότι δὲ πολιτικὸν ὁ ἄνθρωπος ζῷον πάσης μελίττης καὶ παντὸς ἀγελαίου ζῴου μᾶλλον, δῆλον.
而人比任何蜜蜂或任何群居动物都更具有政治性,其原因也是显然的。
οὐθὲν γάρ, ὡς φαμέν, μάτην ἡ φύσις ποιεῖ· λόγον δὲ μόνον ἄνθρωπος ἔχει τῶν ζῴων·
因为,正如我们所说,自然不作无用之事;而在动物中,唯有人拥有言语(理性)。
ἡ μὲν οὖν φωνὴ τοῦ λυπηροῦ καὶ ἡδέος ἐστὶ σημεῖον, διὸ καὶ τοῖς ἄλλοις ὑπάρχει ζῴοις (μέχρι γὰρ τούτου ἡ φύσις αὐτῶν ἐλήλυθε, τοῦ ἔχειν αἴσθησιν λυπηροῦ καὶ ἡδέος καὶ ταῦτα σημαίνειν ἀλλήλοις), ὁ δὲ λόγος ἐπὶ τῷ δηλοῦν ἐστι τὸ συμφέρον καὶ τὸ βλαβερόν, ὥστε καὶ τὸ δίκαιον καὶ τὸ ἄδικον·
声音固然是痛苦和快乐的信号,因此也存在于其他动物中(因为它们的自然只发展到这一步,即具有痛苦和快乐的感觉,并能向彼此表明这些);而理性(言语)则是为了表明有利与有害,因而也表明公正与不公正。
τοῦτο γὰρ πρὸς τὰ ἄλλα ζῷα τοῖς ἀνθρώποις ἴδιον, τὸ μόνον ἀγαθοῦ καὶ κακοῦ καὶ δικαίου καὶ ἀδίκου καὶ τῶν ἄλλων αἴσθησιν ἔχειν· ἡ δὲ τούτων κοινωνία ποιεῖ οἰκίαν καὶ πόλιν.
因为与其他动物相比,这是人类所独有的特征,即唯有他们具有关于好与坏、公正与不公正等事物的感知;而对这些事物的共同占有便构成了家庭和城邦。
καὶ πρότερον δὲ τῇ φύσει πόλις ἢ οἰκία καὶ ἕκαστος ἡμῶν ἐστιν.
而且在自然上,城邦先于家庭和我们个人。
τὸ γὰρ ὅλον πρότερον ἀναγκαῖον εἶναι τοῦ μέρους· ἀναιρουμένου γὰρ τοῦ ὅλου οὐκ ἔσται ποὺς οὐδὲ χείρ, εἰ μὴ ὁμωνύμως, ὥσπερ εἴ τις λέγοι τὴν λιθίνην (διαφθαρεῖσα γὰρ ἔσται τοιαύτη), πάντα δὲ τῷ ἔργῳ ὥρισται καὶ τῇ δυνάμει, ὥστε μηκέτι τοιαῦτα ὄντα οὐ λεκτέον τὰ αὐτὰ εἶναι ἀλλʼ ὁμώνυμα.
因为整体必然先于部分;因为一旦整体被毁灭,就不会有脚或手,除非是在同名异义的意义上,就像有人说到石刻的手一样(因为被毁灭的手就是那种样子);但一切事物都是由其功能和能力来定义的,因此,当它们不再具有这些特征时,就不应当说它们是同样的东西,而只是同名异义的。
ὅτι μὲν οὖν ἡ πόλις καὶ φύσει πρότερον ἢ ἕκαστος, δῆλον· εἰ γὰρ μὴ αὐτάρκης ἕκαστος χωρισθείς, ὁμοίως τοῖς ἄλλοις μέρεσιν ἕξει πρὸς τὸ ὅλον, ὁ δὲ μὴ δυνάμενος κοινωνεῖν ἢ μηδὲν δεόμενος διʼ αὐτάρκειαν οὐθὲν μέρος πόλεως, ὥστε ἢ θηρίον ἢ θεός.
由此显然可见,城邦在自然上先于个人;因为如果个人在隔离时不能自足,他与整体的关系就像其他部分一样;而不能参与共同体、或者因为自足而毫无需要的人,便不是城邦的一部分,因而他要么是野兽,要么是神明。
φύσει μὲν οὖν ἡ ὁρμὴ ἐν πᾶσιν ἐπὶ τὴν τοιαύτην κοινωνίαν· ὁ δὲ πρῶτος συστήσας μεγίστων ἀγαθῶν αἴτιος.
因此,向着这种共同体的冲动是天然存在于所有人中的;而最初建立这种共同体的人,是最大福祉的创造者。
ὥσπερ γὰρ καὶ τελεωθὲν βέλτιστον τῶν ζῴων ὁ ἄνθρωπός ἐστιν, οὕτω καὶ χωρισθεὶς νόμου καὶ δίκης χείριστον πάντων.
因为正如人类在臻于完善时是动物中最好的,同样,当他脱离了法律和正义时,他就是一切动物中最坏的。
χαλεπωτάτη γὰρ ἀδικία ἔχουσα ὅπλα· ὁ δὲ ἄνθρωπος ὅπλα ἔχων φύεται φρονήσει καὶ ἀρετῇ, οἷς ἐπὶ τἀναντία ἔστι χρῆσθαι μάλιστα.
因为拥有武装的不正是最难对付的;而人天生拥有服务于智慧和德性的武器,这些武器最容易被用于相反的目的。
διὸ ἀνοσιώτατον καὶ ἀγριώτατον ἄνευ ἀρετῆς, καὶ πρὸς ἀφροδίσια καὶ ἐδωδὴν χείριστον.
因此,如果没有德性,人就是最不神圣、最残暴的东西,而且在性爱和饮食方面也是最坏的。
ἡ δὲ δικαιοσύνη πολιτικόν· ἡ γὰρ δίκη πολιτικῆς κοινωνίας τάξις ἐστίν, ἡ δὲ δικαιοσύνη τοῦ δικαίου κρίσις.
而正义是属于城邦的;因为司法裁判是政治共同体的秩序,而正义则是对什么是公正的判定。

