Humanitext Reader

亚里士多德 · 诗学 §20.1-20.13

言辞的八个组成部分与语音品词分类

第 21 段,共 28 段 · 希腊语

内容简介

作者系统地分类并定义了言辞的八个组成部分,从最小的单位(字母和音节)到名词、动词、词尾变化以及言论。

§20.1τῆς δὲ λέξεως ἁπάσης τάδ’ ἐστὶ τὰ μέρη, στοιχεῖον συλλαβὴ σύνδεσμος ὄνομα ῥῆμα ἄρθρον πτῶσις λόγος.
整个言辞的组成部分如下:字母、音节、连词、名词、动词、冠词、词尾变化、言论。
§20.2στοιχεῖον μὲν οὖν ἐστιν φωνὴ ἀδιαίρετος, οὐ πᾶσα δὲ ἀλλ’ ἐξ ἧς πέφυκε συνθετὴ γίγνεσθαι φωνή· καὶ γὰρ τῶν θηρίων εἰσὶν ἀδιαίρετοι φωναί, ὧν οὐδεμίαν λέγω στοιχεῖον.
字母是一种不可分割的声音,但并非所有这样的声音都是,而是指那些自然能从中组合出可理解声音的声音;因为野兽也能发出不可分割的声音,但我并不称其中任何一种为字母。
§20.3ταύτης δὲ μέρη τό τε φωνῆεν καὶ τὸ ἡμίφωνον καὶ ἄφωνον.
它的部分包括元音、半元音和无音。
ἔστιν δὲ ταῦτα φωνῆεν μὲν τὸ ἄνευ προσβολῆς ἔχον φωνὴν ἀκουστήν, ἡμίφωνον δὲ τὸ μετὰ προσβολῆς ἔχον φωνὴν ἀκουστήν, οἷον τὸ Σ καὶ τὸ Ρ, ἄφωνον δὲ τὸ μετὰ προσβολῆς καθ’ αὑτὸ μὲν οὐδεμίαν ἔχον φωνήν, μετὰ δὲ τῶν ἐχόντων τινὰ φωνὴν γινόμενον ἀκουστόν, οἷον τὸ Γ καὶ τὸ Δ.
这些如下:元音是指在没有接触的情况下具有可听见声音的字母;半元音是指在有接触的情况下具有可听见声音的字母,例如 Σ 和 Ρ;无音是指在有接触的情况下自身没有任何声音,但与某些有声音的字母结合时会变得可听见的字母,例如 Γ 和 Δ。
§20.4ταῦτα δὲ διαφέρει σχήμασίν τε τοῦ στόματος καὶ τόποις καὶ δασύτητι καὶ ψιλότητι καὶ μήκει καὶ βραχύτητι ἔτι δὲ ὀξύτητι καὶ βαρύτητι καὶ τῷ μέσῳ· περὶ ὧν καθ’ ἕκαστον ἐν τοῖς μετρικοῖς προσήκει θεωρεῖν.
这些字母因口腔形状、发音部位、送气与不送气、长音与短音,以及升调、降调和中调而有所不同;关于这些的细节,适合在韵律学著作中进行考察。
§20.5συλλαβὴ δέ ἐστιν φωνὴ ἄσημος συνθετὴ ἐξ ἀφώνου καὶ φωνὴν ἔχοντος· καὶ γὰρ τὸ ΓΡ ἄνευ τοῦ Α † συλλαβὴ καὶ † μετὰ τοῦ Α, οἷον τὸ ΓΡΑ. ἀλλὰ καὶ τούτων θεωρῆσαι τὰς διαφορὰς τῆς μετρικῆς ἐστιν.
音节是一种无意义的合成声音,由一个无音和一个有声音的字母组成;因为 ΓΡ 在没有 Α 的情况下是†一个音节†,而在有 Α 的情况下也是,例如 ΓΡΑ。 但是考察这些的差异也是韵律学的任务。
§20.6σύνδεσμος δέ ἐστιν φωνὴ ἄσημος ἣ οὔτε κωλύει οὔτε ποιεῖ φωνὴν μίαν σημαντικὴν ἐκ πλειόνων φωνῶν πεφυκυῖα συντίθεσθαι καὶ ἐπὶ τῶν ἄκρων καὶ ἐπὶ τοῦ μέσου ἣν μὴ ἁρμόττει ἐν ἀρχῇ λόγου τιθέναι καθ’ αὑτήν, οἷον μέν ἤτοι δέ.
连词是一种无意义的声音,它既不阻碍也不创造一个由多个声音合成的有意义的声音,它自然地被置于两端或中间,不适合单独置于言论的开头,例如 μέν, ἤτοι, δέ。
ἢ φωνὴ ἄσημος ἣ ἐκ πλειόνων μὲν φωνῶν μιᾶς σημαντικῶν δὲ ποιεῖν πέφυκεν μίαν σημαντικὴν φωνήν.
或者,它是一种无意义的声音,能够从多个本身有意义的声音中创造出一个有意义的声音。
