§3.1ἔτι δὲ τούτων τρίτη διαφορὰ τὸ ὡς ἕκαστα τούτων μιμήσαιτο ἄν τις.
此外,这些之中的第三个差异,是人们如何模仿这些之中的每一个。
§3.2καὶ γὰρ ἐν τοῖς αὐτοῖς καὶ τὰ αὐτὰ μιμεῖσθαι ἔστιν ὁτὲ μὲν ἀπαγγέλλοντα, ἢ ἕτερόν τι γιγνόμενον ὥσπερ Ὅμηρος ποιεῖ ἢ ὡς τὸν αὐτὸν καὶ μὴ μεταβάλλοντα, ἢ πάντας ὡς πράττοντας καὶ ἐνεργοῦντας † τοὺς μιμουμένους †.
因为,在相同的媒介中模仿相同的对象时,有时可以通过叙述——要么像荷马那样化身为他人,要么作为不改变的同一人——或者通过将所有人展现为正在行动和活跃着的来进行。
§3.3ἐν τρισὶ δὴ ταύταις διαφοραῖς ἡ μίμησίς ἐστιν, ὡς εἴπομεν κατ’ ἀρχάς, ἐν οἷς τε καὶ ἃ καὶ ὥς.
因此,正如我们在开头所说,模仿存在于这三个差异之中:媒介、对象以及方式。
§3.4ὥστε τῇ μὲν ὁ αὐτὸς ἂν εἴη μιμητὴς Ὁμήρῳ Σοφοκλῆς, μιμοῦνται γὰρ ἄμφω σπουδαίους, τῇ δὲ Ἀριστοφάνει, πράττοντας γὰρ μιμοῦνται καὶ δρῶντας ἄμφω.
因此,在某一方面,索福克勒斯会是与荷马相同的模仿者,因为两人都模仿高尚的人;但在另一方面,他又与阿里斯托芬相同,因为两人都模仿正在行动和做事的人。
ὅθεν καὶ δράματα καλεῖσθαί τινες αὐτά φασιν, ὅτι μιμοῦνται δρῶντας.
因此,有人说这些作品也被称为“戏剧”,因为它们模仿正在做事的人。
§3.5διὸ καὶ ἀντιποιοῦνται τῆς τε τραγῳδίας καὶ τῆς κωμῳδίας οἱ Δωριεῖς (τῆς μὲν γὰρ κωμῳδίας οἱ Μεγαρεῖς οἵ τε ἐνταῦθα ὡς ἐπὶ τῆς παρ’ αὐτοῖς δημοκρατίας γενομένης καὶ οἱ ἐκ Σικελίας, ἐκεῖθεν γὰρ ἦν Ἐπίχαρμος ὁ ποιητὴς πολλῷ πρότερος ὢν Χιωνίδου καὶ Μάγνητος· καὶ τῆς τραγῳδίας ἔνιοι τῶν ἐν Πελοποννήσῳ) ποιούμενοι τὰ ὀνόματα σημεῖον·
正因为如此,多利亚人声称悲剧和喜剧都归功于他们(关于喜剧,麦加拉人——既包括本地的,理由是它产生于他们民主制时期,也包括西西里的,因为诗人埃庇卡摩斯来自那里,他比希奥尼德斯和马格涅斯要早得多;关于悲剧,则由伯罗奔尼撒的某些人声称),他们以名称作为其证据。
§3.6αὐτοὶ μὲν γὰρ κώμας τὰς περιοικίδας καλεῖν φασιν, Ἀθηναίους δὲ δήμους, ὡς κωμῳδοὺς οὐκ ἀπὸ τοῦ κωμάζειν λεχθέντας ἀλλὰ τῇ κατὰ κώμας πλάνῃ ἀτιμαζομένους ἐκ τοῦ ἄστεως·
因为他们说,他们自己把周围的村落称为 *komai*,而雅典人则称之为 *demoi*,并认为喜剧演员(*komodoi*)被称为此,不是因为狂欢(*komazein*),而是因为他们被不名誉地逐出城市后在村庄(*komai*)中徘徊。
καὶ τὸ ποιεῖν αὐτοὶ μὲν δρᾶν, Ἀθηναίους δὲ πράττειν προσαγορεύειν.
而且,他们说他们自己用 *dran* 表示“做”,而雅典人则用 *prattein*。
περὶ μὲν οὖν τῶν διαφορῶν καὶ πόσαι καὶ τίνες τῆς μιμήσεως εἰρήσθω ταῦτα.
因此,关于模仿的差异,有多少种以及是什么,就谈到这里。