§1.1252aἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ γὰρ εἶναι δοκοῦντος ἀγαθοῦ χάριν πάντα πράττουσι πάντες), δῆλον ὡς πᾶσαι μὲν ἀγαθοῦ τινος στοχάζονται, μάλιστα δὲ καὶ τοῦ κυριωτάτου πάντων ἡ πασῶν κυριωτάτη καὶ πάσας περιέχουσα τὰς ἄλλας.
既然我们看到,每一个城邦都是某种共同体,而且每一个共同体都是为了某种善而建立的(因为所有人做一切事情都是为了那看似是善的东西),那么显然,虽然所有的共同体都追求某种善,但那在所有共同体中最具主导地位、并包含其他所有共同体的共同体,最追求那最主导的善。
αὕτη δʼ ἐστὶν ἡ καλουμένη πόλις καὶ ἡ κοινωνία ἡ πολιτική.
而这就是所谓的城邦,即政治共同体。
ὅσοι μὲν οὖν οἴονται πολιτικὸν καὶ βασιλικὸν καὶ οἰκονομικὸν καὶ δεσποτικὸν εἶναι τὸν αὐτὸν οὐ καλῶς λέγουσιν (πλήθει γὰρ καὶ ὀλιγότητι νομίζουσι διαφέρειν ἀλλʼ οὐκ εἴδει τούτων ἕκαστον, οἷον ἂν μὲν ὀλίγων, δεσπότην, ἂν δὲ πλειόνων, οἰκονόμον, ἂν δʼ ἔτι πλειόνων, πολιτικὸν ἢ βασιλικόν, ὡς οὐδὲν διαφέρουσαν μεγάλην οἰκίαν ἢ μικρὰν πόλιν· καὶ πολιτικὸν δὲ καὶ βασιλικόν, ὅταν μὲν αὐτὸς ἐφεστήκῃ, βασιλικόν, ὅταν δὲ κατὰ τοὺς λόγους τῆς ἐπιστήμης τῆς τοιαύτης κατὰ μέρος ἄρχων καὶ ἀρχόμενος, πολιτικόν· ταῦτα δʼ οὐκ ἔστιν ἀληθῆ)·
因此,那些认为政治家、君王、家政管理者和奴隶主是同一人的人,说得并不对(因为他们认为这些角色中的每一个都只是由于被统治的人数多寡而有所不同,而不是由于种类不同;例如,如果统治的是少数人,就是奴隶主,如果人数较多,就是家政管理者,如果人数更多,就是政治家或君王,仿佛一个大家庭和一个小城邦毫无差别似的;至于政治家和君王,他们认为当其自身独揽大权时便是君王,而当他根据此类科学的原理轮流作为统治者和被统治者时,便是政治家;但这些说法并不真实)。
δῆλον δʼ ἔσται τὸ λεγόμενον ἐπισκοποῦσι κατὰ τὴν ὑφηγημένην μέθοδον.
然而,如果按照我们所遵循的方法进行考察,所说的话就会变得很清楚。
ὥσπερ γὰρ ἐν τοῖς ἄλλοις τὸ σύνθετον μέχρι τῶν ἀσυνθέτων ἀνάγκη διαιρεῖν (ταῦτα γὰρ ἐλάχιστα μόρια τοῦ παντός), οὕτω καὶ πόλιν ἐξ ὧν σύγκειται σκοποῦντες ὀψόμεθα καὶ περὶ τούτων μᾶλλον, τί τε διαφέρουσιν ἀλλήλων καὶ εἴ τι τεχνικὸν ἐνδέχεται λαβεῖν περὶ ἕκαστον τῶν ῥηθέντων.
因为,正如在其他事物中,必须将复合体分解到其非复合的组成部分(因为这些是整体的最小部分)一样,通过考察城邦是由什么组成的,我们也将更清楚地看到这些角色彼此之间有什么不同,以及对于上述每一个角色是否有可能获得某种系统性的科学理解。
εἰ δή τις ἐξ ἀρχῆς τὰ πράγματα φυόμενα βλέψειεν, ὥσπερ ἐν τοῖς ἄλλοις, καὶ ἐν τούτοις κάλλιστʼ ἂν οὕτω θεωρήσειεν.
