Humanitext Reader

亚里士多德 · 诗学 §24.1-24.23

史诗的构成要素规模与惊奇和不合理的处理

第 25 段,共 28 段 · 希腊语

内容简介

本章讨论了史诗应具备与悲剧相同的类型和组成部分,以及史诗在扩展篇幅上的独特优势和英雄格律的适用性。同时,阐述了荷马的卓越之处,并解释了在情节创作中如何处理惊奇、不合理和谬误推理。

§24.1ἔτι δὲ τὰ εἴδη ταὐτὰ δεῖ ἔχειν τὴν ἐποποιίαν τῇ τραγῳδίᾳ, ἢ γὰρ ἁπλῆν ἢ πεπλεγμένην ἢ ἠθικὴν ἢ παθητικήν·
此外,史诗应当具有与悲剧相同的种类:它必须是简单、复杂、性格、或苦难的。
§24.2καὶ τὰ μέρη ἔξω μελοποιίας καὶ ὄψεως ταὐτά· καὶ γὰρ περιπετειῶν δεῖ καὶ ἀναγνωρίσεων καὶ παθημάτων·
除了歌曲创作和视觉效果之外,其组成部分也是相同的;因为史诗也需要突转、发现与苦难。
§24.3ἔτι τὰς διανοίας καὶ τὴν λέξιν ἔχειν καλῶς.
此外,思想与言辞必须优美。
οἷς ἅπασιν Ὅμηρος κέχρηται καὶ πρῶτος καὶ ἱκανῶς.
所有这些,荷马不仅最先使用,而且使用得恰到好处。
καὶ γὰρ τῶν ποιημάτων ἑκάτερον συνέστηκεν ἡ μὲν Ἰλιὰς ἁπλοῦν καὶ παθητικόν, ἡ δὲ Ὀδύσσεια πεπλεγμένον (ἀναγνώρισις γὰρ διόλου) καὶ ἠθική· πρὸς δὲ τούτοις λέξει καὶ διανοίᾳ πάντα ὑπερβέβληκεν.
因为他的两部诗作中,每一部都如此构成:《意利亚特》是简单且苦难的,而《奥德赛》是复杂(因为发现贯穿始终)且性格的;此外,在言辞和思想上,他超越了所有人。
§24.4διαφέρει δὲ κατά τε τῆς συστάσεως τὸ μῆκος ἡ ἐποποιία καὶ τὸ μέτρον.
但史诗在结构的长度和格律上有所不同。
§24.5τοῦ μὲν οὖν μήκους ὅρος ἱκανὸς ὁ εἰρημένος·
关于长度,已经说过的限制就足够了:即必须能够一并看清起点与终点。
δύνασθαι γὰρ δεῖ συνορᾶσθαι τὴν ἀρχὴν καὶ τὸ τέλος. εἴη δ’ ἂν τοῦτο, εἰ τῶν μὲν ἀρχαίων ἐλάττους αἱ συστάσεις εἶεν, πρὸς δὲ τὸ πλῆθος τραγῳδιῶν τῶν εἰς μίαν ἀκρόασιν τιθεμένων παρήκοιεν.
如果这些结构的规模比古人的短,而达到在一次听审中上演的悲剧的总量,情况就会是这样。
§24.6ἔχει δὲ πρὸς τὸ ἐπεκτείνεσθαι τὸ μέγεθος πολύ τι ἡ ἐποποιία ἴδιον διὰ τὸ ἐν μὲν τῇ τραγῳδίᾳ μὴ ἐνδέχεσθαι ἅμα πραττόμενα πολλὰ μέρη μιμεῖσθαι ἀλλὰ τὸ ἐπὶ τῆς σκηνῆς καὶ τῶν ὑποκριτῶν μέρος μόνον· ἐν δὲ τῇ ἐποποιίᾳ διὰ τὸ διήγησιν εἶναι ἔστι πολλὰ μέρη ἅμα ποιεῖν περαινόμενα, ὑφ’ ὧν οἰκείων ὄντων αὔξεται ὁ τοῦ ποιήματος ὄγκος.
但史诗在扩展其篇幅方面具有一种非常独特的性质,因为在悲剧中,不可能同时模仿多个正在进行的部分,而只能模仿舞台上由演员表现的那一部分;但在史诗中,由于它是叙事,因此可以同时制作许多正在发生的部分,如果这些部分是相宜的,便能增加诗篇的体量。
§24.7ὥστε τοῦτ’ ἔχει τὸ ἀγαθὸν εἰς μεγαλοπρέπειαν καὶ τὸ μεταβάλλειν τὸν ἀκούοντα καὶ ἐπεισοδιοῦν ἀνομοίοις ἐπεισοδίοις· τὸ γὰρ ὅμοιον ταχὺ πληροῦν ἐκπίπτειν ποιεῖ τὰς τραγῳδίας.
