§9.1φανερὸν δὲ ἐκ τῶν εἰρημένων καὶ ὅτι οὐ τὸ τὰ γενόμενα λέγειν, τοῦτο ποιητοῦ ἔργον ἐστίν, ἀλλ’ οἷα ἂν γένοιτο καὶ τὰ δυνατὰ κατὰ τὸ εἰκὸς ἢ τὸ ἀναγκαῖον.
从上述情况可以清楚地看出,诗人的职责不在于描述已经发生的事,而在于描述可能发生的事,即按照可信律或必然律可能发生的事。
§9.2ὁ γὰρ ἱστορικὸς καὶ ὁ ποιητὴς οὐ τῷ ἢ ἔμμετρα λέγειν ἢ ἄμετρα διαφέρουσιν (εἴη γὰρ ἂν τὰ Ἡροδότου εἰς μέτρα τεθῆναι καὶ οὐδὲν ἧττον ἂν εἴη ἱστορία τις μετὰ μέτρου ἢ ἄνευ μέτρων)· ἀλλὰ τούτῳ διαφέρει, τῷ τὸν μὲν τὰ γενόμενα λέγειν, τὸν δὲ οἷα ἂν γένοιτο.
因为历史学家和诗人的区别不在于一个用韵文写作,一个不用韵文(因为希罗多德的著作也可以被改成韵文,而不管有没有韵律,它依然是某种历史);他们的区别在于:一者描述已经发生的事,另一者描述可能发生的事。
§9.3διὸ καὶ φιλοσοφώτερον καὶ σπουδαιότερον ποίησις ἱστορίας ἐστίν· ἡ μὲν γὰρ ποίησις μᾶλλον τὰ καθόλου, ἡ δ’ ἱστορία τὰ καθ’ ἕκαστον λέγει.
因此,诗比历史更具哲学意味,也更值得严肃对待;因为诗倾向于表现普遍的事物,而历史则倾向于表现个别的事物。
§9.4ἔστιν δὲ καθόλου μέν, τῷ ποίῳ τὰ ποῖα ἄττα συμβαίνει λέγειν ἢ πράττειν κατὰ τὸ εἰκὸς ἢ τὸ ἀναγκαῖον, οὗ στοχάζεται ἡ ποίησις ὀνόματα ἐπιτιθεμένη· τὸ δὲ καθ’ ἕκαστον, τί Ἀλκιβιάδης ἔπραξεν ἢ τί ἔπαθεν.
所谓“普遍的”,是指某一类角色按照可信律或必然律会说出或做出某类事,这正是诗在赋予名字时所追求的;而所谓“个别的”,则是指阿尔西比亚德斯做了什么,或者遭遇了什么。
§9.5ἐπὶ μὲν οὖν τῆς κωμῳδίας ἤδη τοῦτο δῆλον γέγονεν· συστήσαντες γὰρ τὸν μῦθον διὰ τῶν εἰκότων οὕτω τὰ τυχόντα ὀνόματα ὑποτιθέασιν, καὶ οὐχ ὥσπερ οἱ ἰαμβοποιοὶ περὶ τὸν καθ’ ἕκαστον ποιοῦσιν.
在喜剧方面,这一点已经显而易见了;因为喜剧诗人按照可信律构建好情节后,才填上任意的名字,而不是像讽刺诗人们那样针对具体的个别人物进行创作。
§9.6ἐπὶ δὲ τῆς τραγῳδίας τῶν γενομένων ὀνομάτων ἀντέχονται.
但在悲剧方面,诗人们却坚持使用历史上已有的名字。
αἴτιον δ’ ὅτι πιθανόν ἐστι τὸ δυνατόν· τὰ μὲν οὖν μὴ γενόμενα οὔπω πιστεύομεν εἶναι δυνατά, τὰ δὲ γενόμενα φανερὸν ὅτι δυνατά· οὐ γὰρ ἂν ἐγένετο, εἰ ἦν ἀδύνατα.
原因在于,可能的事才是可信的;我们对于未曾发生的事,还不能确信其为可能,但已经发生的事,显然是可能的,因为如果它不可能,就不会发生。
§9.7οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς τραγῳδίαις ἐν ἐνίαις μὲν ἓν ἢ δύο τῶν γνωρίμων ἐστὶν ὀνομάτων, τὰ δὲ ἄλλα πεποιημένα, ἐν ἐνίαις δὲ οὐθέν, οἷον ἐν τῷ Ἀγάθωνος Ἀνθεῖ·
虽然如此,但在某些悲剧中,也只有一两个是熟知的名字,其余都是虚构的;而在另一些悲剧中则一个熟知的名字也没有,例如阿伽通的《安丢斯》。
ὁμοίως γὰρ ἐν τούτῳ τά τε πράγματα καὶ τὰ ὀνόματα πεποίηται, καὶ οὐδὲν ἧττον εὐφραίνει.