因此,如果有人像在其他事物中一样,从最初的发展过程来观察事物的生长,那么在这些事情上也能以此得到最好的考察。
ἀνάγκη δὴ πρῶτον συνδυάζεσθαι τοὺς ἄνευ ἀλλήλων μὴ δυναμένους εἶναι, οἷον θῆλυ μὲν καὶ ἄρρεν τῆς γενέσεως ἕνεκεν (καὶ τοῦτο οὐκ ἐκ προαιρέσεως, ἀλλʼ ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις καὶ φυτοῖς φυσικὸν τὸ ἐφίεσθαι, οἷον αὐτό, τοιοῦτον καταλιπεῖν ἕτερον), ἄρχον δὲ καὶ ἀρχόμενον φύσει, διὰ τὴν σωτηρίαν.
首先,那些彼此不能独立存在的人必须配对,例如为了生育而结合的雌与雄(这并非出于选择,而是如同在其他动物和植物中一样,渴望留下另一个与自己相似的个体的自然本能),以及出于安全保存的需要而天然产生的统治者和被统治者。
τὸ μὲν γὰρ δυνάμενον τῇ διανοίᾳ προορᾶν ἄρχον φύσει καὶ δεσπόζον φύσει, τὸ δὲ δυνάμενον τῷ σώματι ταῦτα πονεῖν ἀρχόμενον καὶ φύσει δοῦλον·
因为,凡是能用理智进行先见的人,在自然上就是统治者和自然上的主人;而凡是能用身体承担这些劳役的人,则是被统治者和自然上的奴隶。
διὸ δεσπότῃ καὶ δούλῳ ταὐτὸ συμφέρει.
因此,奴隶主和奴隶有着共同的利益。
§1.1252bφύσει μὲν οὖν διώρισται τὸ θῆλυ καὶ τὸ δοῦλον (οὐθὲν γὰρ ἡ φύσις ποιεῖ τοιοῦτον οἷον οἱ χαλκοτύποι τὴν Δελφικὴν μάχαιραν, πενιχρῶς, ἀλλʼ ἓν πρὸς ἕν· οὕτω γὰρ ἂν ἀποτελοῖτο κάλλιστα τῶν ὀργάνων ἕκαστον, μὴ πολλοῖς ἔργοις ἀλλʼ ἑνὶ δουλεῦον)·
自然在雌性和奴隶之间做出了区别(因为自然并不像铁匠制作德尔斐刀那样吝啬地制造任何东西,而是让一件东西服务于一个目的;因为只有这样,每种工具才能不服务于多种工作而只服务于一种工作,从而制作得最完美)。
ἐν δὲ τοῖς βαρβάροις τὸ θῆλυ καὶ τὸ δοῦλον τὴν αὐτὴν ἔχει τάξιν.
但在野蛮人中,女性和奴隶处于同等地位。
αἴτιον δʼ ὅτι τὸ φύσει ἄρχον οὐκ ἔχουσιν, ἀλλὰ γίνεται ἡ κοινωνία αὐτῶν δούλης καὶ δούλου.
其原因在于,他们没有天然的统治者,他们的共同体变成了女奴隶和男奴隶的结合。
διό φασιν οἱ ποιηταὶ
"
βαρβάρων δʼ Ἕλληνας ἄρχειν εἰκός,
"
ὡς ταὐτὸ φύσει βάρβαρον καὶ δοῦλον ὄν.
因此诗人们说: “希腊人统治野蛮人是理所当然的”,这仿佛是在说,野蛮人和奴隶在自然上是同一种东西。
ἐκ μὲν οὖν τούτων τῶν δύο κοινωνιῶν οἰκία πρώτη, καὶ ὀρθῶς Ἡσίοδος εἶπε ποιήσας
"
οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα·
因此,由这两种共同体组成了最初的家庭,而赫西俄德写道: “首先是房屋,然后是妻子,还有耕地的牛” 也是正确的。
"
ὁ γὰρ βοῦς ἀντʼ οἰκέτου τοῖς πένησίν ἐστιν.