因此,这有利于产生宏伟感、改变听众的感受、以及插入各种不同的插话;因为单调会迅速令人厌倦,从而导致悲剧失败。
§24.8τὸ δὲ μέτρον τὸ ἡρωικὸν ἀπὸ τῆς πείρας ἥρμοκεν.
至于格律,经验证明英雄格是适合的。
εἰ γάρ τις ἐν ἄλλῳ τινὶ μέτρῳ διηγηματικὴν μίμησιν ποιοῖτο ἢ ἐν πολλοῖς, ἀπρεπὲς ἂν φαίνοιτο·
如果有人用其他任何一种格律、或者用多种格律来进行叙述性的模仿,那就会显得不合宜。
§24.9τὸ γὰρ ἡρωικὸν στασιμώτατον καὶ ὀγκωδέστατον τῶν μέτρων ἐστίν (διὸ καὶ γλώττας καὶ μεταφορὰς δέχεται μάλιστα· περιττὴ γὰρ καὶ ἡ διηγηματικὴ μίμησις τῶν ἄλλων), §24.10τὸ δὲ ἰαμβεῖον καὶ τετράμετρον κινητικὰ καὶ τὸ μὲν ὀρχηστικὸν τὸ δὲ πρακτικόν.
因为英雄格是最稳定、最厚重的格律(因此它最容纳罕见词和隐喻;因为叙述性模仿在其他模仿中是最富余的),而弱强格和四步格则是动性的格律,后者适于舞蹈,前者适于行动。
§24.11ἔτι δὲ ἀτοπώτερον εἰ μιγνύοι τις αὐτά, ὥσπερ Χαιρήμων.
如果有人像凯雷蒙那样将它们混合起来,那就更加荒谬了。
§24.12διὸ οὐδεὶς μακρὰν σύστασιν ἐν ἄλλῳ πεποίηκεν ἢ τῷ ἡρῴῳ, ἀλλ’ ὥσπερ εἴπομεν αὐτὴ ἡ φύσις διδάσκει τὸ ἁρμόττον αὐτῇ αἱρεῖσθαι.
因此,没有人用除英雄格以外的其他格律创作过长篇结构;而是如我们所说,自然本身就在教导人们选择适合于它的东西。
§24.13Ὅμηρος δὲ ἄλλα τε πολλὰ ἄξιος ἐπαινεῖσθαι καὶ δὴ καὶ ὅτι μόνος τῶν ποιητῶν οὐκ ἀγνοεῖ ὃ δεῖ ποιεῖν αὐτόν.
荷马在许多其他方面都值得赞扬,尤其是因为在诗人们中,只有他知道自己应该做什么。
§24.14αὐτὸν γὰρ δεῖ τὸν ποιητὴν ἐλάχιστα λέγειν· οὐ γάρ ἐστι κατὰ ταῦτα μιμητής.
因为诗人自己应当尽可能少说话;因为在这方面他并不是模仿者。
οἱ μὲν οὖν ἄλλοι αὐτοὶ μὲν δι’ ὅλου ἀγωνίζονται, μιμοῦνται δὲ ὀλίγα καὶ ὀλιγάκις· ὁ δὲ ὀλίγα φροιμιασάμενος εὐθὺς εἰσάγει ἄνδρα ἢ γυναῖκα ἢ ἄλλο τι ἦθος, καὶ οὐδέν’ ἀήθη ἀλλ’ ἔχοντα ἦθος.
其他诗人则自始至终在亲自出场,而模仿得少且罕见;但他仅作了简短的开场白,便立即引入一个男人、或女人、或其他某种性格角色,而且没有一个是缺乏性格的,而是各具性格。
§24.15δεῖ μὲν οὖν ἐν ταῖς τραγῳδίαις ποιεῖν τὸ θαυμαστόν, μᾶλλον δ’ ἐνδέχεται ἐν τῇ ἐποποιίᾳ τὸ ἄλογον, δι’ ὃ συμβαίνει μάλιστα τὸ θαυμαστόν, διὰ τὸ μὴ ὁρᾶν εἰς τὸν πράττοντα·
在悲剧中应当制造惊奇,而在史诗中则更容许不合理——而惊奇主要正是通过不合理产生的——,因为人们看不到行动者。
§24.16ἐπεὶ τὰ περὶ τὴν Ἕκτορος δίωξιν ἐπὶ σκηνῆς ὄντα γελοῖα ἂν φανείη, οἱ μὲν ἑστῶτες καὶ οὐ διώκοντες, ὁ δὲ ἀνανεύων, ἐν δὲ τοῖς ἔπεσιν λανθάνει.
因为关于追击赫克托耳的情景,如果是放在舞台上,就会显得可笑——人们站着不动而不去追击,阿基琉斯则摇头示意阻止他们;但在史诗诗句中,这就被掩盖了。
§24.17τὸ δὲ θαυμαστὸν ἡδύ· σημεῖον δέ, πάντες γὰρ προστιθέντες ἀπαγγέλλουσιν ὡς χαριζόμενοι.
