§4.1ἐοίκασι δὲ γεννῆσαι μὲν ὅλως τὴν ποιητικὴν αἰτίαι δύο τινὲς καὶ αὗται φυσικαί.
看来,一般而言,产生诗歌艺术有两个原因,而且这些原因都是出于天性的。
§4.2τό τε γὰρ μιμεῖσθαι σύμφυτον τοῖς ἀνθρώποις ἐκ παίδων ἐστὶ καὶ τούτῳ διαφέρουσι τῶν ἄλλων ζῴων ὅτι μιμητικώτατόν ἐστι καὶ τὰς μαθήσεις ποιεῖται διὰ μιμήσεως τὰς πρώτας, καὶ τὸ χαίρειν τοῖς μιμήμασι πάντας.
因为模仿是人类从小就具有的本能,人与其他动物的区别就在于人是最擅长模仿的动物,并且通过模仿进行最初的学习;此外,所有人都在模仿物中获得快乐。
§4.3σημεῖον δὲ τούτου τὸ συμβαῖνον ἐπὶ τῶν ἔργων· ἃ γὰρ αὐτὰ λυπηρῶς ὁρῶμεν, τούτων τὰς εἰκόνας τὰς μάλιστα ἠκριβωμένας χαίρομεν θεωροῦντες, οἷον θηρίων τε μορφὰς τῶν ἀτιμοτάτων καὶ νεκρῶν.
这一点的证据是实际创作中发生的事实:对于那些我们亲眼看到会感到痛苦的事物,例如最卑贱的野兽的形状和尸体,当我们观看它们极其精确的图像时,却会感到快乐。
§4.4αἴτιον δὲ καὶ τούτου, ὅτι μανθάνειν οὐ μόνον τοῖς φιλοσόφοις ἥδιστον ἀλλὰ καὶ τοῖς ἄλλοις ὁμοίως, ἀλλ’ ἐπὶ βραχὺ κοινωνοῦσιν αὐτοῦ.
而这一点的起因在于,学习不仅对哲学家来说是最快乐的事,对其他人来说也是一样,只是其他人在这上面的参与有限。
§4.5διὰ γὰρ τοῦτο χαίρουσι τὰς εἰκόνας ὁρῶντες, ὅτι συμβαίνει θεωροῦντας μανθάνειν καὶ συλλογίζεσθαι τί ἕκαστον, οἷον ὅτι οὗτος ἐκεῖνος· ἐπεὶ ἐὰν μὴ τύχῃ προεωρακώς, §4.6οὐχ ᾗ μίμημα ποιήσει τὴν ἡδονὴν ἀλλὰ διὰ τὴν ἀπεργασίαν ἢ τὴν χροιὰν ἢ διὰ τοιαύτην τινὰ ἄλλην αἰτίαν.
因为人们喜欢看图像的原因就在于,在观看的过程中,他们能够学习并推断出每一件东西是什么,例如“这个人就是那个人”;然而,如果某人恰巧未曾预先见过它,它就不会因为作为模仿物而产生快感,而是由于其制作技巧、色彩或类似的其它原因。
§4.7κατὰ φύσιν δὲ ὄντος ἡμῖν τοῦ μιμεῖσθαι καὶ τῆς ἁρμονίας καὶ τοῦ ῥυθμοῦ (τὰ γὰρ μέτρα ὅτι μόρια τῶν ῥυθμῶν ἐστι φανερὸν) ἐξ ἀρχῆς οἱ πεφυκότες πρὸς αὐτὰ μάλιστα κατὰ μικρὸν προάγοντες ἐγέννησαν τὴν ποίησιν ἐκ τῶν αὐτοσχεδιασμάτων.
由于模仿、和声以及节奏(显然音步是节奏的组成部分)对我们来说是天生的,起初那些在这些方面最具有天赋的人,通过一步步的发展,从即兴创作中孕育出了诗歌。
§4.8διεσπάσθη δὲ κατὰ τὰ οἰκεῖα ἤθη ἡ ποίησις· οἱ μὲν γὰρ σεμνότεροι τὰς καλὰς ἐμιμοῦντο πράξεις καὶ τὰς τῶν τοιούτων, οἱ δὲ εὐτελέστεροι τὰς τῶν φαύλων, πρῶτον ψόγους ποιοῦντες, ὥσπερ ἕτεροι ὕμνους καὶ ἐγκώμια.
