§5.1ἡ δὲ κωμῳδία ἐστὶν ὥσπερ εἴπομεν μίμησις φαυλοτέρων μέν, οὐ μέντοι κατὰ πᾶσαν κακίαν, ἀλλὰ τοῦ αἰσχροῦ ἐστι τὸ γελοῖον μόριον.
另一方面,如我们所说,喜剧是对较卑劣的人的模仿,但这并非涉及所有的恶德,而是滑稽乃是丑陋的一部分。
§5.2τὸ γὰρ γελοῖόν ἐστιν ἁμάρτημά τι καὶ αἶσχος ἀνώδυνον καὶ οὐ φθαρτικόν, οἷον εὐθὺς τὸ γελοῖον πρόσωπον αἰσχρόν τι καὶ διεστραμμένον ἄνευ ὀδύνης.
因为滑稽是一种不引起痛苦且不具毁灭性的某种缺陷和丑陋,例如现成的例子,滑稽的面具就是某种无痛苦地扭曲和丑陋的东西。
§5.3αἱ μὲν οὖν τῆς τραγῳδίας μεταβάσεις καὶ δι’ ὧν ἐγένοντο οὐ λελήθασιν, ἡ δὲ κωμῳδία διὰ τὸ μὴ σπουδάζεσθαι ἐξ ἀρχῆς ἔλαθεν·
因此,悲剧的演变以及是谁促成了这些演变,并没有被遗忘;而喜剧由于起初未受到重视,其过程却不为人知。
καὶ γὰρ χορὸν κωμῳδῶν ὀψέ ποτε ὁ ἄρχων ἔδωκεν, ἀλλ’ ἐθελονταὶ ἦσαν.
事实上,执政官很晚才给喜剧演员指派歌队,在此之前他们都是自愿者。
§5.4ἤδη δὲ σχήματά τινα αὐτῆς ἐχούσης οἱ λεγόμενοι αὐτῆς ποιηταὶ μνημονεύονται.
直到喜剧已经具有了某些形式,所谓的喜剧诗人才被记录下来。
τίς δὲ πρόσωπα ἀπέδωκεν ἢ προλόγους ἢ πλήθη ὑποκριτῶν καὶ ὅσα τοιαῦτα, ἠγνόηται.
至于谁引入了面具、序幕、演员的增加以及诸如此类的其他事物,则是未知的。
§5.5τὸ δὲ μύθους ποιεῖν τὸ μὲν ἐξ ἀρχῆς ἐκ Σικελίας ἦλθε, §5.6τῶν δὲ Ἀθήνησιν Κράτης πρῶτος ἦρξεν ἀφέμενος τῆς ἰαμβικῆς ἰδέας καθόλου ποιεῖν λόγους καὶ μύθους.
至于编造情节,起初是从西西里传来的;而在雅典的诗人中,克拉特斯最先开始放弃讽刺诗的形式,去创作普遍性的台词和情节。
§5.7ἡ μὲν οὖν ἐποποιία τῇ τραγῳδίᾳ μέχρι μὲν τοῦ μετὰ μέτρου λόγῳ μίμησις εἶναι σπουδαίων ἠκολούθησεν· τῷ δὲ τὸ μέτρον ἁπλοῦν ἔχειν καὶ ἀπαγγελίαν εἶναι, ταύτῃ διαφέρουσιν·
因此,史诗在通过有韵律的言语去模仿高尚的事物这一层面上是与悲剧一致的;但史诗采用单一的韵律并且是叙述性的,在这个方面它们有所不同。
§5.8ἔτι δὲ τῷ μήκει·
此外,它们在长度上也有所不同。
ἡ μὲν ὅτι μάλιστα πειρᾶται ὑπὸ μίαν περίοδον ἡλίου εἶναι ἢ μικρὸν ἐξαλλάττειν, ἡ δὲ ἐποποιία ἀόριστος τῷ χρόνῳ καὶ τούτῳ διαφέρει, §5.9καίτοι τὸ πρῶτον ὁμοίως ἐν ταῖς τραγῳδίαις τοῦτο ἐποίουν καὶ ἐν τοῖς ἔπεσιν.
悲剧力图使时间保持在太阳的一周之内,或者只稍微超出一点,而史诗在时间上则是无限制的,它们在这点上也有所不同,尽管起初他们在悲剧中也像在史诗中那样行事。
§5.10μέρη δ’ ἐστὶ τὰ μὲν ταὐτά, τὰ δὲ ἴδια τῆς τραγῳδίας·
至于它们的组成部分,有些是相同的,有些则是悲剧所特有的。
§5.11διόπερ ὅστις περὶ τραγῳδίας οἶδε σπουδαίας καὶ φαύλης, οἶδε καὶ περὶ ἐπῶν· ἃ μὲν γὰρ ἐποποιία ἔχει, ὑπάρχει τῇ τραγῳδίᾳ, ἃ δὲ αὐτῇ, οὐ πάντα ἐν τῇ ἐποποιίᾳ.
因此,凡是懂得好的悲剧和坏的悲剧的人,也懂得史诗;因为史诗所具有的要素,悲剧也都具有,但悲剧所具有的要素,并非全都存在于史诗之中。