§11.1ἔστι δὲ περιπέτεια μὲν ἡ εἰς τὸ ἐναντίον τῶν πραττομένων μεταβολὴ καθάπερ εἴρηται, καὶ τοῦτο δὲ ὥσπερ λέγομεν κατὰ τὸ εἰκὸς ἢ ἀναγκαῖον,
所谓突转(peripeteia),如前所述,是指正在进行的行动向相反方向的转变,而且正如我们所说,这也是按照可信律或必然律发生的。
§11.2οἷον ἐν τῷ ́ Οἰδιποδι ἐλθὼν ὡς εὐφρανῶν τὸν Οἰδίπουν καὶ ἀπαλλάξων τοῦ πρὸς τὴν μητέρα φόβου, δηλώσας ὃς ἦν, τοὐναντίον ἐποίησεν· §11.3καὶ ἐν τῷ Λυγκεῖ ὁ μὲν ἀγόμενος ὡς ἀποθανούμενος, ὁ δὲ Δαναὸς ἀκολουθῶν ὡς ἀποκτενῶν, τὸν μὲν συνέβη ἐκ τῶν πεπραγμένων ἀποθανεῖν, τὸν δὲ σωθῆναι.
例如在《俄狄浦斯》中,[使者]来本想取悦俄狄浦斯并消除他对母亲的恐惧,但揭示了自己的身份后,却起到了相反的作用;又如在《林叩斯》中,一方被带走准备处死,而达瑙斯跟着去准备杀死他,但由于既成的事实,结果却是后者死而前者获救。
§11.4ἀναγνώρισις δέ, ὥσπερ καὶ τοὔνομα σημαίνει, ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβολή, ἢ εἰς φιλίαν ἢ εἰς ἔχθραν, τῶν πρὸς εὐτυχίαν ἢ δυστυχίαν ὡρισμένων·
发现(anagnorisis)顾名思义,是指从无知到知晓的转变,它在那些被注定要获得幸福或遭遇不幸的人们之间,导向友爱或敌意。
§11.5καλλίστη δὲ ἀναγνώρισις, ὅταν ἅμα περιπετείᾳ γένηται, οἷον ἔχει ἡ ἐν τῷ Οἰδίποδι.
最美的发现是与突转同时发生的发现,例如《俄狄浦斯》中的那一次。
§11.6εἰσὶν μὲν οὖν καὶ ἄλλαι ἀναγνωρίσεις· καὶ γὰρ πρὸς ἄψυχα καὶ τὰ τυχόντα † ἐστὶν ὥσπερ εἴρηται συμβαίνει † καὶ εἰ πέπραγέ τις ἢ μὴ πέπραγεν ἔστιν ἀναγνωρίσαι.
固然也有其他种类的发现;因为,如前所述,对于无生命之物和偶然的事物[也可能发生发现],而且也可以去发现某人是否做过某事。
§11.7ἀλλ’ ἡ μάλιστα τοῦ μύθου καὶ ἡ μάλιστα τῆς πράξεως ἡ εἰρημένη ἐστίν·
但是,最属于情节、最属于行动的发现,是上述的那种发现。
ἡ γὰρ τοιαύτη ἀναγνώρισις καὶ περιπέτεια ἢ ἔλεον ἕξει ἢ φόβον (οἵων πράξεων ἡ τραγῳδία μίμησις ὑπόκειται), ἐπειδὴ καὶ τὸ ἀτυχεῖν καὶ τὸ εὐτυχεῖν ἐπὶ τῶν τοιούτων συμβήσεται.
因为,这样的发现与突转将产生怜悯或恐惧(悲剧被假定是对这类行动的模仿),因为不幸与幸福都将在这类事情中产生。
§11.8ἐπεὶ δὴ ἡ ἀναγνώρισις τινῶν ἐστιν ἀναγνώρισις, αἱ μέν εἰσι θατέρου πρὸς τὸν ἕτερον μόνον, ὅταν ᾖ δῆλος ἅτερος τίς ἐστιν, ὁτὲ δὲ ἀμφοτέρους δεῖ ἀναγνωρίσαι, οἷον ἡ μὲν Ἰφιγένεια τῷ Ὀρέστῃ ἀνεγνωρίσθη ἐκ τῆς πέμψεως τῆς ἐπιστολῆς, ἐκείνου δὲ πρὸς τὴν Ἰφιγένειαν ἄλλης ἔδει ἀναγνωρίσεως.
既然发现是某些人之间的发现,有时由于一方的身份已经是显然的,便只需一方对另一方的发现;但有时则需要双方互相发现。 例如,伊菲革涅亚是因为寄信而为奥瑞斯特斯所发现,但奥瑞斯特斯要为伊菲革涅亚所发现,则需要另外的发现。
§11.9δύο μὲν οὖν τοῦ μύθου μέρη ταῦτ’ ἐστί, περιπέτεια καὶ ἀναγνώρισις· τρίτον δὲ πάθος.
因此,情节的这两个部分就是突转与发现;第三个部分是苦难(pathos)。
τούτων δὲ περιπέτεια μὲν καὶ ἀναγνώρισις εἴρηται,
在这些部分中,突转和发现已经谈过了。
§11.10πάθος δέ ἐστι πρᾶξις φθαρτικὴ ἢ ὀδυνηρά, οἷον οἵ τε ἐν τῷ φανερῷ θάνατοι καὶ αἱ περιωδυνίαι καὶ τρώσεις καὶ ὅσα τοιαῦτα.
苦难是一种毁灭性或痛苦的行动,例如公开的死亡、剧烈的痛苦、受伤以及所有此类事情。