§16.1ἀναγνώρισις δὲ τί μέν ἐστιν, εἴρηται πρότερον·
什么是发现,前面已经说过。
εἴδη δὲ ἀναγνωρίσεως, πρώτη μὲν ἡ ἀτεχνοτάτη καὶ ᾗ πλείστῃ χρῶνται δι’ ἀπορίαν, ἡ διὰ τῶν σημείων.
至于发现的类型,第一种是最缺乏艺术性的,由于缺乏才智,诗人们最常使用这种:即通过标记进行的发现。
§16.2τούτων δὲ τὰ μὲν σύμφυτα, οἷον
λόγχην ἣν φοροῦσι Γηγενεῖς §16.3ἢ ἀστέρας οἵους ἐν τῷ Θυέστῃ Καρκίνος, τὰ δὲ ἐπίκτητα, καὶ τούτων τὰ μὲν ἐν τῷ σώματι, οἷον οὐλαί, τὰ δὲ ἐκτός, οἷον τὰ περιδέραια καὶ οἷον ἐν τῇ Τυροῖ διὰ τῆς σκάφης.
在这些标记中,有些是先天的,例如:“地生人所佩带的矛,” 或者卡尔基诺斯在《忒耶斯忒斯》中所使用的星星。 另一些是后天获得的,在这些后天的标记中,有些是在身体上的,例如伤疤;有些是身体之外的,例如项链,或者像在《堤洛》中通过小船进行的发现。
§16.4ἔστιν δὲ καὶ τούτοις χρῆσθαι ἢ βέλτιον ἢ χεῖρον, οἷον Ὀδυσσεὺς διὰ τῆς οὐλῆς ἄλλως ἀνεγνωρίσθη ὑπὸ τῆς τροφοῦ καὶ ἄλλως ὑπὸ τῶν συβοτῶν·
使用这些标记也有好坏之分。 例如,奥德修斯通过伤疤被发现,他被乳母认出的方式与被牧猪人认出的方式不同。
§16.5εἰσὶ γὰρ αἱ μὲν πίστεως ἕνεκα ἀτεχνότεραι, καὶ αἱ τοιαῦται πᾶσαι, αἱ δὲ ἐκ περιπετείας, ὥσπερ ἡ ἐν τοῖς Νίπτροις, βελτίους.
因为那些为了确证而使用的标记较为缺乏艺术性(所有这一类都是如此),而那些由于情境逆转而产生的,如《洗脚》中的发现,则较好。
§16.6δεύτεραι δὲ αἱ πεποιημέναι ὑπὸ τοῦ ποιητοῦ, διὸ ἄτεχνοι.
第二种是诗人刻意制造出来的,因此缺乏艺术性。
οἷον Ὀρέστης ἐν τῇ Ἰφιγενείᾳ ἀνεγνώρισεν ὅτι Ὀρέστης· ἐκείνη μὲν γὰρ διὰ τῆς ἐπιστολῆς, ἐκεῖνος δὲ §16.7αὐτὸς λέγει ἃ βούλεται ὁ ποιητὴς ἀλλ’ οὐχ ὁ μῦθος·
例如,在《伊菲革涅亚》中,奥瑞斯忒斯如何让人知道他就是奥瑞斯忒斯;因为她是通过信件让人认出的,而他则不是通过情节,而是自己说出了诗人要他说的话。
διὸ ἐγγύς τι τῆς εἰρημένης ἁμαρτίας ἐστίν, ἐξῆν γὰρ ἂν ἔνια καὶ ἐνεγκεῖν.
因此,这非常接近前面提到的错误,因为他本可以带一些物证来的。
καὶ ἐν τῷ Σοφοκλέους Τηρεῖ ἡ τῆς κερκίδος φωνή.
此外,索福克勒斯的《忒柔斯》中的“梭子的声音”也属于这一类。
§16.8ἡ τρίτη διὰ μνήμης, τῷ αἰσθέσθαι τι ἰδόντα, ὥσπερ ἡ ἐν Κυπρίοις τοῖς Δικαιογένους, ἰδὼν γὰρ τὴν γραφὴν ἔκλαυσεν, καὶ ἡ ἐν Ἀλκίνου ἀπολόγῳ, ἀκούων γὰρ τοῦ κιθαριστοῦ καὶ μνησθεὶς ἐδάκρυσεν, ὅθεν ἀνεγνωρίσθησαν.