词汇与语法注释

  1. 1253aἤτοι φαῦλός ἐστιν, ἢ κρείττων ἢ ἄνθρωπος — 选择连词 ἤτοι ... ἤ 引导“要么A,要么B”,而最后的 ἢ ἄνθρωπος 则修饰比较级 κρείττων,意为“超越人类的存在”。这一句法结构构成了双重排除——要么低于人类(野兽),要么高于人类(神明),这直接呼应了后文 1253a29 处的表述(ἢ θηρίον ἢ θεός)。
  2. 1253aὁ δὲ ἄνθρωπος ὅπλα ἔχων φύεται φρονήσει καὶ ἀρετῇ — 与格短语 φρονήσει καὶ ἀρετῇ(服务于智慧和德性)有两种语法阐释:一是作状语修饰不及物动词 φύεται(“天生伴随……”);二是作目的/用途与格修饰名词 ὅπλα(“拥有用于……的武器”)。鉴于亚里士多德紧接着指出这些武器(οἷς)可以被用于相反的目的,可见这些天生的武器(即言语与理智能力)本是为了实现智慧与德性而赋予的,因此采用第二种解释,即作目的与格修饰 ὅπλα。
  3. 1253aπολιτικόν — 尽管主语 ἡ δὲ δικαιοσύνη(正义)是阴性名词,但表语形容词 πολιτικόν 却使用了中性单数形式。这体现了亚里士多德式的文体特征,即将抽象概念概括并定义为一种普遍的“事物”(作实质化的中性名词处理),意指“正义是属于城邦(政治共同体)性质的东西”。

引用这一段

亚里士多德, 政治学 §1.1253a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:1.1253a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。