Humanitext Reader

亚里士多德 · 诗学 §25.17-25.32

通过言辞手段化解诗歌批评的十二种方法

第 27 段,共 28 段 · 希腊语

内容简介

作者提出了解决诗学指责的十二种方法,并通过具体实例阐明了隐喻、读音、句读、歧义和习惯等言辞手段的应用。最后,总结了指责的五种类型和解答的十二种类型。

§25.17τὸ δὲ κατὰ μεταφορὰν εἴρηται, οἷον πάντες μέν ῥα θεοί τε καὶ ἀνέρες εὗδον παννύχιοι· ἅμα δέ φησιν ἦ τοι ὅτ’ ἐς πεδίον τὸ Τρωικὸν ἀθρήσειεν, αὐλῶν συρίγγων τε ὅμαδον· τὸ γὰρ πάντες ἀντὶ τοῦ πολλοί κατὰ μεταφορὰν εἴρηται, τὸ γὰρ πᾶν πολύ τι.
其他地方则是通过隐喻来表达的,例如: “那时神明和人们全都整夜熟睡”;但同时他又说: “的确,每当他注视特洛伊平原,[就听到]长笛和排箫的喧嚣声”;因为“全都”在这里是作为“许多”的隐喻来使用的,因为“全”是一种“多”。
καὶ τὸ οἴη δ’ ἄμμορος κατὰ μεταφοράν, τὸ γὰρ γνωριμώτατον μόνον.
又如: “唯独它没有份额” 也是通过隐喻,因为最广为人知的事物被称作唯一的。
§25.18κατὰ δὲ προσῳδίαν, ὥσπερ Ἱππίας ἔλυεν ὁ Θάσιος, τὸ δίδομεν δέ οἱ εὖχος ἀρέσθαι καὶ τὸ μὲν οὗ καταπύθεται ὄμβρῳ.
还有些是通过读音(重音或气息)来解决的,正如萨索斯人希庇亚斯所解答的: “我们允许(didomen)他获得胜利” 以及: “其中的一部分(hou)因雨水而腐烂”。
§25.19τὰ δὲ διαιρέσει, οἷον Ἐμπεδοκλῆς αἶψα δὲ θνήτ’ ἐφύοντο τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι ζωρά τε πρὶν κέκρητο.
还有些是通过词句的分割(标点),例如恩培多克勒的: “那些先前学会了成为不死之物,忽然间生长成了凡俗必死之物;而先前纯粹不杂的,也被混合了。
§25.20τὰ δὲ ἀμφιβολίᾳ, παρῴχηκεν δὲ πλέω νύξ· τὸ γὰρ πλείω ἀμφίβολόν ἐστιν.
” 还有些是通过歧义来解决的,例如: “夜的大部分(pleio)已经过去”;因为“大部分(pleio)”在这里是有歧义的。
§25.21τὰ δὲ κατὰ τὸ ἔθος τῆς λέξεως.
还有些是根据言辞的习惯。
τὸν κεκραμένον οἶνόν φασιν εἶναι, ὅθεν πεποίηται κνημὶς νεοτεύκτου κασσιτέροιο· καὶ χαλκέας τοὺς τὸν σίδηρον ἐργαζομένους, ὅθεν εἴρηται ὁ Γανυμήδης Διὶ οἰνοχοεύειν, οὐ πινόντων οἶνον.
人们把调配过的饮料也称作“酒”,因此写道: “新制锡(kassiteros)制护胫”;并且他们把加工铁的人也称为“铜匠(chalkeas)”,因此说甘尼美德为宙斯斟酒(oinocheuein),虽然神明们并不喝酒。
εἴη δ’ ἂν τοῦτό γε καὶ κατὰ μεταφοράν.
但这也同样可以被看作是通过隐喻。
§25.22δεῖ δὲ καὶ ὅταν ὄνομά τι ὑπεναντίωμά τι δοκῇ σημαίνειν, ἐπισκοπεῖν ποσαχῶς ἂν σημήνειε τοῦτο ἐν τῷ εἰρημένῳ, οἷον τῷ τῇ ῥ’ ἔσχετο χάλκεον ἔγχος
此外,当某个词似乎表现出某种矛盾时,必须考察在所说的上下文中,它可能有多少种含义,例如: “铜矛在那里被阻挡(escheto)”。
§25.23τὸ ταύτῃ κωλυθῆναι ποσαχῶς ἐνδέχεται, ὡδὶ ἢ ὡδί, ὡς μάλιστ’ ἄν τις ὑπολάβοι· κατὰ τὴν καταντικρὺ ἢ ὡς Γλαύκων λέγει, ὅτι ἔνιοι ἀλόγως προϋπολαμβάνουσί τι §25.24καὶ αὐτοὶ καταψηφισάμενοι συλλογίζονται, καὶ ὡς εἰρηκότος ὅ τι δοκεῖ ἐπιτιμῶσιν, ἂν ὑπεναντίον ᾖ τῇ αὑτῶν οἰήσει.
