Humanitext Reader

亚里士多德 · 诗学 §17.1-17.11

情节的视觉化与从普遍框架展开插话

第 18 段,共 28 段 · 希腊语

内容简介

阐述了诗人在构思和润色情节时的具体指导原则,强调将事件呈现在眼前并与角色产生情感共鸣的重要性。并以《伊菲革涅亚》和《奥德赛》为例,说明了先确立普遍框架,再添加合适插话的过程。

§17.1δεῖ δὲ τοὺς μύθους συνιστάναι καὶ τῇ λέξει συναπεργάζεσθαι ὅτι μάλιστα πρὸ ὀμμάτων τιθέμενον·
在构思情节并用言辞加以润色时,应当尽可能将[事件]呈现在眼前。
οὕτω γὰρ ἂν ἐναργέστατα ὁρῶν ὥσπερ παρ’ αὐτοῖς γιγνόμενος τοῖς πραττομένοις εὑρίσκοι τὸ πρέπον καὶ ἥκιστα ἂν λανθάνοι τὰ ὑπεναντία.
因为只有这样,才能最清晰地看到一切,仿佛亲临正在发生的事情的现场,从而发现合适妥帖之处,最不容易忽视矛盾之处。
§17.2σημεῖον δὲ τούτου ὃ ἐπετιμᾶτο Καρκίνῳ.
证明这一点的,是卡尔基诺斯受到指责的那个例子。
ὁ γὰρ Ἀμφιάραος ἐξ ἱεροῦ ἀνῄει, ὃ μὴ ὁρῶντα ἐλάνθανεν, ἐπὶ δὲ τῆς σκηνῆς ἐξέπεσεν δυσχερανάντων τοῦτο τῶν θεατῶν.
在他的剧作中,安菲阿拉俄斯从神殿中走出来,由于诗人没有在想象中看到这一点,因而忽略了矛盾;但在舞台上演出时,观众对此感到不满,戏剧因此失败了。
§17.3ὅσα δὲ δυνατὸν καὶ τοῖς σχήμασιν συναπεργαζόμενον·
此外,应当尽可能通过[剧中人物的]身势动作来协同创作。
πιθανώτατοι γὰρ ἀπὸ τῆς αὐτῆς φύσεως οἱ ἐν τοῖς πάθεσίν εἰσιν, καὶ χειμαίνει ὁ χειμαζόμενος καὶ χαλεπαίνει ὁ ὀργιζόμενος ἀληθινώτατα.
因为具有相同天性、自身处于情感体验中的人最具有说服力:真正处于风暴(痛苦)之中的人才能最真实地带来风暴(使人痛苦),真正愤怒的人才能最真实地表现出激愤。
§17.4διὸ εὐφυοῦς ἡ ποιητική ἐστιν ἢ μανικοῦ·
因此,诗歌创作需要有天赋的人,或是需要疯狂的人。
τούτων γὰρ οἱ μὲν εὔπλαστοι οἱ δὲ ἐκστατικοί εἰσιν.
因为在前一种人中,他们易于感同身受(可塑性强);而在后一种人中,他们能够忘我。
§17.5τούς τε λόγους καὶ τοὺς πεποιημένους δεῖ καὶ αὐτὸν ποιοῦντα ἐκτίθεσθαι καθόλου, εἶθ’ οὕτως ἐπεισοδιοῦν καὶ παρατείνειν.
无论是已有的情节,还是诗人自己创作的情节,都应当首先确立一个普遍的(大纲式的)整体框架,然后在此基础上插入插话,并拉长篇幅。
§17.6λέγω δὲ οὕτως ἂν θεωρεῖσθαι τὸ καθόλου, οἷον τῆς Ἰφιγενείας· τυθείσης τινὸς κόρης καὶ ἀφανισθείσης ἀδήλως τοῖς θύσασιν, ἱδρυνθείσης δὲ εἰς ἄλλην χώραν, ἐν ᾗ νόμος ἦν τοὺς ξένους θύειν τῇ θεῷ, ταύτην ἔσχε τὴν ἱερωσύνην·
我所说的“像这样考察普遍的整体框架”,可以用《伊菲革涅亚》为例:一个女孩被献祭,却在祭祀者不知情的情况下消失了,她被安顿在另一个国家,在那里有将外邦人献祭给女神的习俗,她担任了这一神职。
χρόνῳ δὲ ὕστερον τῷ ἀδελφῷ συνέβη ἐλθεῖν τῆς ἱερείας, τὸ δὲ ὅτι ἀνεῖλεν ὁ θεὸς ἐλθεῖν ἐκεῖ καὶ ἐφ’ ὅ τι δὲ ἔξω τοῦ μύθου·
过了些时候,女祭司的弟弟恰巧来到了这里。 至于神明为何命令他去那里以及目的是什么,这属于情节之外。
ἐλθὼν δὲ καὶ ληφθεὶς θύεσθαι μέλλων ἀνεγνώρισεν, εἴθ’ ὡς Εὐριπίδης εἴθ’ ὡς Πολύιδος ἐποίησεν, κατὰ τὸ εἰκὸς εἰπὼν ὅτι οὐκ ἄρα μόνον τὴν ἀδελφὴν ἀλλὰ καὶ αὐτὸν ἔδει τυθῆναι, καὶ ἐντεῦθεν ἡ σωτηρία.
但他到来并被捕后,在即将被献祭时,他让人认出了自己——无论是像欧里庇得斯所写的那样,还是像波吕伊多斯所写的那样,他合乎情理地说道:“原来不仅是姐姐,连我自己也必须被献祭啊。 ”救赎便由此产生。
§17.7μετὰ ταῦτα δὲ ἤδη ὑποθέντα τὰ ὀνόματα ἐπεισοδιοῦν·
在这之后,在赋予了角色名字之后,再插入插话。
§17.8ὅπως δὲ ἔσται οἰκεῖα τὰ ἐπεισόδια, οἷον ἐν τῷ Ὀρέστῃ ἡ μανία δι’ ἧς ἐλήφθη καὶ ἡ σωτηρία διὰ τῆς καθάρσεως.
必须保证这些插话是契合主题的。 例如在《奥瑞斯忒斯》中,导致他被捕的发疯,以及通过净化而获得救赎。
§17.9ἐν μὲν οὖν τοῖς δράμασιν τὰ ἐπεισόδια σύντομα, ἡ δ’ ἐποποιία τούτοις μηκύνεται.
在戏剧中,插话是简短的,而叙事诗则通过这些插话而被拉长。
§17.10τῆς γὰρ Ὀδυσσείας οὐ μακρὸς ὁ λόγος ἐστίν· ἀποδημοῦντός τινος ἔτη πολλὰ καὶ παραφυλαττομένου ὑπὸ τοῦ Ποσειδῶνος καὶ μόνου ὄντος, ἔτι δὲ τῶν οἴκοι οὕτως ἐχόντων ὥστε τὰ χρήματα ὑπὸ μνηστήρων ἀναλίσκεσθαι καὶ τὸν υἱὸν ἐπιβουλεύεσθαι, αὐτὸς δὲ ἀφικνεῖται χειμασθείς, καὶ ἀναγνωρίσας τινὰς ἐπιθέμενος αὐτὸς μὲν ἐσώθη τοὺς δ’ ἐχθροὺς διέφθειρε.
实际上,《奥德赛》的核心故事并不长:某人远离家乡多年,受到波塞冬的监视(敌视),形单影只;此外,家中的情况则是财产被求婚者们挥霍,儿子的生命遭到暗算;而他本人历经风浪回到家乡,向某些人公开了身份,发起袭击,最终保全了自己并消灭了敌人。
§17.11τὸ μὲν οὖν ἴδιον τοῦτο, τὰ δ’ ἄλλα ἐπεισόδια.
这就是故事的核心,其余的则都是插话。

