Humanitext Reader

亚里士多德 · 相术 §1.8-1.14

基于动物比较的特征选择与观相学范畴

第 2 段,共 12 段 · 希腊语

内容简介

作者批评了基于动物类比的传统观相学,提出了通过比较具有特定精神状态的动物群来选择特征的正确方法。他还讨论了特征的持久性,并解释了为什么不伴随身体变化的心理状态(如知识)不属于观相学的范畴。

§1.8Ἔτι πρὸς τούτοις περὶ ὄλίγων ἄν τις τοῖς ἐπιφαινομένοις τεκμαίροιτο.
此外,除了这些之外,人们通过表面显露的特征也只能推断极少数的事情。
Οἱ δ' ἐκ τῶν θηρίων φυσιογνωμονοῦντες οὐκ ὀρθῶς τὴν ἐκλογὴν τῶν σημείων ποιοῦνται.
而那些根据野兽进行观相的人,其特征的选择也是不正确的。
Οὐ γὰρ δὴ ἑκάστου τῶν ζῴων τὴν ἰδέαν διεξελθόντα ἔστιν εἰπεῖν ὅτι, ὃς ἂν ὅμοιος τούτῳ τὸ σῶμα ᾖ, καὶ τὴν ψυχὴν ὅμοιος ἔσται.
因为确实无法通过详述每种动物的外形来宣称:凡是在身体上与此相似的人,在灵魂上也将是相似的。
Πρῶτον μὲν γὰρ ὡς ἀπλῶς εἰπεῖν οὕτως ὅμοιον θηρίῳ ἄνθρωπον οὐδεὶς ἂν εὕροι, ἀλλὰ προσεοικόταμέν τι,
首先,简单来说,谁也找不到一个与野兽如此相似的人,而只是在某种程度上相像。
§1.9Ἔτι πρὸς τούτοις τὰ ζῷα ὀλίγα μὲν τὰ ἴδία ἔχει σημεῖα, πολλὰ δὲ τὰ κοινά·
此外,除了这些之外,动物独特的特征很少,而共同的特征很多。
ὥστε ἐπειδὰν ὅμοιός τις ᾖ μὴ κατὰ τὸ ἴδιον ἀλλὰ κατὰ τὸ κοινόν, τί μᾶλλον οὖτος λέοντι ἢ ἐλάφῳ ὁμοιότερος;
因此,当某人相似之处不在于独特的特征而在于共同的特征时,凭什么说此人更像狮子而不是更像鹿呢?
Εἰκος γὰρ τὰ μὲν δία τῶν σημείων ἴδιόν τι σημαίνειν, τὰ δὲ κοινὰ κοινόν.
因为独特的特征自然表明独特的事物,而共同的特征则表明共同的事物。
Τὰ μὲν οὖν κοινὰ τῶν σημείων οὐδὲν ἂν διασαφηθείη τῷ φυσιογνωμονοῦντι.
因此,共同的特征对于观相家来说无法澄清任何事情。
§1.10Εἰ δέ τις τὰ ἴδια ἑκάστου τῶν θηρίων ἐκλέξειεν, οὐκ ἂν ἔχοι ἀποδοῦναι οὗ ἐστὶ ταῦτα σημεῖα.
但是,如果有人挑选出每种野兽独特的特征,他也无法指明这些是谁的特征。
Εἰκὸς γὰρ τοῦ ἰδίου, ἴδιον δὲ οὐδενὸς οὐδὲν τῶν ζῴων τῶν φυσιογνωμονουμένων ἔνγε τῇ διανοίᾳ ἔχοι ἄν τις λαβεῖν·
因为独特的特征应当对应独特的精神特征,但在被观相的动物中,人们无法在其精神中找到任何一种属于某动物所独有的特征。
οὔτε γὰρ ἀνδρεῖον μόνον ὁ λέων ἐστίν, ἀλλὰ καὶ ἄλλα πολλά, οὔτε δειλὸν ὁ λαγωός, ἀλλὰ καὶ ἄλλα μυρία.
因为狮子不只是勇敢,还有许多其他特征;兔子也不只是胆小,还有无数其他特征。
§1.11Εἰ οὖν μήτε τὰ κοινὰ σημεῖα ἐκλέξαντι σαφές τι γίνεται μήτε τὰ ἴδια, οὐκ ἂν εἴη καθ’ ἕκαστον τῶν ζῷων σκέπτεσθαι, ἀλλ ἐξ ἀνθρώπων τὴν ἐκλογὴν ποιητέον τῶν τὸ αὐτὸ πάθος πασχόντων, οἷον, ἂν μὲν ἀνδρείου ἐπισκοπῇ τις τὰ σημεῖα, τὰ ἀνδρεῖα τῶν ζῴων εἰς ἓν λαβόντα δεῖ ἐξετάσαι, ποῖα παθήματα τούτοις μὲν ἅπασιν ὑπάρχει, τῶν δὲ ἄλλων ζῴων οὐδενὶ συμβέβηκεν.
因此,如果无论选择共同特征还是独特特征都无法明晰,那么就不应该针对每种动物进行考察,而必须从经历相同受动的人类中进行选择。 例如,如果有人考察勇敢者的特征,就必须把勇敢的动物合而为一,并检查哪些受动是所有这些动物都具备、而其他动物无一具有的。
§1.12Εἰ γὰρ οὕτω τις ἐκλέξειεν, ὅτι ταῦτά ἐστι τὰ σημεῖα ἀνδρείας τοῖς προκριθεῖσι ζῴοις, μὴμόνον ἀνδρείας κοινὸν ὑπάρχειν πάθημα τῶν ἐν τῇ διανοίᾳ, ἀλλὰ καὶ ἄλλοτι· οὕτω δ’ ἂν ἀπορήσειε πότερον ἀνδρείας ἢ θατέρου τὰ σημεῖά ἐστιν.
因为如果有人这样进行挑选,认为这些是所选动物勇敢的特征,而在精神受动中,不仅勇敢是共同存在的,还有其他某种特征也是共同存在的;那么人们就会感到困惑,这些特征到底是属于勇敢,还是属于另一个。
Ἀλλὰ δεῖ ἐκ πλείστων τε ἐκλέγεσθαι ζῴων, καὶ μηδὲν πάθος κοινὸν ἐχόντων ἐν τῇ διανοίᾳ ἄλλο τι, οὗ ἂν τὰ σημεῖα σκοπῇ.
相反,必须从尽可能多的动物中进行选择,并且这些动物在精神上除了正在考察其特征的那种受动之外,没有其他任何共同的受动。
§1.13Ὅσα μὲν οὖν τῶν σημείων μόνιμά ἐστι, μόνιμον ἄν τι καὶ σημαίνοι· ὅσα δὲ ἐπιγινόμενά τε καὶ ἀπολείποντα, πῶς ἂν τὸ σημεῖον ἀληθὲς εἴη τοῦ ἐν τῇ διανοίᾳ μὴ μένοντος;
那么,凡是持久的特征,也必定表明某种持久的事物;而至于那些出现又消失的特征,对于在精神中不持久的事物,这种特征又怎能是真实的呢?
Εἰ μὲν γὰρ μόνιμον ἐπιγινόμενόν τε καὶ ἀπολεῖπον σημεῖόν τις ὑπολάβοι, ἐνδέχοιτο μὲν ἂν αὐτὸ ἀληθὲς εἶναι, οὐ μὴν ἐπιεικὲς ἂν εἴη, μὴ ἀεὶ τῷ πράγματι παρεπόμενον.
因为如果有人假定一个出现又消失的特征是某种持久事物的特征,这固然有可能是真实的,但由于它并不总是伴随着该事物,因此它并不是可靠的。
§1.14Ὅσα δὲ παθήματα ἐγγινόμενα τῇ ψυχῇ μηδέν τι ἐνδιαλλάττει τὰ σημεῖα τὰ ἐν τῷ σώματι, οἷς χρῆται ὁ φυσιογνώμων, οὐκ ἂν εἴη τὰ τοιαῦτα γνωρίσματα τῇ τέχνῃ, οἷον τὰ περὶ τὰς δόξας καὶ τὰς ἐπιστήμας ἰατρὸν ἢ κιθαριστὴν οὐκ ἐνδέχεται γνωρίζειν· ὁ γὰρ μαθὼν ὅ τι μάθημα, οὐδὲν ἐξήλλαξε τῶν σημείων οἶς χρῆται ὁ φυσιογνώμων.
另一方面,在灵魂中产生却完全不改变观相家所使用的身体特征的那些受动,便不属于该技术可识别的标志,例如,关于意见和知识的事物,我们无法识别出某人是医生还是琴手;因为学过某种学问的人,并没有改变任何观相家所使用的特征。

