Humanitext Reader

亚里士多德 · 诗学 §18.1-18.20

悲剧的结与解、四种类型以及歌队的职能

第 19 段,共 28 段 · 希腊语

内容简介

亚里士多德定义了悲剧的两大核心组成部分——“结”与“解”,并分析了悲剧的四种主要类型。他还告诫诗人不要将具有宏大叙事诗结构的多重情节强行塞入悲剧之中,并强调了歌队作为有机演员参与剧情的重要性。

§18.1ἔστι δὲ πάσης τραγῳδίας τὸ μὲν δέσις τὸ δὲ λύσις, τὰ μὲν ἔξωθεν καὶ ἔνια τῶν ἔσωθεν πολλάκις ἡ δέσις, τὸ δὲ λοιπὸν ἡ λύσις·
每一部悲剧都有其“结(纷纠)”的部分和“解(解决)”的部分。 剧外的事件以及剧内的一些事件往往构成“结”,而其余的部分则是“解”。
§18.2λέγω δὲ δέσιν μὲν εἶναι τὴν ἀπ’ ἀρχῆς μέχρι τούτου τοῦ μέρους ὃ ἔσχατόν ἐστιν ἐξ οὗ μεταβαίνει εἰς εὐτυχίαν ἢ εἰς ἀτυχίαν, λύσιν δὲ τὴν ἀπὸ τῆς ἀρχῆς τῆς μεταβάσεως μέχρι τέλους·
我所谓的“结”,是指从开头直到主角转入顺境或逆境的那个转折点为止的部分;而“解”,则是指从这个转折的开始直到结尾的部分。
§18.3ὥσπερ ἐν τῷ Λυγκεῖ τῷ Θεοδέκτου δέσις μὲν τά τε προπεπραγμένα καὶ ἡ τοῦ παιδίου λῆψις καὶ πάλιν ἡ αὐτῶν λύσις δ’ ἡ ἀπὸ τῆς αἰτιάσεως τοῦ θανάτου μέχρι τοῦ τέλους.
例如,在狄奥德克忒斯的《林叩斯》中, “结”包括先前发生的事、孩子的被捕,以及他们自身的[被捕],而“解”则是从关于死亡的控告直到结尾。
§18.4τραγῳδίας δὲ εἴδη εἰσὶ τέσσαρα (τοσαῦτα γὰρ καὶ τὰ μέρη ἐλέχθη), §18.5ἡ μὲν πεπλεγμένη, ἧς τὸ ὅλον ἐστὶν περιπέτεια καὶ ἀναγνώρισις, §18.6ἡ δὲ παθητική, οἷον οἵ τε Αἴαντες καὶ οἱ Ἰξίονες, §18.7ἡ δὲ ἠθική, οἷον αἱ Φθιώτιδες καὶ ὁ Πηλεύς· §18.8τὸ δὲ τέταρτον † οης †, οἷον αἵ τε Φορκίδες καὶ ὁ Προμηθεὺς καὶ ὅσα ἐν ᾅδου.
悲剧的类型有四种(因为之前所说的悲剧要素也是这个数目):第一种是“复杂悲剧”,其整体由发现(突转)和突转(认知)构成;第二种是“苦难(情感)悲剧”,例如《埃阿斯》群剧和《伊克西翁》群剧;第三种是“性格悲剧”,例如《弗提亚妇女》和《佩琉斯》;第四种是“† 奇异(或简单) †悲剧”,例如《福耳库斯的女儿们》、《普罗米修斯》以及所有以冥府为背景的剧作。
§18.9μάλιστα μὲν οὖν ἅπαντα δεῖ πειρᾶσθαι ἔχειν, εἰ δὲ μή, τὰ μέγιστα καὶ πλεῖστα, ἄλλως τε καὶ ὡς νῦν συκοφαντοῦσιν τοὺς ποιητάς·
因此,诗人应当尽可能争取具备所有这些要素,如果不能,也应当具备最重要且最多的要素,特别是为了应对如今人们对诗人们的无理指责。
γεγονότων γὰρ καθ’ ἕκαστον μέρος ἀγαθῶν ποιητῶν, ἑκάστου τοῦ ἰδίου ἀγαθοῦ ἀξιοῦσι τὸν ἕνα ὑπερβάλλειν.
因为在每一个类型中都曾出现过优秀的诗人,人们便要求一个创作者必须超越他们中每一个人的独特长处。
§18.10δίκαιον δὲ καὶ τραγῳδίαν ἄλλην καὶ τὴν αὐτὴν λέγειν οὐδενὶ ὡς τῷ μύθῳ· τοῦτο δέ, ὧν ἡ αὐτὴ πλοκὴ καὶ λύσις.
评判悲剧的不同或相同时,没有比以情节为标准更为公正的了;所谓情节相同,是指它们的“结”和“解”相同。
