§26.1πότερον δὲ βελτίων ἡ ἐποποιικὴ μίμησις ἢ ἡ τραγική, διαπορήσειεν ἄν τις.
有人可能会提出疑问:究竟是叙事诗的摹仿更好,还是悲剧的摹仿更好。
§26.2εἰ γὰρ ἡ ἧττον φορτικὴ βελτίων, τοιαύτη δ’ ἡ πρὸς βελτίους θεατάς ἐστιν ἀεί, λίαν δῆλον ὅτι ἡ ἅπαντα μιμουμένη φορτική·
因为,如果那较少粗俗的更好,而且这总是针对更好的观众的,那么显然,那摹仿一切的摹仿就是粗俗的。
§26.3ὡς γὰρ οὐκ αἰσθανομένων ἂν μὴ αὐτὸς προσθῇ, πολλὴν κίνησιν κινοῦνται, οἷον οἱ φαῦλοι αὐληταὶ κυλιόμενοι ἂν δίσκον δέῃ μιμεῖσθαι, καὶ ἕλκοντες τὸν κορυφαῖον ἂν Σκύλλαν αὐλῶσιν.
因为,演员们就好像观众如果自己不加上动作就无法理解似的,做着大量的动作,就像拙劣的笛手们如果需要摹仿掷铁饼就会在地上打滚,在吹笛演奏《斯库拉》时就会把歌队领队拉来拉去。
§26.4ἡ μὲν οὖν τραγῳδία τοιαύτη ἐστίν, ὡς καὶ οἱ πρότερον τοὺς ὑστέρους αὐτῶν ᾤοντο ὑποκριτάς· ὡς λίαν γὰρ ὑπερβάλλοντα πίθηκον ὁ Μυννίσκος τὸν Καλλιππίδην ἐκάλει, τοιαύτη δὲ δόξα καὶ περὶ Πινδάρου ἦν·
因此,悲剧正是具有这样的性质,正如过去的演员对待他们后来的演员的看法一样;因为敏尼斯科斯(Mynniscus)曾因为卡利皮德斯(Callippides)过度夸张的表演而称他为“猴子”,而关于宾达罗斯(Pindarus)也有同样的看法。
ὡς δ’ οὗτοι ἔχουσι πρὸς αὐτούς, ἡ ὅλη τέχνη πρὸς τὴν ἐποποιίαν ἔχει.
而正如这些人对待那些人一样,整个悲剧艺术对待叙事诗也是如此。
§26.5τὴν μὲν οὖν πρὸς θεατὰς ἐπιεικεῖς φασιν εἶναι οἳ οὐδὲν δέονται τῶν σχημάτων, τὴν δὲ τραγικὴν πρὸς φαύλους·
因此,人们说,叙事诗是面向那些根本不需要身势动作的优秀观众的,而悲剧则是面向粗俗观众的。
§26.6εἰ οὖν φορτική, χείρων δῆλον ὅτι ἂν εἴη.
如果悲剧是粗俗的,它显然就是较差的。
πρῶτον μὲν οὐ τῆς ποιητικῆς ἡ κατηγορία ἀλλὰ τῆς ὑποκριτικῆς, ἐπεὶ ἔστι περιεργάζεσθαι τοῖς σημείοις καὶ ῥαψῳδοῦντα, ὅπερ Σωσίστρατος, καὶ διᾴδοντα, ὅπερ ἐποίει Μνασίθεος ὁ Ὀπούντιος.
但首先,这一指责并不是针对诗艺,而是针对演员的表演艺术,因为即使在诵唱叙事诗时也可能动作过分,正如索西斯特拉托斯(Sosistratus)那样,或者在歌唱比赛中,正如奥普斯的姆纳西提乌斯(Mnasitheus)所做的那样。
§26.7εἶτα οὐδὲ κίνησις ἅπασα ἀποδοκιμαστέα, εἴπερ μηδ’ ὄρχησις, ἀλλ’ ἡ φαύλων, ὅπερ καὶ Καλλιππίδῃ ἐπετιμᾶτο καὶ νῦν ἄλλοις ὡς οὐκ ἐλευθέρας γυναῖκας μιμουμένων.
其次,并非所有动作都应该被排斥,正如舞蹈也不应该被排斥一样,被排斥的应当只是粗俗之人的动作,这正是卡利皮德斯过去受到指责的地方,而现在也有其他人因为摹仿不体面的妇女而受到同样的指责。
§26.8ἔτι ἡ τραγῳδία καὶ ἄνευ κινήσεως ποιεῖ τὸ αὑτῆς, ὥσπερ ἡ ἐποποιία·
而且,悲剧即使没有动作也能发挥它自身的作用,就像叙事诗一样。
διὰ γὰρ τοῦ ἀναγινώσκειν φανερὰ ὁποία τίς ἐστιν·
因为通过阅读,它是什么样的作品就一目了然了。
εἰ οὖν ἐστι τά γ’ ἄλλα κρείττων, τοῦτό γε οὐκ ἀναγκαῖον αὐτῇ ὑπάρχειν.
