Humanitext Reader

亚里士多德 · 诗学 §15.1-15.12

悲剧人物性格的四项要求与情节的解决

第 16 段,共 28 段 · 希腊语

内容简介

亚里士多德提出了悲剧人物性格(Ethos)必须具备的四个条件:善良、适合、相似和一致,并结合实例进行了说明。他还论证了戏剧的结局应当从情节本身必然产生,而不应依赖于机械式的外在手法。

§15.1περὶ δὲ τὰ ἤθη τέτταρά ἐστιν ὧν δεῖ στοχάζεσθαι, ἓν μὲν καὶ πρῶτον, ὅπως χρηστὰ ᾖ.
关于性格,有四点是应当追求的。 第一也是首要的一点,是性格应当是善良的。
§15.2ἕξει δὲ ἦθος μὲν ἐὰν ὥσπερ ἐλέχθη ποιῇ φανερὸν ὁ λόγος ἢ ἡ πρᾶξις προαίρεσίν τινα ἥ τις ἂν ᾖ, χρηστὸν δὲ ἐὰν χρηστήν.
如前所述,如果言语或行动能表明某种选择(无论它是哪种选择),那么人物就会具有性格;如果该选择是善良的,性格就是善良的。
§15.3ἔστιν δὲ ἐν ἑκάστῳ γένει· καὶ γὰρ γυνή ἐστιν χρηστὴ καὶ δοῦλος, καίτοι γε ἴσως τούτων τὸ μὲν χεῖρον, τὸ δὲ ὅλως φαῦλόν ἐστιν.
这在每一个类别中都是可能的;因为妇女也可以是善良的,奴隶也是如此,尽管可能在这些人中,前者较差,而后者则完全是卑下的。
§15.4δεύτερον δὲ τὸ ἁρμόττοντα·
第二是适合。
ἔστιν γὰρ ἀνδρείαν μὲν τὸ ἦθος, ἀλλ’ οὐχ ἁρμόττον γυναικὶ οὕτως ἀνδρείαν ἢ δεινὴν εἶναι.
因为性格可以是勇敢的,但女人如果表现得如此勇敢或过分精明,对她来说是不适合的。
§15.5τρίτον δὲ τὸ ὅμοιον.
第三是相似。
τοῦτο γὰρ ἕτερον τοῦ χρηστὸν τὸ ἦθος καὶ ἁρμόττον ποιῆσαι ὡς προείρηται.
因为这不同于如前所述使性格变得善良和适合。
§15.6τέταρτον δὲ τὸ ὁμαλόν.
第四是一致。
κἂν γὰρ ἀνώμαλός τις ᾖ ὁ τὴν μίμησιν παρέχων καὶ τοιοῦτον ἦθος ὑποτεθῇ, ὅμως ὁμαλῶς ἀνώμαλον δεῖ εἶναι.
因为即使作为模仿对象的那个人的性格是不一致的,而且设定了这样的性格,他也必须做到“一致地不一致”。
§15.7ἔστιν δὲ παράδειγμα πονηρίας μὲν ἤθους μὴ ἀναγκαίας οἷον ὁ Μενέλαος ὁ ἐν τῷ Ὀρέστῃ, §15.8τοῦ δὲ ἀπρεποῦς καὶ μὴ ἁρμόττοντος ὅ τε θρῆνος Ὀδυσσέως ἐν τῇ Σκύλλῃ καὶ ἡ τῆς Μελανίππης ῥῆσις, §15.9τοῦ δὲ ἀνωμάλου ἡ ἐν Αὐλίδι Ἰφιγένεια· οὐδὲν γὰρ ἔοικεν ἡ ἱκετεύουσα τῇ ὑστέρᾳ.
无必要的邪恶性格的例子,例如《奥瑞斯忒斯》中的梅涅劳斯;至于不得体且不适合的例子,则有《斯库拉》中奥德修斯的哀歌以及《梅拉尼佩》中梅拉尼佩的演说;至于不一致的例子,则是《在奥利斯的伊菲革涅亚》中的伊菲革涅亚;因为那个哀求的少女与后来的那个少女毫无相似之处。
§15.10χρὴ δὲ καὶ ἐν τοῖς ἤθεσιν ὁμοίως ὥσπερ καὶ ἐν τῇ τῶν πραγμάτων συστάσει ἀεὶ ζητεῖν ἢ τὸ ἀναγκαῖον ἢ τὸ εἰκός, ὥστε τὸν τοιοῦτον τὰ τοιαῦτα λέγειν ἢ πράττειν ἢ ἀναγκαῖον ἢ εἰκὸς καὶ τοῦτο μετὰ τοῦτο γίνεσθαι ἢ ἀναγκαῖον ἢ εἰκός.
在刻画性格时,也应当像在事件的结构中一样,始终追求必然或可能,以至于让具有某种性格的人说出或做出某种事情是必然的或可能的,并且让一件事情继另一件事情之后发生也是必然的或可能的。
§15.10bφανερὸν οὖν ὅτι καὶ τὰς λύσεις τῶν μύθων ἐξ αὐτοῦ δεῖ τοῦ μύθου συμβαίνειν, καὶ μὴ ὥσπερ ἐν τῇ Μηδείᾳ ἀπὸ μηχανῆς καὶ ἐν τῇ Ἰλιάδι τὰ περὶ τὸν ἀπόπλουν.
显而易见,情节的解决也应当从情节本身产生,而不应像在《美狄亚》中那样通过起重机,或者在《伊利亚特》中关于起航的事件那样。
§15.10cἀλλὰ μηχανῇ χρηστέον ἐπὶ τὰ ἔξω τοῦ δράματος, ἢ ὅσα πρὸ τοῦ γέγονεν ἃ οὐχ οἷόν τε ἄνθρωπον εἰδέναι, ἢ ὅσα ὕστερον, ἃ δεῖται προαγορεύσεως καὶ ἀγγελίας· ἅπαντα γὰρ ἀποδίδομεν τοῖς θεοῖς ὁρᾶν.
相反,起重机应当用于戏剧之外的事件——无论是发生在戏剧之前、人类无法知晓的事件,还是发生在戏剧之后、需要预言和宣布的事件;因为我们认为神明能够洞察一切。
§15.10dἄλογον δὲ μηδὲν εἶναι ἐν τοῖς πράγμασιν, εἰ δὲ μή, ἔξω τῆς τραγῳδίας, οἷον τὸ ἐν τῷ Οἰδίποδι τῷ Σοφοκλέους.
在事件中不应有任何不合理的事,如果有,必须是在悲剧之外,就像索福克勒斯的《俄狄浦斯》中的不合理之处。
§15.11ἐπεὶ δὲ μίμησίς ἐστιν ἡ τραγῳδία βελτιόνων ἢ ἡμεῖς, δεῖ μιμεῖσθαι τοὺς ἀγαθοὺς εἰκονογράφους· καὶ γὰρ ἐκεῖνοι ἀποδιδόντες τὴν ἰδίαν μορφὴν ὁμοίους ποιοῦντες καλλίους γράφουσιν·
既然悲剧是对比我们优秀的人的模仿,我们就应当模仿优秀的肖像画家;因为他们在呈现个人特有的外貌、使之相像的同时,又把他们画得更美。
οὕτω καὶ τὸν ποιητὴν μιμούμενον καὶ ὀργίλους καὶ ῥᾳθύμους καὶ τἆλλα τὰ τοιαῦτα ἔχοντας ἐπὶ τῶν ἠθῶν τοιούτους ὄντας ἐπιεικεῖς ποιεῖν † παράδειγμα σκληρότητος οἷον τὸν Ἀχιλλέα ἀγαθὸν καὶ Ὅμηρος †.
同样,诗人在模仿易怒、懒散或在性格上有其他类似特征的人时,应当将具有这些性格的他们刻画得既符合其本身,又显得高尚;正如荷马把阿喀琉斯描绘为一个高尚的人,尽管他是残暴的典型。
§15.12ταῦτα δὴ διατηρεῖν, καὶ πρὸς τούτοις τὰ παρὰ τὰς ἐξ ἀνάγκης ἀκολουθούσας αἰσθήσεις τῇ ποιητικῇ· καὶ γὰρ κατ’ αὐτὰς ἔστιν ἁμαρτάνειν πολλάκις·
必须注意这些规则,此外,还要注意那些必然伴随诗艺而来的、与感觉相关的效果;因为在这些方面也常常容易犯错。
εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς ἐκδεδομένοις λόγοις ἱκανῶς.
关于这些,在已发表的著作中已经作了充分的讨论。