词汇与语法注释

  1. 17.1ὅτι μάλιστα πρὸ ὀμμάτων τιθέμενον — 分词 `τιθέμενον` 为主格阳性单数,与无人称动词 `δεῖ` 的逻辑主语(即诗人)保持一致。`ὅτι μάλιστα` 修饰该分词,表示“尽可能地”。
  2. 17.2ὃ μὴ ὁρῶντα ἐλάνθανεν — 关系代词 `ὃ` 是中性单数,指代前述事件(安菲阿拉俄斯从神殿出来)。分词 `ὁρῶντα` 是宾格,指代省略的“诗人”,与 `ἐλάνθανεν` 连用,构成“因为没有在想象中看到,因而被[诗人]忽略了”的句式。
  3. 17.3ὅσα δὲ δυνατὸν καὶ τοῖς σχήμασιν συναπεργαζόμενον — `ὅσα δὲ δυνατὸν` 是副词性短语,意为“尽可能”。与第1节中的 `τιθέμενον` 类似,`συναπεργαζόμενον` 也是一个与主语(诗人)一致的主格分词,受 `δεῖ` 控制。`σχήμασιν` 指的是身体动作或表达情感的姿态。
  4. 17.4διὸ εὐφυοῦς ἡ ποιητική ἐστιν ἢ μανικοῦ — 属格 `εὐφυοῦς` 和 `μανικοῦ` 是表所有或适宜性的表语性属格,意为“属于……的”或“是……的特征”(即属于有天赋的人或疯狂的人的领域)。
  5. 17.6τὸ δὲ ὅτι ἀνεῖλεν ὁ θεὸς ἐλθεῖν ἐκεῖ καὶ ἐφ’ ὅ τι δὲ ἔξω τοῦ μύθου — 从句 `τὸ ὅτι ἀνεῖλεν ὁ θεὸς ἐλθεῖν ἐκεῖ`(神明命令他去那里)是一个名词性从句,充当主语。冠词 `τὸ` 将整个从句以及随后的间接疑问句 `ἐφ’ ὅ τι`(以及为了什么目的)一并名词化。

引用这一段

亚里士多德, 诗学 §17.1-17.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:17.1-17.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。