§20.7ἄρθρον δ’ ἐστὶ φωνὴ ἄσημος ἣ λόγου ἀρχὴν ἢ τέλος ἢ διορισμὸν δηλοῖ.
冠词是一种无意义的声音,它表明言论的开始、结束或界限。
οἷον τὸ ἀμφί καὶ τὸ περί καὶ τὰ ἄλλα.
例如 ἀμφί, περί 以及其他。
ἢ φωνὴ ἄσημος ἣ οὔτε κωλύει οὔτε ποιεῖ φωνὴν μίαν σημαντικὴν ἐκ πλειόνων φωνῶν πεφυκυῖα τίθεσθαι καὶ ἐπὶ τῶν ἄκρων καὶ ἐπὶ τοῦ μέσου.
或者,它是一种无意义的声音,既不阻碍也不创造一个由多个声音合成的有意义的声音,自然地被置于两端或中间。
§20.8ὄνομα δέ ἐστι φωνὴ συνθετὴ σημαντικὴ ἄνευ χρόνου ἧς μέρος οὐδέν ἐστι καθ’ αὑτὸ σημαντικόν· ἐν γὰρ τοῖς διπλοῖς οὐ χρώμεθα ὡς καὶ αὐτὸ καθ’ αὑτὸ σημαῖνον, οἷον ἐν τῷ Θεόδωρος τὸ δωρος οὐ σημαίνει.
名词是一种不带时间概念的有意义的合成声音,其任何部分在单独状态下都没有意义;因为在复合词中,我们并不把各个部分当作其自身有意义来使用,例如在 Θεόδωρος 中,δωρος 这个部分没有意义。
§20.9ῥῆμα δὲ φωνὴ συνθετὴ σημαντικὴ μετὰ χρόνου ἧς οὐδὲν μέρος σημαίνει καθ’ αὑτό, ὥσπερ καὶ ἐπὶ τῶν ὀνομάτων· τὸ μὲν γὰρ ἄνθρωπος ἢ λευκόν οὐ σημαίνει τὸ πότε, τὸ δὲ βαδίζει ἢ βεβάδικεν προσσημαίνει τὸ μὲν τὸν παρόντα χρόνον τὸ δὲ τὸν παρεληλυθότα.
动词是一种带有时间概念的有意义的合成声音,其任何部分在单独状态下都没有意义,这与名词的情况相同;因为“人”或“白”并不表示何时,而“步行”或“已步行”则额外表示时间,前者表示现在的时间,后者表示过去的时间。
§20.10πτῶσις δ’ ἐστὶν ὀνόματος ἢ ῥήματος ἡ μὲν κατὰ τὸ τούτου ἢ τούτῳ σημαῖνον καὶ ὅσα τοιαῦτα, ἡ δὲ κατὰ τὸ ἑνὶ ἢ πολλοῖς, οἷον ἄνθρωποι ἢ ἄνθρωπος, ἡ δὲ κατὰ τὰ ὑποκριτικά, οἷον κατ’ ἐρώτησιν ἐπίταξιν· τὸ γὰρ ἐβάδισεν;
词尾变化是属于名词或动词的,一种是表示“这个的”或“给这个的” 等意义的变化,另一种是表示单数或复数的变化,例如“人们”或“人”,再一种是关于表演方式,如提问或命令的变化;因为“他步行了吗? ”或“步行吧!
ἢ βάδιζε πτῶσις ῥήματος κατὰ ταῦτα τὰ εἴδη ἐστίν.
”在这些类型中都是动词的词尾变化。
§20.11λόγος δὲ φωνὴ συνθετὴ σημαντικὴ ἧς ἔνια μέρη καθ’ αὑτὰ σημαίνει τι
言论是一种有意义的合成声音,其某些部分在单独状态下具有某种意义。
§20.12(οὐ γὰρ ἅπας λόγος ἐκ ῥημάτων καὶ ὀνομάτων σύγκειται, οἷον ὁ τοῦ ἀνθρώπου ὁρισμός, ἀλλ’ ἐνδέχεται ἄνευ ῥημάτων εἶναι λόγον, μέρος μέντοι ἀεί τι σημαῖνον ἕξει) οἷον ἐν τῷ βαδίζει Κλέων ὁ Κλέων.
(因为并非所有的言论都由动词和名词组成,例如对人的定义,相反,言论中可能没有动词,但它总是会包含某个有意义的部分),例如在“克勒翁步行”中,“克勒翁”这一部分。
§20.13εἷς δέ ἐστι λόγος διχῶς, ἢ γὰρ ὁ ἓν σημαίνων, ἢ ὁ ἐκ πλειόνων συνδέσμῳ, οἷον ἡ Ἰλιὰς μὲν συνδέσμῳ εἷς, ὁ δὲ τοῦ ἀνθρώπου τῷ ἓν σημαίνειν.
言论成为一个整体有两种方式,或者是由于它表示一个单一的事物,或者是由于它通过连词从多个部分组合成一个整体;例如,《伊利亚特》是通过连词成为一个整体的,而对人的定义则是通过表示一个单一的事物而成为一个整体的。