第三种是通过记忆,即在看到某物时产生意识。 例如在迪凯奥格内斯的《塞浦路斯人》中,他看到画作后落泪;或者在《阿尔基诺乌斯叙事》中,他听到琴师弹奏,勾起回忆而落泪,他们因此被认出。
§16.9τετάρτη δὲ ἡ ἐκ συλλογισμοῦ, οἷον ἐν Χοηφόροις, ὅτι ὅμοιός τις ἐλήλυθεν, ὅμοιος δὲ οὐθεὶς ἀλλ’ ἢ Ὀρέστης, οὗτος ἄρα ἐλήλυθεν.
第四种是通过推论,例如在《奠酒人》中: “一个像我的人来了;除了奥瑞斯忒斯,没有人和我相像;所以是他来了。
καὶ ἡ Πολυίδου τοῦ σοφιστοῦ περὶ τῆς Ἰφιγενείας· εἰκὸς γὰρ ἔφη τὸν Ὀρέστην συλλογίσασθαι ὅτι ἥ τ’ ἀδελφὴ ἐτύθη καὶ αὐτῷ συμβαίνει θύεσθαι.
”又如智者波吕伊多斯关于《伊菲革涅亚》的评论:他说,奥瑞斯忒斯推论说,他的姐姐被献祭了,而现在轮到自己被献祭,这是合乎情理的。
καὶ ἐν τῷ Θεοδέκτου Τυδεῖ, ὅτι ἐλθὼν ὡς εὑρήσων τὸν υἱὸν αὐτὸς ἀπόλλυται.
又如在狄奥德克忒斯的《堤丢斯》中:“本想来寻找儿子,自己却丧命。
καὶ ἡ ἐν τοῖς Φινείδαις· ἰδοῦσαι γὰρ τὸν τόπον συνελογίσαντο τὴν εἱμαρμένην ὅτι ἐν τούτῳ εἵμαρτο ἀποθανεῖν αὐταῖς, καὶ γὰρ ἐξετέθησαν ἐνταῦθα.
”又如在《菲纽斯之子》中:她们看到那个地方,便推论出自己的命运,即注定死在这里,因为她们确实曾被遗弃在这里。
§16.10ἔστιν δέ τις καὶ συνθετὴ ἐκ παραλογισμοῦ τοῦ θεάτρου, οἷον ἐν τῷ Ὀδυσσεῖ τῷ ψευδαγγέλῳ·
还有一种是由于观众的误推而合成的,例如在《伪使者奥德修斯》中。
τὸ μὲν γὰρ τὸ τόξον ἐντείνειν, ἄλλον δὲ μηδένα, πεποιημένον ὑπὸ τοῦ ποιητοῦ καὶ ὑπόθεσις, καὶ εἴ γε τὸ τόξον ἔφη γνώσεσθαι ὃ οὐχ ἑωράκει· τὸ δὲ ὡς δι’ ἐκείνου ἀναγνωριοῦντος διὰ τούτου ποιῆσαι παραλογισμός.
他能拉开这张弓,而其他任何人都不行,这是诗人的虚构和设定,即使他说自己能认出那张从未见过的弓;但利用这一点来制造他将通过它被认出的错觉,这就是误推。
§16.11πασῶν δὲ βελτίστη ἀναγνώρισις ἡ ἐξ αὐτῶν τῶν πραγμάτων, τῆς ἐκπλήξεως γιγνομένης δι’ εἰκότων, οἷον ἐν τῷ Σοφοκλέους Οἰδίποδι καὶ τῇ Ἰφιγενείᾳ·
在所有发现中,最好的是从事件本身产生的,通过合乎情理的途径产生震撼,例如在索福克勒斯的《俄狄浦斯》和《伊菲革涅亚》中。
εἰκὸς γὰρ βούλεσθαι ἐπιθεῖναι γράμματα.
因为她想送出一封信是合乎情理的。
αἱ γὰρ τοιαῦται μόναι ἄνευ τῶν πεποιημένων σημείων καὶ περιδεραίων.
只有这种发现不需要制造出来的标记和项链。
§16.12δεύτεραι δὲ αἱ ἐκ συλλογισμοῦ.
第二好的是通过推论进行的发现。