§6.13οὔκουν ὅπως τὰ ἤθη μιμήσωνται πράττουσιν, ἀλλὰ τὰ ἤθη συμπεριλαμβάνουσιν διὰ τὰς πράξεις· ὥστε τὰ πράγματα καὶ ὁ μῦθος τέλος τῆς τραγῳδίας, τὸ δὲ τέλος μέγιστον ἁπάντων.
因此,他们行动并不是为了模仿性格,而是为了行动而顺便带入性格;所以,事件和情节是悲剧的目的,而目的是一切之中最重大的。
§6.14ἔτι ἄνευ μὲν πράξεως οὐκ ἂν γένοιτο τραγῳδία, ἄνευ δὲ ἠθῶν γέ νοιτ’ ἄν·
此外,没有行动,悲剧就无法产生,但没有性格,却可能产生。
§6.15αἱ γὰρ τῶν νέων τῶν πλείστων ἀήθεις τραγῳδίαι εἰσίν, καὶ ὅλως ποιηταὶ πολλοὶ τοιοῦτοι, οἷον καὶ τῶν γραφέων Ζεῦξις πρὸς Πολύγνωτον πέπονθεν· ὁ μὲν γὰρ Πολύγνωτος ἀγαθὸς ἠθογράφος, ἡ δὲ Ζεύξιδος γραφὴ οὐδὲν ἔχει ἦθος.
因为大多数现代诗人的悲剧都缺乏性格,而且总的来说,许多诗人都是如此,正如在画家当中,泽乌克西斯与波利格诺托斯相比也是这种情况;因为波利格诺托斯擅长描绘性格,而泽乌克西斯的画作则不包含任何性格。
§6.16ἔτι ἐάν τις ἐφεξῆς θῇ ῥήσεις ἠθικὰς καὶ λέξει καὶ διανοίᾳ εὖ πεποιημένας, οὐ ποιήσει ὃ ἦν τῆς τραγῳδίας ἔργον, ἀλλὰ πολὺ μᾶλλον ἡ καταδεεστέροις τούτοις κεχρημένη τραγῳδία, ἔχουσα δὲ μῦθον καὶ σύστασιν πραγμάτων.
此外,如果有人接连摆出表现性格的台词,即使在言语表达和思想上雕琢得很好,也无法完成悲剧的功能,而一部在这些方面较差、但拥有情节和事件安排的悲剧,则要成功得多。
§6.17πρὸς δὲ τούτοις τὰ μέγιστα οἷς ψυχαγωγεῖ ἡ τραγῳδία τοῦ μύθου μέρη ἐστίν, αἵ τε περιπέτειαι καὶ ἀναγνωρίσεις.
除此之外,悲剧借以吸引观众心灵的最重要手段是情节的组成部分,即突转和发现。
§6.18ἔτι σημεῖον ὅτι καὶ οἱ ἐγχειροῦντες ποιεῖν πρότερον δύνανται τῇ λέξει καὶ τοῖς ἤθεσιν ἀκριβοῦν ἢ τὰ πράγματα συνίστασθαι, οἷον καὶ οἱ πρῶτοι ποιηταὶ σχεδὸν ἅπαντες.
另一个证据是,尝试写诗的人,在准确把握言语表达和性格方面,要早于安排事件,正如几乎所有早期的诗人都是如此。
§6.19ἀρχὴ μὲν οὖν καὶ οἷον ψυχὴ ὁ μῦθος τῆς τραγῳδίας, δεύτερον δὲ τὰ ἤθη
因此,情节是悲剧的起点,好比是它的灵魂,而性格占第二位。
§6.20(παραπλήσιον γάρ ἐστιν καὶ ἐπὶ τῆς γραφικῆς· εἰ γάρ τις ἐναλείψειε τοῖς καλλίστοις φαρμάκοις χύδην, οὐκ ἂν ὁμοίως εὐφράνειεν καὶ λευκογραφήσας εἰκόνα)·
(这与绘画的情况相似;因为如果有人把最美丽的颜料杂乱地涂抹上去,其所带来的愉悦,也比不上一个用白描画出图像的人。
§6.21ἔστιν τε μίμησις πράξεως καὶ διὰ ταύτην μάλιστα τῶν πραττόντων.
)而且悲剧是对行动的模仿,正因如此,它最主要地是对行动着的人的模仿。
§6.22τρίτον δὲ ἡ διάνοια· τοῦτο δέ ἐστιν τὸ λέγειν δύνασθαι τὰ ἐνόντα καὶ τὰ ἁρμόττοντα, ὅπερ ἐπὶ τῶν λόγων τῆς πολιτικῆς καὶ ῥητορικῆς ἔργον ἐστίν·
第三是思想;而这是指说出情理之中和适宜之言的能力,这在言语中是政治学和修辞学的功能。
§6.23οἱ μὲν γὰρ ἀρχαῖοι πολιτικῶς ἐποίουν λέγοντας, οἱ δὲ νῦν ῥητορικῶς.
因为古时候的诗人让人物像政治家那样说话,而现在的诗人则让他们像修辞学家那样说话。
§6.24ἔστιν δὲ ἦθος μὲν τὸ τοιοῦτον ὃ δηλοῖ τὴν προαίρεσιν, ὁποία τις διόπερ οὐκ ἔχουσιν ἦθος τῶν λόγων ἐν οἷς μηδ’ ὅλως ἔστιν ὅ τι προαιρεῖται ἢ φεύγει ὁ λέγων—
性格是表明选择之倾向的那种东西;因此,在那些讲话者完全没有任何所选择或逃避之物的言论中,就不包含性格。
§6.25διάνοια δὲ ἐν οἷς ἀποδεικνύουσί τι ὡς ἔστιν ἢ ὡς οὐκ ἔστιν ἢ καθόλου τι ἀποφαίνονται.
而思想则存在于那些用以证明某事是或不是、或者表达某种普遍观点的言论中。
§6.26τέταρτον δὲ † τῶν μὲν λόγων † ἡ λέξις· λέγω δέ, ὥσπερ πρότερον εἴρηται, λέξιν εἶναι τὴν διὰ τῆς ὀνομασίας ἑρμηνείαν, ὃ καὶ ἐπὶ τῶν ἐμμέτρων καὶ ἐπὶ τῶν λόγων ἔχει τὴν αὐτὴν δύναμιν.
第四是言语方面的言语表达;正如前面所说,我所说的“言语表达”是指通过词语进行的表达,这在韵文和散文中都具有相同的效力。
§6.27τῶν δὲ λοιπῶν ἡ μελοποιία μέγιστον τῶν ἡδυσμάτων,
在其余的部分中,歌曲创作是最大的美化装饰。
§6.28ἡ δὲ ὄψις ψυχαγωγικὸν μέν, ἀτεχνότατον δὲ καὶ ἥκιστα οἰκεῖον τῆς ποιητικῆς· ἡ γὰρ τῆς τραγῳδίας δύναμις καὶ ἄνευ ἀγῶνος καὶ ὑποκριτῶν ἔστιν, ἔτι δὲ κυριωτέρα περὶ τὴν ἀπεργασίαν τῶν ὄψεων ἡ τοῦ σκευοποιοῦ τέχνη τῆς τῶν ποιητῶν ἐστιν.
视觉效果虽然能吸引观众,但最不具艺术性,也最不属于诗学艺术;因为悲剧的力量甚至在没有竞赛和演员的情况下也存在,而且,在制作视觉效果方面,道具师的艺术比诗人的艺术更为关键。