Humanitext Reader

亚里士多德 · 诗学 §7.1-7.12

情节的完整性与适度长度的界限

第 8 段,共 28 段 · 希腊语

内容简介

探讨悲剧最重要元素——情节的体积(长度),规定了其美学要求(易于一览和记忆)以及基于命运转折(不幸至幸福或相反)这一情节本性的必要限制。

§7.1διωρισμένων δὲ τούτων, λέγωμεν μετὰ ταῦτα ποίαν τινὰ δεῖ τὴν σύστασιν εἶναι τῶν πραγμάτων, ἐπειδὴ τοῦτο καὶ πρῶτον καὶ μέγιστον τῆς τραγῳδίας ἐστίν.
在规定了这些之后,接下来让我们探讨事件的安排应当是怎样的,因为这是悲剧的首要且最重大的部分。
§7.2κεῖται δὴ ἡμῖν τὴν τραγῳδίαν τελείας καὶ ὅλης πράξεως εἶναι μίμησιν ἐχούσης τι μέγεθος· ἔστιν γὰρ ὅλον καὶ μηδὲν ἔχον μέγεθος.
我们已经设定,悲剧是对一个完整且具有一定长度的行动的模仿;因为存在一个没有任何体积的整体。
§7.3ὅλον δέ ἐστιν τὸ ἔχον ἀρχὴν καὶ μέσον καὶ τελευτήν.
整体是指拥有起点、中点和终点的事物。
§7.4ἀρχὴ δέ ἐστιν ὃ αὐτὸ μὲν μὴ ἐξ ἀνάγκης μετ’ ἄλλο ἐστίν, μετ’ ἐκεῖνο δ’ ἕτερον πέφυκεν εἶναι ἢ γίνεσθαι·
起点是指其自身并不必然紧接着另一事物,但在它之后自然会有另一事物存在或产生的事物。
§7.5τελευτὴ δὲ τοὐναντίον ὃ αὐτὸ μὲν μετ’ ἄλλο πέφυκεν εἶναι ἢ ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολύ, μετὰ δὲ τοῦτο ἄλλο οὐδέν·
相反,终点是指其自身自然紧接着另一事物,或出于必然,或在大多数情况下,但在它之后就再无其他事物的事物。
§7.6μέσον δὲ ὃ καὶ αὐτὸ μετ’ ἄλλο καὶ μετ’ ἐκεῖνο ἕτερον.
中点则是其自身紧接着另一事物,且在它之后也有另一事物跟随的事物。
§7.7δεῖ ἄρα τοὺς συνεστῶτας εὖ μύθους μήθ’ ὁπόθεν ἔτυχεν ἄρχεσθαι μήθ’ ὅπου ἔτυχε τελευτᾶν, ἀλλὰ κεχρῆσθαι ταῖς εἰρημέναις ἰδέαις.
因此,结构良好的情节既不应随意开始,也不应随意结束,而应当运用上述的形式。
§7.8ἔτι δ’ ἐπεὶ τὸ καλὸν καὶ ζῷον καὶ ἅπαν πρᾶγμα ὃ συνέστηκεν ἐκ τινῶν οὐ μόνον ταῦτα τεταγμένα δεῖ ἔχειν ἀλλὰ καὶ μέγεθος ὑπάρχειν μὴ τὸ τυχόν· τὸ γὰρ καλὸν ἐν μεγέθει καὶ τάξει ἐστίν,
此外,既然一个美的事物,无论是生物还是任何由某些部分构成的器物,不仅其各部分必须排列有序,而且还必须拥有一种合适的(非随机的)大小;因为美就在于大小和秩序。
§7.9διὸ οὔτε πάμμικρον ἄν τι γένοιτο καλὸν ζῷον (συγχεῖται γὰρ ἡ θεωρία ἐγγὺς τοῦ ἀναισθήτου χρόνου γινομένη) οὔτε παμμέγεθες (οὐ γὰρ ἅμα ἡ θεωρία γίνεται ἀλλ’ οἴχεται τοῖς θεωροῦσι τὸ ἓν καὶ τὸ ὅλον ἐκ τῆς θεωρίας) οἷον εἰ μυρίων σταδίων εἴη ζῷον·
所以,极小的生物不能成为美的(因为在接近不可知觉的极短时间内进行观察,观察会变得模糊);极大的生物也不能成为美的(因为观察无法同时进行,其单一性和整体性对观察者而言在观察中消失了),例如,如果有一个长达一万斯塔迪安的生物。
§7.10ὥστε δεῖ καθάπερ ἐπὶ τῶν σωμάτων καὶ ἐπὶ τῶν ζῴων ἔχειν μὲν μέγεθος, τοῦτο δὲ εὐσύνοπτον εἶναι, οὕτω καὶ ἐπὶ τῶν μύθων ἔχειν μὲν μῆκος, τοῦτο δὲ εὐμνημόνευτον εἶναι.
因此,正如物体和生物必须拥有一定的大小,且这一大小必须易于一览无遗,同样地,情节也必须具有一定的长度,且这一长度必须易于记忆。
§7.11τοῦ δὲ μήκους ὅρος ὁ μὲν πρὸς τοὺς ἀγῶνας καὶ τὴν αἴσθησιν οὐ τῆς τέχνης ἐστίν· εἰ γὰρ ἔδει ἑκατὸν τραγῳδίας ἀγωνίζεσθαι, πρὸς κλεψύδρας ἂν ἠγωνίζοντο, † ὥσπερ ποτὲ καὶ ἄλλοτέ φασιν †.
至于长度的限制,那与竞赛和感知相关的限制并不属于艺术本身;因为如果需要用一百部悲剧进行竞赛,他们就会按照水时计来竞赛,正如人们所说在过去其他时候也曾发生过的那样。
§7.12ὁ δὲ κατ’ αὐτὴν τὴν φύσιν τοῦ πράγματος ὅρος, ἀεὶ μὲν ὁ μείζων μέχρι τοῦ σύνδηλος εἶναι καλλίων ἐστὶ κατὰ τὸ μέγεθος·
而根据事物本身性质的限制,只要能保持清晰可辨,体积较大者在大小上总是更美。
ὡς δὲ ἁπλῶς διορίσαντας εἰπεῖν, ἐν ὅσῳ μεγέθει κατὰ τὸ εἰκὸς ἢ τὸ ἀναγκαῖον ἐφεξῆς γιγνομένων συμβαίνει εἰς εὐτυχίαν ἐκ δυστυχίας ἢ ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταβάλλειν, ἱκανὸς ὅρος ἐστὶν τοῦ μεγέθους.
简单地规定来说,在事件按照可信或必然的顺序连续发生中,足以让命运从逆境转为顺境,或从顺境转为逆境的这种长度,就是体积的充分限制。

