§25.1περὶ δὲ προβλημάτων καὶ λύσεων, ἐκ πόσων τε καὶ ποίων εἰδῶν ἐστιν, ὧδ’ ἂν θεωροῦσιν γένοιτ’ ἂν φανερόν.
关于难点与解答,它们有多少种、是哪几种,如果通过以下方式加以考察,就会变得很明晰。
§25.2ἐπεὶ γάρ ἐστι μιμητὴς ὁ ποιητὴς ὡσπερανεὶ ζωγράφος ἤ τις ἄλλος εἰκονοποιός, ἀνάγκη μιμεῖσθαι τριῶν ὄντων τὸν ἀριθμὸν ἕν τι ἀεί, ἢ γὰρ οἷα ἦν ἢ ἔστιν, ἢ οἷά φασιν καὶ δοκεῖ, ἢ οἷα εἶναι δεῖ.
因为诗人既然是摹仿者,就像画家或其他任何肖像制造者一样,他必然总是摹仿三种情况中的一种:或者是过去或现在的事物状态,或者是人们所说和显得如此的状态,或者是应当如此的状态。
§25.3ταῦτα δ’ ἐξαγγέλλεται λέξει ἐν ᾗ καὶ γλῶτται καὶ μεταφοραὶ καὶ πολλὰ πάθη τῆς λέξεώς ἐστι· §25.4δίδομεν γὰρ ταῦτα τοῖς ποιηταῖς.
而这些是用言辞来表达的,在言辞中既有方言,也有隐喻,还有许多言辞的变形;因为我们把这些许可给予了诗人。
πρὸς δὲ τούτοις οὐχ ἡ αὐτὴ ὀρθότης ἐστὶν τῆς πολιτικῆς καὶ τῆς ποιητικῆς οὐδὲ ἄλλης τέχνης καὶ ποιητικῆς.
此外,政治学与诗学的正确性标准并不相同,其他任何技艺与诗学的正确性标准也不同。
§25.5αὐτῆς δὲ τῆς ποιητικῆς διττὴ ἁμαρτία, ἡ μὲν γὰρ καθ’ αὑτήν, ἡ δὲ κατὰ συμβεβηκός.
而在诗学自身之中,错误是双重的:一种是本质的,另一种是偶性的。
§25.6εἰ μὲν γὰρ προείλετο μιμήσασθαι. . . ἀδυναμίαν, αὐτῆς ἡ ἁμαρτία· εἰ δὲ τὸ προελέσθαι μὴ ὀρθῶς, ἀλλὰ τὸν ἵππον ἅμ’ ἄμφω τὰ δεξιὰ προβεβληκότα, ἢ τὸ καθ’ ἑκάστην τέχνην ἁμάρτημα, οἷον τὸ κατ’ ἰατρικὴν ἢ ἄλλην τέχνην ὁποιανοῦν, οὐ καθ’ ἑαυτήν.
因为如果他选择去摹仿,却因无能而失败,这是诗学自身的错误;但如果是他的选择本身不正确——例如,让马同时迈出两条右腿——或者是属于某一具体技艺的错误,例如医学或任何其他技艺的错误,这就不是诗学自身的错误。
§25.7ὥστε δεῖ τὰ ἐπιτιμήματα ἐν τοῖς προβλήμασιν ἐκ τούτων ἐπισκοποῦντα λύειν.
因此,对于那些指责,应当从这些方面进行考察来解答难点。
πρῶτον μὲν τὰ πρὸς αὐτὴν τὴν τέχνην· ἀδύνατα πεποίηται, ἡμάρτηται· §25.8ἀλλ’ ὀρθῶς ἔχει, εἰ τυγχάνει τοῦ τέλους τοῦ αὑτῆς (τὸ γὰρ τέλος εἴρηται), εἰ οὕτως ἐκπληκτικώτερον ἢ αὐτὸ ἢ ἄλλο ποιεῖ μέρος.
首先是针对技艺本身:如果创作了不可能的事,那就是犯了错误;但如果它达到了自身的目的(因为目的已经阐明),即通过这种方式使该部分或另一部分更具震撼力,那它就是正确的。
παράδειγμα ἡ τοῦ Ἕκτορος δίωξις.
追击赫克托耳就是一个例子。
§25.9εἰ μέντοι τὸ τέλος ἢ μᾶλλον ἢ μὴ ἧττον ἐνεδέχετο ὑπάρχειν καὶ κατὰ τὴν περὶ τούτων τέχνην, οὐκ ὀρθῶς· δεῖ γὰρ εἰ ἐνδέχεται ὅλως μηδαμῇ ἡμαρτῆσθαι.