惊奇是令人愉悦的;有一个证据是,每个人在叙述时都会添加细节,仿佛是为了讨好听众。
§24.18δεδίδαχεν δὲ μάλιστα Ὅμηρος καὶ τοὺς ἄλλους ψευδῆ λέγειν ὡς δεῖ.
荷马也最出色地教导了其他人如何说谎。
ἔστι δὲ τοῦτο παραλογισμός.
这是一种谬误推理。
οἴονται γὰρ οἱ ἄνθρωποι, ὅταν τουδὶ ὄντος τοδὶ ᾖ ἢ γινομένου γίνηται, εἰ τὸ ὕστερον ἔστιν, καὶ τὸ πρότερον εἶναι ἢ γίνεσθαι· τοῦτο δέ ἐστι ψεῦδος.
因为人们认为,当此物存在彼物即存在,或此物发生彼物即发生时,如果后者存在,则前者也必然存在或发生;但这是虚假的。
διὸ δεῖ, ἂν τὸ πρῶτον ψεῦδος, ἄλλο δὲ τούτου ὄντος ἀνάγκη εἶναι ἢ γενέσθαι ᾖ, προσθεῖναι· διὰ γὰρ τὸ τοῦτο εἰδέναι ἀληθὲς ὂν παραλογίζεται ἡμῶν ἡ ψυχὴ καὶ τὸ πρῶτον ὡς ὄν.
因此,如果前提是虚假的,但当其存在时必然有另一事物存在或发生,就应当把后者加上去;因为由于我们的心灵知道这后者是真实的,就会谬推理出那前提也是存在的。
παράδειγμα δὲ τούτου τὸ ἐκ τῶν Νίπτρων.
这方面的一个例子是《洗脚》中的情节。
§24.19προαιρεῖσθαί τε δεῖ ἀδύνατα εἰκότα μᾶλλον ἢ δυνατὰ ἀπίθανα·
应当选择可信的不可能,而非不可信的可能。
§24.20τούς τε λόγους μὴ συνίστασθαι ἐκ μερῶν ἀλόγων, ἀλλὰ μάλιστα μὲν μηδὲν ἔχειν ἄλογον, εἰ δὲ μή, ἔξω τοῦ μυθεύματος, ὥσπερ Οἰδίπους τὸ μὴ εἰδέναι πῶς ὁ Λάιος ἀπέθανεν, ἀλλὰ μὴ ἐν τῷ δράματι, ὥσπερ ἐν Ἠλέκτρᾳ οἱ τὰ Πύθια ἀπαγγέλλοντες ἢ ἐν Μυσοῖς ὁ ἄφωνος ἐκ Τεγέας εἰς τὴν Μυσίαν ἥκων.
情节不应当由不合理的部分构成,最理想的是根本不包含任何不合理;如果包含,也应该在故事之外(例如俄狄浦斯不知道赖乌斯是如何死去的),而不应该在戏剧之内(例如《厄勒克特拉》中报告皮提亚竞技会的人,或者《米西亚人》中那个从特格亚来到米西亚却不说话的人)。
§24.21ὥστε τὸ λέγειν ὅτι ἀνῄρητο ἂν ὁ μῦθος γελοῖον· ἐξ ἀρχῆς γὰρ οὐ δεῖ συνίστασθαι τοιούτους.
因此,说“如果去掉不合理,情节就会被毁掉”是可笑的;因为一开始就不应该组织这样的情节。
† ἂν δὲ θῇ καὶ φαίνηται εὐλογωτέρως ἐνδέχεσθαι καὶ ἄτοπον †
但是,如果引入了它,并且它看起来能得到更合理的解释,即使是荒谬之物也是可容许的。
§24.22ἐπεὶ καὶ τὰ ἐν Ὀδυσσείᾳ ἄλογα τὰ περὶ τὴν ἔκθεσιν ὡς οὐκ ἂν ἦν ἀνεκτὰ δῆλον ἂν γένοιτο, εἰ αὐτὰ φαῦλος ποιητὴς ποιήσειε· νῦν δὲ τοῖς ἄλλοις ἀγαθοῖς ὁ ποιητὴς ἀφανίζει ἡδύνων τὸ ἄτοπον.
因为,即使是《奥赛德》中关于被弃于岸上的不合理之处,如果是平庸的诗人来创作,显然也是无法容忍的;但现在,诗人通过他的其他美妙之处,使这种荒谬在令人愉悦中隐而不显。
§24.23τῇ δὲ λέξει δεῖ διαπονεῖν ἐν τοῖς ἀργοῖς μέρεσιν καὶ μήτε ἠθικοῖς μήτε διανοητικοῖς· ἀποκρύπτει γὰρ πάλιν ἡ λίαν λαμπρὰ λέξις τά τε ἤθη καὶ τὰς διανοίας.
在言辞上,应当在那些既无性格又无思想的沉闷部分下功夫;因为过于华丽的言辞反会掩盖性格与思想。