词汇与语法注释

  1. 20.2οὐ πᾶσα δὲ ἀλλ’ ἐξ ἧς — 此处省略了前文的 `φωνή`,即 `οὐ πᾶσα [φωνή]`,随后是省略了先行词的关系从句 `ἀλλ’ [ἐκείνη ἐξ] ἧς...`。关系代词 `ἧς` 的先行词是 `φωνή`。整句意为“但并非所有不可分割的声音都是元素,而是指那些自然从中能够组合出合成声音的声音”。
  2. 20.3μετὰ δὲ τῶν ἐχόντων τινὰ φωνὴν γινόμενον ἀκουστόν — 中性单数分词 `γινόμενον` 修饰该分句的主语 `ἄφωνον`(中性单数)。属格分词短语 `τῶν ἐχόντων τινὰ φωνήν`(具有某种声音的字母)作介词 `μετά` 的宾语。整句阐明了无音的特征:“其自身没有任何声音,但在与某些有声音的字母结合时变得可听见”。
  3. 20.6ἣ οὔτε κωλύει οὔτε ποιεῖ φωνὴν μίαν σημαντικὴν — 关系代词 `ἣ` 的先行词是 `φωνὴ ἄσημος`(连词的定义)。随后的女性单数主格分词 `πεφυκυῖα`(与 `συντίθεσθαι` 连用)同样修饰 `φωνή`,并在关系从句中补充说明主要动词 `κωλύει` 和 `ποιεῖ`。尽管文本存在混乱,该句构成了嵌套式的限定结构:“一种无意义的声音,它自然具有被组合的性质……但既不阻碍也不创造一个有意义的声音”。
  4. 20.10ἡ μὲν κατὰ τὸ τούτου ἢ τούτῳ σημαῖνον — 名词化的中性单数分词 `τὸ σημαῖνον` 将词尾变化形式 `τούτου`(“这个的”,属格)和 `τούτῳ`(“给这个的”,与格)作为其表示或指代的对象。该短语意为“根据表示‘这个的’或‘给这个的’而进行的词尾变化”。句首的冠词 `ἡ` 代指 `πτῶσις`,整体上定义了名词的格变化(斜格)。

引用这一段

亚里士多德, 诗学 §20.1-20.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:20.1-20.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。