然而,诗歌随着诗人各自的性格而分化:因为那些性格高尚的人模仿高尚的行为和高尚之人的行径,而那些性格卑下的人则模仿卑劣之人的行为,他们起初创作讽刺诗,正如前者创作赞美诗和颂歌一样。
§4.9τῶν μὲν οὖν πρὸ Ὁμήρου οὐδενὸς ἔχομεν εἰπεῖν τοιοῦτον ποίημα, εἰκὸς δὲ εἶναι πολλούς, §4.10ἀπὸ δὲ Ὁμήρου ἀρξαμένοις ἔστιν, οἷον ἐκείνου ὁ Μαργίτης καὶ τὰ τοιαῦτα.
因此,对于荷马之前的诗人,我们无法指出任何一首这样的诗作,但很可能存在过许多这样的诗;但从荷马开始,就有了这样的作品,例如他的《马尔吉特斯》及此类作品。
ἐν οἷς κατὰ τὸ ἁρμόττον καὶ τὸ ἰαμβεῖον ἦλθε μέτρον—διὸ καὶ ἰαμβεῖον καλεῖται νῦν, ὅτι ἐν τῷ μέτρῳ τούτῳ ἰάμβιζον ἀλλήλους.
在这些作品中,根据其合适性引入了短长格韵律——这也是为什么它现在被称为短长格,因为人们用这种韵律互相嘲弄。
§4.11καὶ ἐγένοντο τῶν παλαιῶν οἱ μὲν ἡρωικῶν οἱ δὲ ἰάμβων ποιηταί.
于是,古代诗人们有的成了英雄叙事诗的作者,有的成了讽刺诗的作者。
§4.12ὥσπερ δὲ καὶ τὰ σπουδαῖα μάλιστα ποιητὴς Ὅμηρος ἦν (μόνος γὰρ οὐχ ὅτι εὖ ἀλλὰ καὶ μιμήσεις δραματικὰς ἐποίησεν), οὕτως καὶ τὸ τῆς κωμῳδίας σχῆμα πρῶτος ὑπέδειξεν, οὐ ψόγον ἀλλὰ τὸ γελοῖον δραματοποιήσας· ὁ γὰρ Μαργίτης ἀνάλογον ἔχει, ὥσπερ Ἰλιὰς καὶ ἡ Ὀδύσσεια πρὸς τὰς τραγῳδίας, οὕτω καὶ οὗτος πρὸς τὰς κωμῳδίας.
正如荷马在严肃题材方面也是最杰出的诗人(因为他不仅写得好,而且还是唯一创作了戏剧化模仿的人),同样,他也是第一个揭示喜剧形式的人,因为他使滑稽事物戏剧化,而不是写讽刺诗;《马尔吉特斯》对于喜剧的关系,正如《伊利亚特》和《奥德赛》对于悲剧的关系一样。
§4.13παραφανείσης δὲ τῆς τραγῳδίας καὶ κωμῳδίας οἱ ἐφ’ ἑκατέραν τὴν ποίησιν ὁρμῶντες κατὰ τὴν οἰκείαν φύσιν οἱ μὲν ἀντὶ τῶν ἰάμβων κωμῳδοποιοὶ ἐγένοντο, οἱ δὲ ἀντὶ τῶν ἐπῶν τραγῳδοδιδάσκαλοι, διὰ τὸ μείζω καὶ ἐντιμότερα τὰ σχήματα εἶναι ταῦτα ἐκείνων.
随着悲剧和喜剧的出现,那些根据自身天性投身于这两类诗歌创作的人,有的取代了讽刺诗创作者而成为喜剧作家,有的取代了史诗创作者而成为悲剧编导,因为这些形式比以前的形式更宏大、更受尊崇。
τὸ μὲν οὖν ἐπισκοπεῖν εἰ ἄρα ἔχει ἤδη ἡ τραγῳδία τοῖς εἴδεσιν ἱκανῶς ἢ οὔ, αὐτό τε καθ’ αὑτὸ κρῖναι καὶ πρὸς τὰ θέατρα, ἄλλος λόγος.
