§19.1περὶ μὲν οὖν τῶν ἄλλων εἰδῶν εἴρηται, λοιπὸν δὲ περὶ λέξεως καὶ διανοίας εἰπεῖν.
因此,关于其他类型已经谈过了,剩下的就是讨论言辞与思想。
§19.2τὰ μὲν οὖν περὶ τὴν διάνοιαν ἐν τοῖς περὶ ῥητορικῆς κείσθω· τοῦτο γὰρ ἴδιον μᾶλλον ἐκείνης τῆς μεθόδου.
那么,关于思想的讨论,且留在关于修辞学的著作中吧;因为这更属于那一门研究方法的特有范围。
§19.3ἔστι δὲ κατὰ τὴν διάνοιαν ταῦτα, ὅσα ὑπὸ τοῦ λόγου δεῖ παρασκευασθῆναι.
属于思想之列的,是所有必须通过言语来准备的效果。
§19.4μέρη δὲ τούτων τό τε ἀποδεικνύναι καὶ τὸ λύειν καὶ τὸ πάθη παρασκευάζειν (οἷον ἔλεον ἢ φόβον ἢ ὀργὴν καὶ ὅσα τοιαῦτα) καὶ ἔτι μέγεθος καὶ μικρότητας.
这些部分的要素包括论证、反驳、激发情感(例如怜悯、恐惧、愤怒及其他类似情感),以及使事物显得放大和缩小。
§19.5δῆλον δὲ ὅτι καὶ ἐν τοῖς πράγμασιν ἀπὸ τῶν αὐτῶν ἰδεῶν δεῖ χρῆσθαι ὅταν ἢ ἐλεεινὰ ἢ δεινὰ ἢ μεγάλα ἢ εἰκότα δέῃ παρασκευάζειν·
显然,在行动中,当需要产生怜悯、可怕、伟大或合乎情理的效果时,也必须从这些相同的概念出发来运用它们。
§19.6πλὴν τοσοῦτον διαφέρει, ὅτι τὰ μὲν δεῖ φαίνεσθαι ἄνευ διδασκαλίας, τὰ δὲ ἐν τῷ λόγῳ ὑπὸ τοῦ λέγοντος παρασκευάζεσθαι καὶ παρὰ τὸν λόγον γίγνεσθαι.
只是有这点区别:行动必须在无需解释的情况下显现,而后者则必须在言辞中由说话者准备,并随言辞而产生。
τί γὰρ ἂν εἴη τοῦ λέγοντος ἔργον, εἰ φαίνοιτο ᾗ δέοι καὶ μὴ διὰ τὸν λόγον;
因为,如果事物即使不通过言辞也能显露其所需的状态,那么说话者的作用又何在呢?
§19.7τῶν δὲ περὶ τὴν λέξιν ἓν μέν ἐστιν εἶδος θεωρίας τὰ σχήματα τῆς λέξεως, ἅ ἐστιν εἰδέναι τῆς ὑποκριτικῆς καὶ τοῦ τὴν τοιαύτην ἔχοντος ἀρχιτεκτονικήν, οἷον τί ἐντολὴ καὶ τί εὐχὴ καὶ διήγησις καὶ ἀπειλὴ καὶ ἐρώτησις καὶ ἀπόκρισις καὶ εἴ τι ἄλλο τοιοῦτον.
至于言辞方面,研究的一个部门是言辞的格式,了解这些属于表演艺术以及拥有此类统领性知识者的范畴。 例如,什么是命令、什么是祈求、叙述、威胁、提问、回答,以及其他类似的形式。
§19.8παρὰ γὰρ τὴν τούτων γνῶσιν ἢ ἄγνοιαν οὐδὲν εἰς τὴν ποιητικὴν ἐπιτίμημα φέρεται ὅ τι καὶ ἄξιον σπουδῆς.
因为,无论是了解还是不了解这些知识,都不会对诗作艺术带来任何值得认真对待的指责。
τί γὰρ ἄν τις ὑπολάβοι ἡμαρτῆσθαι ἃ Πρωταγόρας ἐπιτιμᾷ, ὅτι εὔχεσθαι οἰόμενος ἐπιτάττει εἰπὼν
μῆνιν ἄειδε θεά;
因为,谁会把普罗塔戈拉所指责的当作错误呢? 他指责说,本来想祈求,却在说出‘歌唱吧,女神,那愤怒’时下达了命令。
τὸ γὰρ κελεῦσαι, φησίν, ποιεῖν τι ἢ μὴ ἐπίταξίς ἐστιν.
因为他说,要求做某事或不做某事,就是命令。
§19.9διὸ παρείσθω ὡς ἄλλης καὶ οὐ τῆς ποιητικῆς ὂν θεώρημα.
因此,这一课题应当予以搁置,因为它是属于另一门艺术、而非诗作艺术的研究范畴。