§6.49Οἱ τοὺς ὀφθαλμοὺς διὰ συχνοῦ χρόνου κινοῦντες, ἔχοντές τε βάμμαλευκώματος ἐπὶ τῷ ὀφθαλμῷ, ὡς προσεστηκότας, ἐννοητικοί· ἂν γὰρ πρός τινι ἐννοίᾳ σφόδρα γένηται ἡ ψυχή, ἴσταται καὶ ἡ ὄψις.
眼神久久才移动一次、且眼中带有白翳斑点、好似凝视着的人是深思的;因为如果灵魂强烈地专注于某种想法,视线也会随之静止。
§6.50Οἱ μέγα φωνοῦντες βαρύτονον ὑβρισταί· ἀναφέρεται ἐπὶ τοὺς ὄνους.
声音洪亮且低沉的人是狂妄暴戾的;这归因于驴。
Ὄσοι δὲ φωνοῦσιν ἀπὸ βαρέος ἀρξάμενοι, τελευτῶσι δὲ εἰς ὀξύ, δυσθυμικοί, ὀδύρται· ἀναφέρεται ἐπὶ τοὺς βοῦς καὶ ἐπὶ τὸ πρέπον τῇ φωνῇ.
声音以低音开始而以高音结束的人是沮丧且爱哀叹的;这归因于牛以及声音的贴切性。
Ὄσοι δὲ ταῖς φωναῖς ὀξείαις μαλακαῖς κεκλασμέναις διαλέγονται, κίναιδοι· ἀναφέρεται ἐπὶ τὰς γυναῖκας καὶ ἐπὶ τὴν ἐπιπρέπειαν.
用高亢、柔和且沙哑的声音交谈的人是好色之徒;这归因于女性以及外显。
§6.51Ὄσοι βαρύτονον φωνοῦσι μέγα, μὴ πεπλεγμένον, ἀναφέρεται ἐπὶ τοὺς εὐρώστους κύνας καὶ ἐπὶ τὴν ἐπιπρέπειαν.
声音低沉、洪亮且不沙哑交织的人,归因于强壮的狗和外显。
Ὄσοι μαλακὸν ἄτονον φωνοῦσι, πραεῖς· ἀναφέρεται ἐπὶ τὰς ὅϊς.
声音柔和且无张力的人是温和的;这归因于绵羊。
Ὄσοι δὲ φωνοῦσιν ὀξὺ καὶέγκεκραγός, μάργοι· ἀναφέρεται ἐπὶ τὰς αἶγας.
声音高亢且带有叫嚷声的人是好色的;这归因于山羊。
§6.52Οἱ μικροὶ ἄγαν ὀξεῖς· τῆς γὰρ τοῦ αἵματος φορᾶς μικρὸν τόπον κατεχούσης καὶ αἱ κινήσεις ταχὺ ἄγαν ἀφικνοῦνται ἐπὶ τὸ φρονοῦν.
极度矮小的人是急躁的;因为血液的循环占据狭小的空间,运动也极快地到达思考的中枢。
Οἱ δὲ ἄγαν μεγάλοι βραδεῖς· τῆς γὰρ τοῦ αἵματος φορᾶς μέγαν τόπον κατεχούσης αἱ κινήσεις βραδέως ἀφικνοῦνται ἐπὶ τὸ φρονοῦν.
极度高大的人是迟钝的;因为血液的循环占据宽广的空间,运动便缓慢地到达思考的中枢。
§6.53Ὄσοι τῶν μικρῶν ξηραῖς σαρξὶ κεχρημένοι εἰσὶν ἢ καὶ χρώμασιν, ἃ διὰ θερμότητα τοῖς σώμασιν ἐπιγίνονται, οὐδὲν ἀποτελοῦσιν· οὔσης γὰρ τῆς φορᾶς ἐν μικρῷ καὶ ταχείας διὰ τὸ πυρῶδες, οὐδέποτε κατὰ ταὐτόν ἐστι τὸ φρονεῖν, ἀλλὰ ἄλλοτ’ ἐπ’ ἄλλων, πρὶν τὸ ὑπερέχον περᾶναι.
在矮小者中,那些具有干燥肌肉、或因热而在身上产生肤色的人,一事无成;因为循环存在于狭小空间且因火热之性而迅速,其思考绝不在同一件事上持续,而是在前一件事完成之前便一件接一件地转移。
§6.54Ὄσοι δὲ τῶν μεγάλως ὑγραῖς σαρξὶ κεχρημένοι, ἢ καὶ χρώμασιν ἃ διὰ ψυχρότητα ἐγγίνονται, οὐδὲν ἐπιτελοῦσιν· οὔσης γὰρ τῆς φορᾶς ἐνμεγάλῳ τόπῳ καὶ βραδείαςδιὰ τὴν ψυχρότητα, οὐ συνανύει ἀφικνουμένην ἐπὶ τὸ φρονοῦν.
在高大者中,那些具有潮湿肌肉、或因寒冷而产生肤色的人,无法完遂任何事;因为循环存在于宽广空间且因寒冷而缓慢,在到达思考中枢时并不能随之达成目的。
§6.55Ὄσοι δὲ τῶν μικρῶν ὑγραῖς σαρξὶ κεχρημένοι εἰσὶ καὶχρώμασι διὰ ψυχρότητα, γίνονται ἐπιτελεστικοί· οὔσης γὰρ τῆς κινήσεως ἐν μικρῷ, τὸ δυσκίνητον τῆς κράσεως συμμετρίαν παρέσχε τὸ πρῶτον ἐπιτελεῖν.