至于悲剧在其形式上是否已经发展得足够完备,无论是就其自身来评判,还是就剧场观众而言来评判,那是另一个问题。
§4.14γενομένη δ’ οὖν ἀπ’ ἀρχῆς αὐτοσχεδιαστικῆς — καὶ αὐτὴ καὶ ἡ κωμῳδία, καὶ ἡ μὲν ἀπὸ τῶν ἐξαρχόντων τὸν διθύραμβον, ἡ δὲ ἀπὸ τῶν τὰ φαλλικὰ ἃ ἔτι καὶ νῦν ἐν πολλαῖς τῶν πόλεων διαμένει νομιζόμενα — κατὰ μικρὸν ηὐξήθη προαγόντων ὅσον ἐγίγνετο φανερὸν αὐτῆς·
无论如何,悲剧和喜剧起初都是从即兴创作开始的——前者起源于迪提朗博斯的领唱者,后者起源于那些唱阳物歌的领唱者(这种歌至今在许多城市中作为习俗保留着)——随着诗人们逐渐使它显露出来的那些部分得到发展,它也一步步成长起来。
§4.15καὶ πολλὰς μεταβολὰς μεταβαλοῦσα ἡ τραγῳδία ἐπαύσατο, ἐπεὶ ἔσχε τὴν αὑτῆς φύσιν.
经历过许多变化之后,悲剧在获得了它自身的本性之后,便停止了改变。
§4.16καὶ τό τε τῶν ὑποκριτῶν πλῆθος ἐξ ἑνὸς εἰς δύο πρῶτος Αἰσχύλος ἤγαγε καὶ τὰ τοῦ χοροῦ ἠλάττωσε καὶ τὸν λόγον πρωταγωνιστεῖν παρεσκεύασεν· τρεῖς δὲ καὶ σκηνογραφίαν Σοφοκλῆς.
埃斯库罗斯最先将演员人数从一人增至二人,并减少了歌队的部分,使台词起主导作用;而索福克勒斯则引入了三人演员制和舞台背景画。
§4.17ἔτι δὲ τὸ μέγεθος· ἐκ μικρῶν μύθων καὶ λέξεως γελοίας διὰ τὸ ἐκ σατυρικοῦ μεταβαλεῖν ὀψὲ ἀπεσεμνύνθη, τό τε μέτρον ἐκ τετραμέτρου ἰαμβεῖον ἐγένετο.
此外,关于其篇幅:它从短小的隐喻和滑稽的措辞开始(因为它是从萨堤洛斯剧演变而来的),直到很晚才变得庄重起来,同时其韵律也由四步格变成了短长格。
§4.18τὸ μὲν γὰρ πρῶτον τετραμέτρῳ ἐχρῶντο διὰ τὸ σατυρικὴν καὶ ὀρχηστικωτέραν εἶναι τὴν ποίησιν, λέξεως δὲ γενομένης αὐτὴ ἡ φύσις τὸ οἰκεῖον μέτρον εὗρε·
因为起初他们使用四步格,是由于那种诗歌具有萨堤洛斯剧的性质且更适合舞蹈;但当日常台词出现时,其天性本身就找到了合适的韵律。
μάλιστα γὰρ λεκτικὸν τῶν μέτρων τὸ ἰαμβεῖόν ἐστιν·
因为在各种韵律中,短长格最具有说话性质。
σημεῖον δὲ τούτου, §4.19πλεῖστα γὰρ ἰαμβεῖα λέγομεν ἐν τῇ διαλέκτῳ τῇ πρὸς ἀλλήλους, ἑξάμετρα δὲ ὀλιγάκις καὶ ἐκβαίνοντες τῆς λεκτικῆς ἁρμονίας.
这一点的证据是,我们在日常互相谈话中说出最多的就是短长格,而六步格则极少,且只有当我们脱离了口语的自然节奏时才会出现。
§4.20ἔτι δὲ ἐπεισοδίων πλήθη.
此外,还有插叙的数量。
καὶ τὰ ἄλλ’ ὡς ἕκαστα κοσμηθῆναι λέγεται ἔστω ἡμῖν εἰρημένα·
至于其它细节,以及它们各自如何据说得到了修饰,且算作我们已经谈过。
§4.21πολὺ γὰρ ἂν ἴσως ἔργον εἴη διεξιέναι καθ’ ἕκαστον.
因为若要逐一详加论述,恐怕是一项极繁重的工作。