Humanitext Reader

亚里士多德 · 诗学 §23.1-23.7

叙事诗的情节统一性与历史写作之差异

第 24 段,共 28 段 · 希腊语

内容简介

论述叙事诗的情节组织不应像历史写作那样记录单一时期发生的各种偶然事件,而应像悲剧一样围绕一个完整且单一的行动展开,并指出荷马仅选取战争的一部分并穿插插话的杰出手法。

§23.1περὶ δὲ τῆς διηγηματικῆς καὶ ἐν μέτρῳ μιμητικῆς, ὅτι δεῖ τοὺς μύθους καθάπερ ἐν ταῖς τραγῳδίαις συνιστάναι δραματικοὺς καὶ περὶ μίαν πρᾶξιν ὅλην καὶ τελείαν ἔχουσαν ἀρχὴν καὶ μέσα καὶ τέλος, ἵν’ ὥσπερ ζῷον ἓν ὅλον ποιῇ τὴν οἰκείαν ἡδονήν, δῆλον, §23.2καὶ μὴ ὁμοίας ἱστορίαις τὰς συνθέσεις εἶναι, ἐν αἷς ἀνάγκη οὐχὶ μιᾶς πράξεως ποιεῖσθαι δήλωσιν ἀλλ’ ἑνὸς χρόνου, ὅσα ἐν τούτῳ συνέβη περὶ ἕνα ἢ πλείους, ὧν ἕκαστον ὡς ἔτυχεν ἔχει πρὸς ἄλληλα.
关于叙述性且格律的模仿,显而易见,应当像悲剧中那样,将情节组织得具有戏剧性,并围绕一个完整且单一的行动展开,这一行动拥有起点、中点和终点,以便能像一个完整的活有机体一样,产生它特有的快感;而且其结构不应像历史那样。 在历史中,必不可少的是对一个时期进行陈述,而非单一行动,即叙述在这一时期内发生在一人或多人身上的所有事情,而这些事情的每一件彼此之间都只有偶然的联系。
§23.3ὥσπερ γὰρ κατὰ τοὺς αὐτοὺς χρόνους ἥ τ’ ἐν Σαλαμῖνι ἐγένετο ναυμαχία καὶ ἡ ἐν Σικελίᾳ Καρχηδονίων μάχη οὐδὲν πρὸς τὸ αὐτὸ συντείνουσαι τέλος, οὕτω καὶ ἐν τοῖς ἐφεξῆς χρόνοις ἐνίοτε γίνεται θάτερον μετὰ θάτερον, ἐξ ὧν ἓν οὐδὲν γίνεται τέλος.
因为正如在同一时期,萨拉米斯海战与西西里迦太基人之战同时发生,却不趋向于同一个终点,同样,在相继的时间里,有时一件事情接在另一件事情之后发生,却不能从中产生任何单一的终点。
§23.4σχεδὸν δὲ οἱ πολλοὶ τῶν ποιητῶν τοῦτο δρῶσι.
而大多数诗人几乎都在这样做。
§23.5διὸ ὥσπερ εἴπομεν ἤδη καὶ ταύτῃ θεσπέσιος ἂν φανείη Ὅμηρος παρὰ τοὺς ἄλλους, τῷ μηδὲ τὸν πόλεμον καίπερ ἔχοντα ἀρχὴν καὶ τέλος ἐπιχειρῆσαι ποιεῖν ὅλον· λίαν γὰρ ἂν μέγας καὶ οὐκ εὐσύνοπτος ἔμελλεν ἔσεσθαι ὁ μῦθος, ἢ τῷ μεγέθει μετριάζοντα καταπεπλεγμένον τῇ ποικιλίᾳ.
因此,正如我们已经说过的,在这一方面,荷马相比其他诗人也显得极其神奇,因为他甚至没有试图将整场战争完整地写出来,尽管这场战争有起点和终点;因为如果那样,情节将会过于庞大而不易一目了然,或者即使控制在适度的体积内,也会因其多样性而变得杂乱无章。
νῦν δ’ ἓν μέρος ἀπολαβὼν ἐπεισοδίοις κέχρηται αὐτῶν πολλοῖς, οἷον νεῶν καταλόγῳ καὶ ἄλλοις ἐπεισοδίοις διαλαμβάνει τὴν ποίησιν.
而现在,他只选取了其中一部分,并使用了其他部分的许多插话,例如“船只名录”及其他插话,使他的诗篇富于变化。
§23.6οἱ δ’ ἄλλοι περὶ ἕνα ποιοῦσι καὶ περὶ ἕνα χρόνον καὶ μίαν πρᾶξιν πολυμερῆ, οἷον ὁ τὰ Κύπρια ποιήσας καὶ τὴν μικρὰν Ἰλιάδα.
但其他诗人则围绕一人、或一时期、或一个由许多部分组成的单一行动进行创作,例如《塞浦路斯歌》和《小伊利亚特》的作者。
§23.7τοιγαροῦν ἐκ μὲν Ἰλιάδος καὶ Ὀδυσσείας μία τραγῳδία ποιεῖται ἑκατέρας ἢ δύο μόναι, ἐκ δὲ Κυπρίων πολλαὶ καὶ τῆς μικρᾶς Ἰλιάδος.
因此,从《伊利亚特》和《奥德赛》中,每一部只能制作出一部悲剧,或者最多两部;而从《塞浦路斯歌》和《小伊利亚特》中则能制作出许多部。

词汇与语法注释

  1. 23.1περὶ δὲ τῆς διηγηματικῆς καὶ ἐν μέτρῳ μιμητικῆς, ὅτι δεῖ... δῆλον — 由 ὅτι δεῖ... 引导的整个从句作句末谓语形容词 δῆλον(省略了系动词 ἐστίν)的主语。句首的 περὶ δὲ... 起到提顿主题的作用,引出讨论的范围。
  2. 23.2καὶ μὴ ὁμοίας ἱστορίαις τὰς συνθέσεις εἶναι — 不定式 εἶναι 依赖于前一节(§23.1)中的无人称动词 δεῖ。τὰς συνθέσεις 是该不定式的主格(逻辑主语),而 ὁμοίας ἱστορίαις 充当其补足语。
  3. 23.5τῷ μηδὲ τὸν πόλεμον καίπερ ἔχοντα ἀρχὴν καὶ τέλος ἐπιχειρῆσαι ποιεῖν ὅλον — 带有与格定冠词的表达 τῷ ... ἐπιχειρῆσαι 表示原因或方面,解释了荷马相比其他诗人显得“神奇”(θεσπέσιος)的具体原因。
  4. 23.5ἢ τῷ μεγέθει μετριάζοντα καταπεπλεγμένον τῇ ποικιλίᾳ — 宾格分词 μετριάζοντα 和 καταπεπλεγμένον 修饰省略了的宾格主语(即 τὸν μῦθον,情节)。它们起条件状语作用:“或者[情节]即使在体积上控制在适度范围内,也会因其多样性而变得杂乱无章。”

引用这一段

亚里士多德, 诗学 §23.1-23.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:23.1-23.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。