因为对于穷人来说,牛就代替了家奴。
ἡ μὲν οὖν εἰς πᾶσαν ἡμέραν συνεστηκυῖα κοινωνία κατὰ φύσιν οἶκός ἐστιν, οὓς Χαρώνδας μὲν καλεῖ ὁμοσιπύους, Ἐπιμενίδης δὲ ὁ Κρὴς ὁμοκάπους·
因此,为了满足日常生活需要而依自然建立起来的共同体就是家庭,沙隆达斯称其成员为“同粮柜者”,克里特的埃庇米尼得斯则称其为 “同食槽者”。
ἡ δʼ ἐκ πλειόνων οἰκιῶν κοινωνία πρώτη χρήσεως ἕνεκεν μὴ ἐφημέρου κώμη.
而由多个家庭为了非日常生活需要而组成的最初的共同体是村落。
μάλιστα δὲ κατὰ φύσιν ἔοικεν ἡ κώμη ἀποικία οἰκίας εἶναι, οὓς καλοῦσί τινες ὁμογάλακτας,.
从最自然的情况来看,村落似乎是家庭的派生(分家),有人称其成员为“同乳者”。
διὸ καὶ τὸ πρῶτον ἐβασιλεύοντο αἱ πόλεις, καὶ νῦν ἔτι τὰ ἔθνη· ἐκ βασιλευομένων γὰρ συνῆλθον·
因此,各城邦最初都由君王统治,直至今日诸民族依然如此,因为它们是由本就受君王统治的人合并而成的。
πᾶσα γὰρ οἰκία βασιλεύεται ὑπὸ τοῦ πρεσβυτάτου, ὥστε καὶ αἱ ἀποικίαι, διὰ τὴν συγγένειαν.
因为每一个家庭都由最年长者实行君主式的统治,所以,由于亲族关系,派生的村落也是如此。
καὶ τοῦτʼ ἐστὶν ὃ λέγει Ὅμηρος
"
θεμιστεύει δὲ ἕκαστος
παίδων ἠδʼ ἀλόχων. "
σποράδες γάρ· καὶ οὕτω τὸ ἀρχαῖον ᾤκουν.
这就是荷马所说的: “每个人各自发号施令,对自己的儿女和妻子” 因为他们当时散居,古人就是这样生活的。
καὶ τοὺς θεοὺς δὲ διὰ τοῦτο πάντες φασὶ βασιλεύεσθαι, ὅτι καὶ αὐτοὶ οἱ μὲν ἔτι καὶ νῦν οἱ δὲ τὸ ἀρχαῖον ἐβασιλεύοντο, ὥσπερ δὲ καὶ τὰ εἴδη ἑαυτοῖς ἀφομοιοῦσιν οἱ ἄνθρωποι, οὕτω καὶ τοὺς βίους τῶν θεῶν.
人们之所以都说神明也受君王统治,也是由于这个原因,因为他们自己(有的至今依然,有的在古代)就是受君王统治的;正如人类把神明的外形描绘得像自己一样,他们也把神明的生活方式描绘得像自己一样。
ἡ δʼ ἐκ πλειόνων κωμῶν κοινωνία τέλειος πόλις, ἤδη πάσης ἔχουσα πέρας τῆς αὐταρκείας ὡς ἔπος εἰπεῖν, γινομένη μὲν τοῦ ζῆν ἕνεκεν, οὖσα δὲ τοῦ εὖ ζῆν.
而由多个村落组成的完全共同体就是城邦。 可以说,它此时已经达到了完全自足的界限,它为了生存而产生,但为了优良的生活而存在。
διὸ πᾶσα πόλις φύσει ἔστιν, εἴπερ καὶ αἱ πρῶται κοινωνίαι.
因此,如果说最初的那些共同体是自然的,那么每一个城邦也都是自然存在的。
τέλος γὰρ αὕτη ἐκείνων, ἡ δὲ φύσις τέλος ἐστίν· οἷον γὰρ ἕκαστόν ἐστι τῆς γενέσεως τελεσθείσης, ταύτην φαμὲν τὴν φύσιν εἶναι ἑκάστου, ὥσπερ ἀνθρώπου ἵππου οἰκίας.
因为城邦是那些共同体的终点(目的),而自然就是终点;因为每一个事物在其发展完成时是什么状态,我们就说这就是该事物的自然(本性),例如人、马、家庭的本性。
ἔτι τὸ οὗ ἕνεκα καὶ τὸ τέλος βέλτιστον·
此外,事物所为了的目的(终点)也就是最好的;