词汇与语法注释

  1. §1.10Εἰκὸς γὰρ τοῦ ἰδίου, ἴδιον δὲ οὐδενὸς οὐδὲν τῶν ζῴων τῶν φυσιογνωμονουμένων ἔνγε τῇ διανοίᾳ ἔχοι ἄν τις λαβεῖν· — 此句极其紧凑,包含两处难点:(1) 在“Εἰκὸς γὰρ τοῦ ἰδίου”中,必须根据前文的对比关系补全含义,即“因为独特的特征应当对应独特的精神特征”。(2) 在“ἴδιον δὲ οὐδενὸς οὐδὲν...”中,双重否定并非表示强调,而是 οὐδενὸς 依存於 τῶν ζῴων,οὐδὲν 修饰 ἴδιον,结构为“人们在任何一种被观相的动物的精神中,都无法找到哪怕一个其所独有的精神特征”。
  2. §1.11τὰ ἀνδρεῖα τῶν ζῴων εἰς ἓν λαβόντα — 分词 λαβόντα(单数阳性宾格)与后文不定式 ἐξετάσαι 的逻辑主语(一般的观相者)一致。中性复数名词短语 τὰ ἀνδρεῖα τῶν ζῴων 是其直接宾语,εἰς ἕν(“合而为一”、“集中地”)起副词作用。
  3. §1.12Εἰ γὰρ οὕτω τις ἐκλέξειεν... — 在此条件句中存在句法脱节(anacoluthon)现象:在 εἰ... ἐκλέξειεν... 引导的条件从句中,嵌入了“宾格加不定式”结构 μὴ μόνον ἀνδρείας... ὑπάρχειν...。主句由后半部分的 οὕτω δ’ ἂν ἀπορήσειε 开始,其中小词 δέ 起到引导归结句(apodosis)的作用。

引用这一段

亚里士多德, 相术 §1.8-1.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg032.humanitext-grc1:1.8-1.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。