因此,如果它在其他方面都更好,那么这个缺点(动作粗俗)至少并不是它必然具有的。
§26.9ἔπειτα διότι πάντ’ ἔχει ὅσαπερ ἡ ἐποποιία §26.10(καὶ γὰρ τῷ μέτρῳ ἔξεστι χρῆσθαι), καὶ ἔτι οὐ μικρὸν μέρος τὴν μουσικήν, δι’ ἧς αἱ ἡδοναὶ συνίστανται ἐναργέστατα·
其次,因为悲剧拥有叙事诗所拥有的一切,(因为悲剧也可以使用韵律),此外,作为不小的一部分,它还拥有音乐,通过音乐,快感能最生动地产生出来。
§26.11εἶτα καὶ τὸ ἐναργὲς ἔχει καὶ ἐν τῇ ἀναγνώσει καὶ ἐπὶ τῶν ἔργων·
此外,悲剧无论是在阅读中还是在实际舞台演出中,都具有生动性。
§26.12ἔτι τῷ ἐν ἐλάττονι μήκει τὸ τέλος τῆς μιμήσεως εἶναι (τὸ γὰρ ἀθροώτερον ἥδιον ἢ πολλῷ κεκραμένον τῷ χρόνῳ, λέγω δ’ οἷον εἴ τις τὸν Οἰδίπουν θείη τὸν Σοφοκλέους ἐν ἔπεσιν ὅσοις ἡ Ἰλιάς)·
此外,摹仿的目的在较短的篇幅中即可达到。 因为,那更凝练的快感,比起被长时间冲淡了的快感来,更为令人愉快。 我的意思是,例如,如果有人把索福克勒斯的《俄狄浦斯》写成和《伊利亚特》行数一样多的叙事诗,就会是那样。
§26.13ἔτι ἧττον μία ἡ μίμησις ἡ τῶν ἐποποιῶν (σημεῖον δέ, ἐκ γὰρ ὁποιασοῦν μιμήσεως πλείους τραγῳδίαι γίνονται), ὥστε ἐὰν μὲν ἕνα μῦθον ποιῶσιν, ἢ βραχέως δεικνύμενον μύουρον φαίνεσθαι, ἢ ἀκολουθοῦντα τῷ τοῦ μέτρου μήκει ὑδαρῆ·
此外,叙事诗人的摹仿缺乏统一性(其证据是:从任何一部叙事诗的摹仿中都能产生出好几部悲剧)。 因此,如果他们制作一个单一的情节,要是表现得简短,就会显得残缺不全;要是顺应韵律的篇幅,就会显得稀薄。
λέγω δὲ οἷον ἐὰν ἐκ πλειόνων πράξεων ᾖ συγκειμένη, §26.14ὥσπερ ἡ Ἰλιὰς ἔχει πολλὰ τοιαῦτα μέρη καὶ ἡ Ὀδύσσεια ἃ καὶ καθ’ ἑαυτὰ ἔχει μέγεθος·
我的意思是,例如,如果情节是由若干个行动组成的,就像《伊利亚特》和《奥德赛》包含许多这样在自身中具有相当篇幅的部分一样。
καίτοι ταῦτα τὰ ποιήματα συνέστηκεν ὡς ἐνδέχεται ἄριστα καὶ ὅτι μάλιστα μιᾶς πράξεως μίμησις.
然而,这些史诗的结构已是尽善尽美,并且已尽可能是一个单一行动的摹仿。
§26.15εἰ οὖν τούτοις τε διαφέρει πᾶσιν καὶ ἔτι τῷ τῆς τέχνης ἔργῳ (δεῖ γὰρ οὐ τὴν τυχοῦσαν ἡδονὴν ποιεῖν αὐτὰς ἀλλὰ τὴν εἰρημένην), φανερὸν ὅτι κρείττων ἂν εἴη μᾶλλον τοῦ τέλους τυγχάνουσα τῆς ἐποποιίας.
因此,如果悲剧在所有这些方面都更优越,而且在技艺的功能上也是如此(因为它们应当产生的不是随意的快感,而是上述的那种快感),那么显而易见,悲剧由于比叙事诗更好地达到了它的目的,因而会是更好的。
§26.16περὶ μὲν οὖν τραγῳδίας καὶ ἐποποιίας, καὶ αὐτῶν καὶ τῶν εἰδῶν καὶ τῶν μερῶν, καὶ πόσα καὶ τί διαφέρει, καὶ τοῦ εὖ ἢ μὴ τίνες αἰτίαι, καὶ περὶ ἐπιτιμήσεων καὶ λύσεων, εἰρήσθω τοσαῦτα. . . .
关于悲剧和叙事诗,关于它们自身、它们的形式和部分,关于它们有多少种、有何不同,以及成功与失败的原因,还有关于指责和解答,就谈这么多吧。