然而,如果根据这些事物的专门技艺,本来可以更好或同样不差地达到目的,那它就是不正确的;因为如果可能的话,应当在任何地方都不犯错误。
§25.10ἔτι ποτέρων ἐστὶ τὸ ἁμάρτημα, τῶν κατὰ τὴν τέχνην ἢ κατ’ ἄλλο συμβεβηκός;
此外,错误属于两者中的哪一个:是属于技艺本身,还是属于其他偶性因素?
ἔλαττον γὰρ εἰ μὴ ᾔδει ὅτι ἔλαφος θήλεια κέρατα οὐκ ἔχει ἢ εἰ ἀμιμήτως ἔγραψεν.
因为不知道雌鹿没有角,比起缺乏摹仿能力地去画它,是更轻微的错误。
§25.11πρὸς δὲ τούτοις ἐὰν ἐπιτιμᾶται ὅτι οὐκ ἀληθῆ, ἀλλ’ ἴσως ὡς δεῖ, οἷον καὶ Σοφοκλῆς ἔφη αὐτὸς μὲν οἵους δεῖ ποιεῖν, Εὐριπίδην δὲ οἷοι εἰσίν, ταύτῃ λυτέον.
此外,如果因为不真实而受到指责,但也许它是“应当如此”的——正如索福克勒斯自己所说,他塑造的是应当如此的人,而欧里庇得斯塑造的是现实中的人——应当以此方式来解答。
§25.12εἰ δὲ μηδετέρως, ὅτι οὕτω φασίν, οἷον τὰ περὶ θεῶν·
如果两者都不是,那就回答“人们是这样说的”,例如关于神的事物。
§25.13ἴσως γὰρ οὔτε βέλτιον οὕτω λέγειν οὔτ’ ἀληθῆ, ἀλλ’ εἰ ἔτυχεν ὥσπερ Ξενοφάνει· ἀλλ’ οὖν φασι.
因为这样说也许既不更好,也不真实,但即使它正如色诺芬尼所认为的那样,无论如何,人们是这么说的。
§25.14τὰ δὲ ἴσως οὐ βέλτιον μέν, ἀλλ’ οὕτως εἶχεν, οἷον τὰ περὶ τῶν ὅπλων,
ἔγχεα δέ σφιν ὄρθ’ ἐπὶ σαυρωτῆρος· οὕτω γὰρ τότ’ ἐνόμιζον, ὥσπερ καὶ νῦν Ἰλλυριοί.
而在另一些情况下,也许这并不更好,但当时的情况就是如此,例如关于武器的描写: “他们的矛尖朝上插在地上”;因为当时他们就是这样习惯的,就像现在的伊利里亚人一样。
§25.15περὶ δὲ τοῦ καλῶς ἢ μὴ καλῶς εἰ εἴρηταί τινι ἢ πέπρακται, οὐ μόνον σκεπτέον εἰς αὐτὸ τὸ πεπραγμένον ἢ εἰρημένον βλέποντα εἰ σπουδαῖον ἢ φαῦλον, ἀλλὰ καὶ εἰς τὸν πράττοντα ἢ λέγοντα πρὸς ὃν ἢ ὅτε ἢ ὅτῳ ἢ οὗ ἕνεκεν, οἷον εἰ μείζονος ἀγαθοῦ, ἵνα γένηται, ἢ μείζονος κακοῦ, ἵνα ἀπογένηται.
关于某人所说或所做的是否妥当,我们不仅要看所做的事或所说的话本身是高尚还是卑劣,还要看行动者或发言者是对谁、在何时、用何手段、或为了什么目的,例如是为了实现更大的善,还是为了避免更大的恶。
§25.16τὰ δὲ πρὸς τὴν λέξιν ὁρῶντα δεῖ διαλύειν, οἷον γλώττῃ τὸ
οὐρῆας μὲν πρῶτον· ἴσως γὰρ οὐ τοὺς ἡμιόνους λέγει ἀλλὰ τοὺς φύλακας·
其他问题应当通过考察言辞来解答,例如通过方言: “先是骡子”;因为也许他不是指骡子,而是指哨兵。
καὶ τὸν Δόλωνα,
ὅς ῥ’ ἦ τοι εἶδος μὲν ἔην κακός,
οὐ τὸ σῶμα ἀσύμμετρον ἀλλὰ τὸ πρόσωπον αἰσχρόν, τὸ γὰρ εὐειδὲς οἱ Κρῆτες τὸ εὐπρόσωπον καλοῦσι·
又如关于多隆, “他的外貌确实丑陋”,这不是指他的身体不对称,而是指他的脸丑陋,因为克里特人把脸好看称为“eueides”。
καὶ τὸ
ζωρότερον δὲ κέραιε
οὐ τὸ ἄκρατον ὡς οἰνόφλυξιν ἀλλὰ τὸ θᾶττον.
以及 “调得更浓些” 这不是指像醉汉那样调纯酒,而是指调得更快些。