词汇与语法注释

  1. 7.2κεῖται δὴ ἡμῖν — 动词 `κεῖται` 意为“(作为前提)被设定/规定”,其逻辑主语是后面接续的双格不定式句 `τὴν τραγῳδίαν ... εἶναι μίμησιν`。与格 `ἡμῖν` 表示判断的主体(“在我们看来”)或施事者。
  2. 7.8ἔτι δ’ ἐπεὶ τὸ καλὸν — 以 `ἐπεὶ`(既然……)引导的从属句一直持续到 §7.8 的结束,但并没有直接出现与之相对应的的主句;相反,在 §7.9 中由连词 `διό`(因此)引导的结论部分实际上起到了主句的作用。这种结构是亚里士多德散文中常见的一种松散的句法安排(破格句法的一种)。
  3. 7.12ἐν ὅσῳ μεγέθει — 关系代词 `ὅσῳ` 之中合并了本应作为先行词的 `μεγέθει`。句子的基本结构是,关系从句(`ἐν ὅσῳ μεγέθει ... μεταβάλλειν`:在足以发生……转变的大小中)构成了整个句子的主语部分,并与谓语部分 `ἱκανὸς ὅρος ἐστὶν τοῦ μεγέθους`(是体积的充分限制)相结。

引用这一段

亚里士多德, 诗学 §7.1-7.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:7.1-7.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。