词汇与语法注释

  1. §15.2ἥ τις ἂν ᾖ — 带有 ὅστι斯(ὅστις)、ἄν 和虚拟语气的泛指关系从句,意为“无论它是哪种选择”。它强调,任何表现出来的选择,不论其具体品质如何,都足以确立某种性格。
  2. §15.3τούτων τὸ μὲν χεῖρον, τὸ δὲ ὅλως φαῦλόν ἐστιν — 代词 τούτων 是部分属格,指代前文的妇女与奴隶(γυνή... καὶ δοῦλος)。短语 τὸ μὲν χεῖρον(前者较差)与 τὸ δὲ ὅλως φαῦλον(后者完全卑下)分别对应妇女和奴隶,反映了亚里士多德时代关于社会阶层的观念。
  3. §15.11μιμούμενον καὶ ὀργίλους καὶ ῥᾳθύμους — 分词 μιμούμενον 支配宾格复数形容词 ὀργίλους 和 ῥᾳθύμους(指代易怒或懒散的人)。随后的分词短语 τούτους ὄντας(当他们是这样的人时)起伴随状况或让步作用,意指诗人在保留其原有性格缺陷的前提下,仍应将他们刻画得高尚(ἐπιεικεῖς)。

引用这一段

亚里士多德, 诗学 §15.1-15.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:15.1-15.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。