“在那里被阻挡”这件事可以有几种理解方式,或如此,或如彼,这取决于人们如何能最好地去设想它;或者是正面被挡住,或者如格劳孔所说,某些人毫无道理地预先作出了假设,并且他们自己作出裁决后进行推论,如果诗人的话与他们自己的想法相矛盾,他们就当作诗人说了他们自己所想的内容而加以指责。
§25.25τοῦτο δὲ πέπονθε τὰ περὶ Ἰκάριον.
这正发生在关于伊卡里奥斯的事情上。
οἴονται γὰρ αὐτὸν Λάκωνα εἶναι· ἄτοπον οὖν τὸ μὴ ἐντυχεῖν τὸν Τηλέμαχον αὐτῷ εἰς Λακεδαίμονα ἐλθόντα.
因为人们认为他是拉科尼亚人,因而特勒马科斯前往拉刻代蒙时没有遇到他,就被认为是不合情理的。
τὸ δ’ ἴσως ἔχει ὥσπερ οἱ Κεφαλλῆνές φασι· παρ’ αὑτῶν γὰρ γῆμαι λέγουσι τὸν Ὀδυσσέα καὶ εἶναι Ἰκάδιον ἀλλ’ οὐκ Ἰκάριον· δι’ ἁμάρτημα δὲ τὸ πρόβλημα † εἰκός ἐστιν †.
但这也许正如凯法勒尼亚人所说;因为他们说奥德修斯是在他们那里娶妻的,其岳父是伊卡迪奥斯,而不是伊卡里奥斯;因此,这个难点很可能是由于人们的误解造成的。
§25.26ὅλως δὲ τὸ ἀδύνατον μὲν πρὸς τὴν ποίησιν ἢ πρὸς τὸ βέλτιον ἢ πρὸς τὴν δόξαν δεῖ ἀνάγειν.
总的来说,不可能的事必须归因于诗创作的需要,或者归因于更好,或者归因于舆论(世俗的看法)。
§25.27πρός τε γὰρ τὴν ποίησιν αἱρετώτερον πιθανὸν ἀδύνατον ἢ ἀπίθανον καὶ δυνατόν· . . . τοιούτους εἶναι οἷον Ζεῦξις ἔγραφεν, §25.28ἀλλὰ βέλτιον· τὸ γὰρ παράδειγμα δεῖ ὑπερέχειν.
因为对于诗而言,一个可信的不可能比一个不可信的可能更为可取;……像宙克西斯所画的那样的人,但这更好,因为模范应当超越[现实]。
πρὸς ἅ φασιν τἄλογα· §25.29οὕτω τε καὶ ὅτι ποτὲ οὐκ ἄλογόν ἐστιν· εἰκὸς γὰρ καὶ παρὰ τὸ εἰκὸς γίνεσθαι.
对于那些人们说是荒谬的事,[应当归之于世俗的说法];并且以这种方式,也因为有时它并非是不合情理的;因为不合情理的事也可能发生,这也是合乎情理的。
§25.30τὰ δ’ ὑπεναντίως εἰρημένα οὕτω σκοπεῖν ὥσπερ οἱ ἐν τοῖς λόγοις ἔλεγχοι εἰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως, ὥστε καὶ † αὐτὸν † ἢ πρὸς ἃ αὐτὸς λέγει ἢ ὃ ἂν φρόνιμος ὑποθῆται.
至于言辞中矛盾的表述,应当像论辩中的驳斥一样来考察,看是否是指同一事物、针对同一事物并以同一方式,因而[应当对照]诗他自己所说的,或是对照一个聪明人所设想的。
§25.31ὀρθὴ δ’ ἐπιτίμησις καὶ ἀλογίᾳ καὶ μοχθηρίᾳ, ὅταν μὴ ἀνάγκης οὔσης μηθὲν χρήσηται τῷ ἀλόγῳ, ὥσπερ Εὐριπίδης τῷ Αἰγεῖ, ἢ τῇ πονηρίᾳ, ὥσπερ ἐν Ὀρέστῃ τῇ τοῦ Μενελάου.
但是,对不合理和邪恶的指责只有在没有必然性、且诗人又毫无必要地使用了不合理(如欧里庇得斯在《埃勾斯》中对埃勾斯的处理)或邪恶(如《奥瑞斯特斯》中墨涅拉奥斯的邪恶)时,才是正确的。
§25.32τὰ μὲν οὖν ἐπιτιμήματα ἐκ πέντε εἰδῶν φέρουσιν· ἢ γὰρ ὡς ἀδύνατα ἢ ὡς ἄλογα ἢ ὡς βλαβερὰ ἢ ὡς ὑπεναντία ἢ ὡς παρὰ τὴν ὀρθότητα τὴν κατὰ τέχνην.
因此,指责是从五个方面提出的:或者是作为不可能,或者是作为不合理,或者是作为有害,或者是作为矛盾,或者是作为违反技艺的正确性。
αἱ δὲ λύσεις ἐκ τῶν εἰρημένων ἀριθμῶν σκεπτέαι. εἰσὶν δὲ δώδεκα.
而解答则应当从上述的数量中去考察,共有十二种。