在矮小者中,那些具有潮湿肌肉以及因寒冷而有肤色的人,会变得善于成事;因为运动处于狭小的空间中,体质的滞碍不灵为完成首要任务提供了适度的平衡。
§6.56Ὅσοι δὲ τῶν μεγάλων ξηραῖς σαρξὶ κεχρημένοι εἰσὶ καὶ χρώμασι διὰ θερμότητα, γίνονται ἐπιτελεστικοὶ καὶ αἰσθητικοί· τὴν γὰρ τοῦ μεγέθους ὑπερβολὴν σαρκῶν τε καὶ χρώματος ἡ θερμότης ἠκέσατο, ὥστε σύμμετρον εἶναι πρὸς τὸ ἐπιτελεῖν.
在高大者中,那些具有干燥肌肉以及因受热而有肤色的人,会变得善于成事且具有敏锐的感受力;因为热量通过肌肉和肤色补救了体型的过度巨大,从而使其达到了适于成事的平衡。
§6.57Τὰ μὲν οὖν μεγέθεσιν ὑπερβάλλοντα τῶν σωμάτων ἢ σμικρότησιν ἐλλείποντα, ὡς τυχόντα ἐπιτελεστικά ἐστι καὶ ὡς ἀτελῆ, εἴρηται, Ἡ δὲ τούτων μέση φύσις πρὸς τὰς αἰσθήσεις κρατίστη καὶ τελεστικωτάτη, οἷς ἂν ἐπιθῆται·
因此,体型过大或因矮小而不足的身体,如何偶然地具有成事能力或是如何不完全,已经阐明。
αἱ γὰρ κινήσεις οὐ διὰ πολλοῦ οὖσαι ῥᾳδίως ἀφικνοῦνται πρὸς τὸν νοῦν· οἶσαί τε οὐ κατὰ μικρὸν ὑπερχωροῦσιν.
然而,介于这两者之间的中间体质最适合感受,且对于其着手的任何事都最具成效;因为运动不经过长距离便很容易到达理智,而且存在的运动也不会在微小的程度上轻易流失。
§6.58Ὥστε τὸν τελεώτατον πρὸς τὸ ἐπιτελεῖν τε ἂ ἄν προθῆται καὶ αἰσθάνεσθαι μέλλοντα μέτριον δεῖ εἶναι τὸ μέγεθος.
因此,若要在完成其打算做的事情以及感受上达到最完美,其体型必须适中。
Οἱ ἀσύμμετροι πανοῦργοι· ἀναφέρεται ἐπὶ τὸ πάθος καὶ τὸ θῆλυ.
身体不对称的人是奸诈的;这归因于状态和女性。
Εἰ γὰρ οἱ ἀσύμμετροι πανοῦργοι, οἱ σύμμετροι δίκαιοι ἂν εἴησαν καὶ ἀνδρεῖοι.
因为如果不对称的人是奸诈的,那么对称的人应当是正义且勇敢的。
§6.59Τὴν δὲ τῆς συμμετρίας ἀναφορὰν πρὸς τὴν τῶν σωμάτων εὐαγωγίαν καὶ εὐφυΐαν ἀνοιστέον, ἀλλ’ οὐ πρὸς τὴν τοῦ ἄρρενος δέαν, ὥσπερ ἐν ἀρχῇ διῃρέθη.
然而,对称性的归因应当针对身体的温顺和良好天赋,而不应当针对男性的外观,就像在开始时所划分的那样。
Καλῶς δ' ἔχει καὶ πάντα τὰ σημεῖα, ὅσα προείρηται, ἀναφέρειν ἐπὶ τὴν ἐπιπρέπειαν καὶ εἰς ἄρρεν καὶ θῆλυ· ταῦτα γὰρ τελεωτάτην διαίρεσιν διῄρηται, καὶ ἐδείχθη ἄρρεν θήλεος δικαιότερον καὶ ἀνδρειότερον καὶ ὅλως εἰπεῖν ἄμεινον.
将前面提到的所有征兆都归因于贴切性以及雄性和雌性也是妥当的;因为这些已被划分为最完美的区分,而且已经表明雄性比雌性更公正、更勇敢,总而言之,更优秀。
§6.60Ἐν ἁπάσῃ δὲ τῇ τῶν σημείων ἐκλογῇ ἕτερα ἑτέρων σημεῖα μᾶλλον δηλοῦσιν ἐναργῶς τὸ ὑποκείμενον.
在所有征兆的选择中,有些征兆比其他征兆更能清晰地显明其底蕴。
Ἐναργέστερα δὲ τὰ ἐν ἐπικαιροτάτοις τόποις ἐγγινόμενα.
更清晰的是那些在最关键部位产生的征兆。
Ἐπικαιρότατος δὲ τόπος ὁ περὶ τὰ ὄμματά τε καὶ τὸ μέτωπον καὶ κεφαλὴν καὶ πρόσωπον, δεύτερος δὲ ὁ περὶ τὰ στήθη καὶ ὤμους, ἔπειτα περὶ τὰ σκέλη τε καὶ πόδας· τὰ δὲ περὶ τὴν κοιλίαν ἥκιστα.
最关键的部位是眼睛、额头、头部和面部周围;其次是胸部和肩膀周围;然后是腿部和足部周围;而腹部周围则最微弱。
Ὅλως δὲ εἰπεῖν οὗτοι οἱ τόποι ἐναργέστατα σημεα παρέχονται, ἐφ’ ὦν καὶ φρονήσεως πλείστης ἐπιπρέπεια γίνεται.
总而言之,这些部位提供了最清晰的征兆,在这些部位上也产生了最丰富的智力外显。