§18.11πολλοὶ δὲ πλέξαντες εὖ λύουσι κακῶς· §18.12δεῖ δὲ ἀμφότερα ἀρτικροτεῖσθαι.
许多诗人在“结”上做得很好,但在 “解”上却做得极差;但这两部分必须始终配合得严丝合缝。
§18.13χρὴ δὲ ὅπερ εἴρηται πολλάκις μεμνῆσθαι καὶ μὴ ποιεῖν ἐποποιικὸν σύστημα τραγῳδίαν—ἐποποιικὸν δὲ λέγω τὸ πολύμυθον— οἷον εἴ τις τὸν τῆς Ἰλιάδος ὅλον ποιοῖ μῦθον.
还必须记住多次说过的话,不要把叙事诗的结构做成悲剧——我所谓的“叙事诗结构”是指包含多重情节的结构——例如有人若把整个《伊利亚特》的情节做成一部悲剧。
§18.14ἐκεῖ μὲν γὰρ διὰ τὸ μῆκος λαμβάνει τὰ μέρη τὸ πρέπον μέγεθος, ἐν δὲ τοῖς δράμασι πολὺ παρὰ τὴν ὑπόληψιν ἀποβαίνει.
因为在叙事诗中,由于篇幅较长,各个部分可以获得其应有的体量,但在戏剧中,其结果往往大违所望。
§18.15σημεῖον δέ, ὅσοι πέρσιν Ἰλίου ὅλην ἐποίησαν καὶ μὴ κατὰ μέρος ὥσπερ Εὐριπίδης, ἢ Νιόβην καὶ μὴ ὥσπερ Αἰσχύλος, ἢ ἐκπίπτουσιν ἢ κακῶς ἀγωνίζονται, ἐπεὶ καὶ Ἀγάθων ἐξέπεσεν ἐν τούτῳ μόνῳ.
证明这一点的是,那些试图将整个《特洛伊的陷落》写成一部剧,而不是像欧里庇得斯那样分段处理的人,或者那些写了整个《尼俄柏》而不是像埃斯库罗斯那样处理的人,要么演出失败,要么竞争失利。 事实上,阿加通也仅仅因为这一点而遭到了失败。
§18.16ἐν δὲ ταῖς περιπετείαις καὶ ἐν τοῖς ἁπλοῖς πράγμασι στοχάζονται ὧν βούλονται θαυμαστῶς·
然而,在突转和单纯的行动中,他们能以令人惊异的方式达到他们想要的效果。
τραγικὸν γὰρ τοῦτο καὶ φιλάνθρωπον.
因为这是具有悲剧色彩的,也是符合人性的。
§18.17ἔστιν δὲ τοῦτο, ὅταν ὁ σοφὸς μὲν μετὰ πονηρίας δ’ ἐξαπατηθῇ, ὥσπερ Σίσυφος, καὶ ὁ ἀνδρεῖος μὲν ἄδικος δὲ ἡττηθῇ.
这种情况发生在,当一个聪明却邪恶的人被欺骗时(如西绪福斯),或者一个勇敢却不义的人被击败时。
§18.18ἔστιν δὲ τοῦτο καὶ εἰκὸς ὥσπερ Ἀγάθων λέγει, εἰκὸς γὰρ γίνεσθαι πολλὰ καὶ παρὰ τὸ εἰκός.
正如阿加通所说,这也是合乎情理的,因为许多事情违背常理而发生,本身就是合乎情理的。
§18.19καὶ τὸν χορὸν δὲ ἕνα δεῖ ὑπολαμβάνειν τῶν ὑποκριτῶν, καὶ μόριον εἶναι τοῦ ὅλου καὶ συναγωνίζεσθαι μὴ ὥσπερ Εὐριπίδῃ ἀλλ’ ὥσπερ Σοφοκλεῖ.
歌队也应当被看作演员之一,是整体的一个部分,应当参与剧中的竞争与行动,不要像在欧里庇得斯那里那样,而要像在索福克勒斯那里那样。
§18.20τοῖς δὲ λοιποῖς τὰ ᾀδόμενα οὐδὲν μᾶλλον τοῦ μύθου ἢ ἄλλης τραγῳδίας ἐστίν·
在其他诗人那里,所唱的歌与剧中的情节毫无关系,就像对待其他任何悲剧一样。
διὸ ἐμβόλιμα ᾄδουσιν πρώτου ἄρξαντος Ἀγάθωνος τοῦ τοιούτου.
因此他们唱插歌(间奏),这种做法是由阿加通首先开始的。
καίτοι τί διαφέρει ἢ ἐμβόλιμα ᾄδειν ἢ εἰ ῥῆσιν ἐξ ἄλλου εἰς ἄλλο ἁρμόττοι ἢ ἐπεισόδιον ὅλον;
然而,唱插歌与将一段台词从一部剧移植到另一部剧,或者移植整个插话,又有什么区别呢?