词汇与语法注释

  1. §25.17ἀντὶ τοῦ πολλοί — 介词 `ἀντί`(支配属格)与中性单数冠词属格 `τοῦ` 连用,使复数形容词 `πολλοί` 在此作为被提及的词语实体化。
  2. §25.18δίδομεν δέ οἱ εὖχος ἀρέσθαι — 希庇亚斯的解决方法是将现在直陈式第一人称复数 `δίδομεν`(我们允许)的重音改变,读作具有命令意义的荷马式不定式 `διδόμεν`(去允许),从而规避了宙斯在梦中亲自说谎的指责。
  3. §25.25δι’ ἁμάρτημα δὲ τὸ πρόβλημα † εἰκός ἐστιν † — 手稿传统中存在文本毁损的地方。在 `δι' ἁμάρτημα`(由于误解)与 `τὸ πρόβλημα`(难点/批评)的关系中,所采纳的解释是:这一批评本身是因为读者或批评家的误解而产生的。
  4. §25.29εἰκὸς γὰρ καὶ παρὰ τὸ εἰκὸς γίνεσθαι — 引用阿伽通的名言构成的悖论。句法基于双重 `εἰκός` 的对比:“甚至发生不合情理的事(`παρὰ τὸ εἰκός` 作为 `γίνεσθαι` 的修饰语,不定式作主语)也是合乎情理的(`εἰκός` 作表语)”。

引用这一段

亚里士多德, 诗学 §25.17-25.32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:25.17-25.32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。