§10.1εἰσὶ δὲ τῶν μύθων οἱ μὲν ἁπλοῖ οἱ δὲ πεπλεγμένοι· καὶ γὰρ αἱ πράξεις ὧν μιμήσεις οἱ μῦθοί εἰσιν ὑπάρχουσιν εὐθὺς οὖσαι τοιαῦται.
在情节中,有些是简单的,有些是复杂的;因为情节所模仿的行动本身,从一开始就是具有这种性质的。
§10.2λέγω δὲ ἁπλῆν μὲν πρᾶξιν ἧς γινομένης ὥσπερ ὥρισται συνεχοῦς καὶ μιᾶς ἄνευ περιπετείας ἢ ἀναγνωρισμοῦ ἡ μετάβασις γίνεται,
我所谓的简单行动,是指在其按照既定定义、连续且单一地进行过程中,既无突转也无发现,而发生转变的行动。
§10.3πεπλεγμένην δὲ ἐξ ἧς μετὰ ἀναγνωρισμοῦ ἢ περιπετείας ἢ ἀμφοῖν ἡ μετάβασίς ἐστιν.
而所谓复杂行动,则是指从行动中伴随着发现或突转,或两者兼具,而发生转变的行动。
§10.4ταῦτα δὲ δεῖ γίνεσθαι ἐξ αὐτῆς τῆς συστάσεως τοῦ μύθου, ὥστε ἐκ τῶν προγεγενημένων συμβαίνειν ἢ ἐξ ἀνάγκης ἢ κατὰ τὸ εἰκὸς γίγνεσθαι ταῦτα·
这些情况必须从情节的结构本身中产生,从而使它们由先前发生的事情中,按照必然律或可信律产生出来。
διαφέρει γὰρ πολὺ τὸ γίγνεσθαι τάδε διὰ τάδε ἢ μετὰ τάδε.
因为,某事是因为“由于这事”而发生,还是在“这事之后”发生,这两者之间有着极大的区别。