因为在这部作品中,事件和名字同样都是虚构出来的,但它同样能使人快乐。
§9.8ὥστ’ οὐ πάντως εἶναι ζητητέον τῶν παραδεδομένων μύθων, περὶ οὓς αἱ τραγῳδίαι εἰσίν, ἀντέχεσθαι.
因此,绝不需要千方百计地去固守那些作为悲剧题材的传统情节。
καὶ γὰρ γελοῖον τοῦτο ζητεῖν, ἐπεὶ καὶ τὰ γνώριμα ὀλίγοις γνώριμά ἐστιν, ἀλλ’ ὅμως εὐφραίνει πάντας.
因为这样做是可笑的,因为即使是那些熟知的情节也只为少数人所熟知,但它却同样能使大家感到快乐。
§9.9δῆλον οὖν ἐκ τούτων ὅτι τὸν ποιητὴν μᾶλλον τῶν μύθων εἶναι δεῖ ποιητὴν ἢ τῶν μέτρων, ὅσῳ ποιητὴς κατὰ τὴν μίμησίν ἐστιν, μιμεῖται δὲ τὰς πράξεις.
由此显然可见,诗人应当更是一个情节的创造者,而不是韵律的创造者,因为他之所以是诗人是由于他的模仿,而他所模仿的是行动。
§9.10κἂν ἄρα συμβῇ γενόμενα ποιεῖν, οὐθὲν ἧττον ποιητής ἐστι· τῶν γὰρ γενομένων ἔνια οὐδὲν κωλύει τοιαῦτα εἶναι οἷα ἂν εἰκὸς γενέσθαι, καθ’ ὃ ἐκεῖνος αὐτῶν ποιητής ἐστιν.
即使他碰巧创作了已经发生的事,他也同样是诗人;因为在已发生的事情中,没有什么能阻碍某些事也具有可能按照可信律发生的那种性质,在这方面,他就是它们的创造者。
§9.11τῶν δὲ ἁπλῶν μύθων καὶ πράξεων αἱ ἐπεισοδιώδεις εἰσὶν χείρισται·
在简单的情节和行动中,插叙性的情节是最坏的。
λέγω δ’ ἐπεισοδιώδη μῦθον ἐν ᾧ τὰ ἐπεισόδια μετ’ ἄλληλα οὔτ’ εἰκὸς οὔτ’ ἀνάγκη εἶναι.
我所谓的“插叙性情节”,是指在其中各插段之间的相承既无可信律也无必然律的情节。
§9.11bτοιαῦται δὲ ποιοῦνται ὑπὸ μὲν τῶν φαύλων ποιητῶν δι’ αὐτούς, ὑπὸ δὲ τῶν ἀγαθῶν διὰ τοὺς ὑποκριτάς·
这种作品,拙劣的诗人是因为自身能力不足而写出,优秀的诗人则是为了迎合演员。
ἀγωνίσματα γὰρ ποιοῦντες καὶ παρὰ τὴν δύναμιν παρατείνοντες τὸν μῦθον πολλάκις διαστρέφειν ἀναγκάζονται τὸ ἐφεξῆς.
因为他们为了竞演而创作,并超出其承载能力地拉长情节,因而经常被迫去扭曲事件的先后顺序。
§9.11cἐπεὶ δὲ οὐ μόνον τελείας ἐστὶ πράξεως ἡ μίμησις ἀλλὰ καὶ φοβερῶν καὶ ἐλεεινῶν, ταῦτα δὲ γίνεται καὶ μάλιστα ὅταν γένηται παρὰ τὴν δόξαν δι’ ἄλληλα·
既然模仿不仅是对完整行动的模仿,而且也是对引发恐惧和怜悯之事的模仿,而当这些事出于意料之外、却又互为因果地发生时,最能产生这种效果。
§9.12τὸ γὰρ θαυμαστὸν οὕτως ἕξει μᾶλλον ἢ εἰ ἀπὸ τοῦ αὐτομάτου καὶ τῆς τύχης, ἐπεὶ καὶ τῶν ἀπὸ τύχης ταῦτα θαυμασιώτατα δοκεῖ ὅσα ὥσπερ ἐπίτηδες φαίνεται γεγονέναι, οἷον ὡς ὁ ἀνδριὰς ὁ τοῦ Μίτυος ἐν Ἄργει ἀπέκτεινεν τὸν αἴτιον τοῦ θανάτου τῷ Μίτυι, θεωροῦντι ἐμπεσών·
因为,相比于偶发和碰巧,以这种方式发生的事会更具惊奇感;因为即使在碰巧发生的事情中,那些看起来仿佛是刻意发生的事情也最令人惊奇。 例如,在阿耳戈斯,米堤斯的雕像倒下来砸死了杀害米堤斯的凶手,而当时那个凶手正在瞻仰雕像。
ἔοικε γὰρ τὰ τοιαῦτα οὐκ εἰκῇ γίνεσθαι·
因为这类事情似乎不是偶然发生的。
§9.13ὥστε ἀνάγκη τοὺς τοιούτους εἶναι καλλίους μύθους.
因此,这类情节必然更美。