词汇与语法注释

  1. 1455b25τὰ μὲν ἔξωθεν καὶ ἔνια τῶν ἔσωθεν πολλάκις ἡ δέσις — 主语是 'τὰ μὲν ἔξωθεν καὶ ἔνια τῶν ἔσωθεν'(剧外的事件和剧内的某些事件),谓语是 'ἡ δέσις'(结)。这句话阐明了在戏剧开场前发生的背景事件(剧外)和开场后的一部分情节共同交织成了悲剧的“纠葛/结”。
  2. 1455b26λέγω δὲ δέσιν μὲν εἶναι τὴν ἀπ’ ἀρχῆς μέχρι τούτου τοῦ μέρους... — 动词 'λέγω' 接“宾格加不定式(A.c.I.)”结构,其中 'δέσιν' 是不定式 'εἶναι' 的主语,'τὴν ἀπ’ ἀρχῆς...' 是表语宾格。关系代名词 'οὗ' 的先行词是 'τούτου τοῦ μέρους',指明了发生逆转(μεταβαίνει)的临界点。
  3. 1456a24εἰκὸς γὰρ γίνεσθαι πολλὰ καὶ παρὰ τὸ εἰκός — 阿加通的著名悖论,其中无人称句 'εἰκός [ἐστι]' 后面接主语为 'πολλά' 的不定式 'γίνεσθαι'。'παρὰ τὸ εἰκός' 前面的 'καὶ' 具有强调作用(“甚至违背常理”),表明不合常理的事情频繁发生,这本身就是一种符合常理的现实。
  4. 1456a31καίτοι τί διαφέρει ἢ ἐμβόλιμα ᾄδειν ἢ εἰ ῥῆσιν ἐξ ἄλλου εἰς ἄλλο ἁρμόττοι... — 比较动词 'διαφέρει' 引导了两个由 'ἢ' 构成的并列对比。第一个 'ἢ' 后面是不定式短语 'ἐμβόλιμα ᾄδειν'(唱插歌),第二个 'ἢ' 后面是条件从句 'εἰ ... ἁρμόττοι'。在主句为现在时的情况下,条件从句使用希求法(optative)'ἁρμόττοι',用以表达一种假设性的可能性。

引用这一段

亚里士多德, 诗学 §18.1-18.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:18.1-18.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。