Humanitext Reader

亚里士多德 · 诗学 §8.1-8.4

情节的统一性与荷马的史诗构思

第 9 段,共 28 段 · 希腊语

内容简介

阐明情节的统一性并非仅靠描写单一主角即可实现,并赞扬荷马将史诗围绕单一行动而非主角的整个生平来构建的卓越智慧。

§8.1μῦθος δ’ ἐστὶν εἷς οὐχ ὥσπερ τινὲς οἴονται ἐὰν περὶ ἕνα ᾖ·
情节的单一并不像有些人所认为的那样,只要它是关于一个人的就行。
πολλὰ γὰρ καὶ ἄπειρα τῷ ἑνὶ συμβαίνει, ἐξ ὧν ἐνίων οὐδέν ἐστιν ἕν·
因为发生在一个人身上的事有许多,甚至无数,而其中有些事情并不能合成为一个单一的事件。
οὕτως δὲ καὶ πράξεις ἑνὸς πολλαί εἰσιν, ἐξ ὧν μία οὐδεμία γίνεται πρᾶξις.
同样地,一个人的行动也有很多,但从中并不能产生任何单一的行动。
§8.2διὸ πάντες ἐοίκασιν ἁμαρτάνειν ὅσοι τῶν ποιητῶν Ἡρακληίδα Θησηίδα καὶ τὰ τοιαῦτα ποιήματα πεποιήκασιν·
因此,在诗人们当中,凡是创作了《赫拉克勒斯传》、《忒修斯传》以及此类诗作的人,似乎都犯了错误。
οἴονται γάρ, ἐπεὶ εἷς ἦν ὁ Ἡρακλῆς, ἕνα καὶ τὸν μῦθον εἶναι προσήκειν.
因为他们认为,既然赫拉克勒斯是一个人,那么情节也应当是一个。
§8.3ὁ δ’ Ὅμηρος ὥσπερ καὶ τὰ ἄλλα διαφέρει καὶ τοῦτ’ ἔοικεν καλῶς ἰδεῖν, ἤτοι διὰ τέχνην ἢ διὰ φύσιν·
而荷马正如在其他方面表现杰出一样,在这一点上似乎也看得很清楚,这或者是由于他的艺术技巧,或者是由于他的天赋。
Ὀδύσσειαν γὰρ ποιῶν οὐκ ἐποίησεν ἅπαντα ὅσα αὐτῷ συνέβη, οἷον πληγῆναι μὲν ἐν τῷ Παρνασσῷ, μανῆναι δὲ προσποιήσασθαι ἐν τῷ ἀγερμῷ, ὧν οὐδὲν θατέρου γενομένου ἀναγκαῖον ἦν ἢ εἰκὸς θάτερον γενέσθαι, ἀλλὰ περὶ μίαν πρᾶξιν οἵαν λέγομεν τὴν Ὀδύσσειαν συνέστησεν, ὁμοίως δὲ καὶ τὴν Ἰλιάδα.
因为在创作《奥德赛》时,他并没有把发生在奥德修斯身上的所有事情都写进去——例如他在帕尔纳索斯山上受伤,或者在集结军队时装疯——在这些事件中,其中一件事的发生并不必然或很可能导致另一件事的发生。 相反,他是围绕着我们所说的那种单一的行动来构建《奥德赛》的,同样地他也构建了《伊利亚特》。
§8.4χρὴ οὖν, καθάπερ καὶ ἐν ταῖς ἄλλαις μιμητικαῖς ἡ μία μίμησις ἑνός ἐστιν, οὕτω καὶ τὸν μῦθον, ἐπεὶ πράξεως μίμησίς ἐστι, μιᾶς τε εἶναι καὶ ταύτης ὅλης, καὶ τὰ μέρη συνεστάναι τῶν πραγμάτων οὕτως ὥστε μετατιθεμένου τινὸς μέρους ἢ ἀφαιρουμένου διαφέρεσθαι καὶ κινεῖσθαι τὸ ὅλον·
因此,正如在其他模仿艺术中,一个模仿是对一个对象的模仿一样,情节既然是对行动的模仿,就应当是对一个单一且完整的行动的模仿,而且事件的各个部分应当构建得如此紧密,以至于如果某一部分被移动或被删去,整个整体就会被拆散和震动。
ὃ γὰρ προσὸν ἢ μὴ προσὸν μηδὲν ποιεῖ ἐπίδηλον, οὐδὲν μόριον τοῦ ὅλου ἐστίν.
因为那件不论存在与否都显不出明显差异的事物,绝不是整体的任何一部分。

词汇与语法注释

  1. 8.1ἐὰν περί ἕνα ᾖ — 意为“如果是关于一个人的”条件从句。主句的谓语部分(εἷς ἐστιν)被省略,构成了否定(οὐχ)的逻辑结构,即“情节并不因为它是关于一个人的就成为单一的”。
  2. 8.3ὧν οὐδὲν θατέρου γενομένου — θατέρου γενομένου 是属格绝对结构(“当其中一件事发生时”)。前面的关系代词属格 ὧν(“在这些事件中”)修饰该结构。直译为“在这些事件中,当其中一件事发生时,另一件事(θάτερον)的发生并非必然或很可能”,以此说明这两个事件(受伤与装疯)之间缺乏因果关系或必然性。

引用这一段

亚里士多德, 诗学 §8.1-8.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:8.1-8.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。