词汇与语法注释

  1. 1459b19συνορᾶσθαι τὴν ἀρχὴν καὶ τὸ τέλος — 此句形成双重不定式结构:非人称动词 δεῖ 支配主动不定式 δύνασθαι(能够),后者又支配被动不定式 συνορᾶσθαι(被一览/被并观),而 τὴν ἀρχὴν καὶ τὸ τέλος(起点与终点)充当该被动不定式的宾格主语。
  2. 1459b35περιττὴ γὰρ καὶ ἡ διηγηματικὴ μίμησις τῶν ἄλλων — 形容词 περιττή(丰裕的、非凡的、多余的)后接比较属格 τῶν ἄλλων(相比于其他),意为“因为叙述性模仿与其他模仿相比,具有更多的余地(或更为非凡)”。
  3. 1460a20ὅταν τουδὶ ὄντος τοδὶ ᾖ — 在 ὅταν 从句内部,属格独立分词短语 τουδὶ ὄντος(此物存在时)作为条件句插入,而 ᾖ 作该时间-条件从句的主动词,用以建立前件与后件之间的假言推论关系。
  4. 1460a34ἂν δὲ θῇ καὶ φαίνηται εὐλογωτέρως ἐνδέχεσθαι καὶ ἄτοπον — 语法及文本上极难处理的省略/损坏之处。条件从句 ἂν δὲ θῇ(如果他设定[不合理之物])与 φαίνηται(看起来)并列。其后的不定式结构 εὐλογωτέρως ἐνδέχεσθαι 意为“更合理地被容许”,而 καὶ ἄτοπον(即使是荒谬之物)作为该容许关系的主语或宾语来补全。

引用这一段

亚里士多德, 诗学 §24.1-24.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:24.1-24.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。