Humanitext Reader

亚里士多德 · 相术 §1.1-1.7

身心互动原理与对以往观相方法的批评

第 1 段,共 12 段 · 希腊语

内容简介

作者论证了心灵与身体之间密切的自然联系,并分类和批评了先前观相家所采用的三种主要方法。

§1.1Ὄτιδιάνοιαι ἕπονται τοῖς σώμασι, καὶ οὐκ εἰσὶν αὐταὶ καθ’ ἑαυτὰς ἀπαθεῖς οὖσαι τῶν τοῦ σώματος κινήσεων.
精神追随身体,它们自身并非不受身体运动的影响。
Τοῦτο δὲ δῆλον πάνυ γίνεται ἔν τε ταῖς μέθαις καὶ ἐν ταῖς ἀρρωστίαις· πολὺ γὰρ ἐξαλλάττουσαι φαίνονται αἱ διάνοιαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων.
这一点在醉酒和疾病中变得极其明显;因为精神似乎因身体的病痛而发生巨大的改变。
§1.2Καὶ τοὐναντίον δὴ τοῖς τῆς ψυχῆς παθήμασι τὸ σῶμα συμπάσχον φανερὸν γίνεται περί τε τοὺς ἔρωτας καὶ τοὺς φόβους τε καὶ τὰς λύπας καὶ τὰς ἡδονάς.
相反地,显然身体也与灵魂的受动共感,这表现在爱情、恐惧、悲伤和快乐中。
Ἔτι δὲ ἐν τοῖς φύσει γινομένοις μᾶλλον ἄν τις συνίδοι ὅτι οὕτως ἔχει πρὸς ἄλληλα σῶμά τε καὶ ψυχὴ συμφυῶς ὥστε τῶν πλείστων ἀλλήλοις αἴτια γίνεσθαι παθημάτων.
此外,在自然生成的事物中,人们更容易看出身体与灵魂如此自然地相互联系,以致于在大多数受动中互为因果。
§1.3Οὐδὲν γὰρ πώποτε ζῷον γεγένηται τοιοῦτον ὃ τὸ μὲν εἶδος ἔσχεν ἑτέρου ζῴου, τὴν δὲ διάνοιαν ἄλλου, ἀλλ’ ἀεὶ τοῦ αὐτοῦ τό τε σῶμα καὶ τὴν ψυχήν, ὥστε ἀναγκαῖον ἕπεσθαι τῷ τοιῷδε σώματι τοιάνδε διάνοιαν.
因为从未有过任何一种动物,具有一种动物的外形,却具有另一种动物的精神,而是始终同一只动物拥有其身体与灵魂,因此,特定的身体必然伴随着特定的精神。
Ἔτι δὲ καὶ τῶν ἄλλων ζῴων οἱ περὶ ἕκαστον ἐπιστήμονες ἐκ τῆς ἰδέας δύνανται θεωρεῖν, ἐππικοί τε ἵππους καὶ κυνηγέται κύνας.
此外,关于其他动物,各领域的专家也能够从外貌进行观察,如骑手之于马,猎人之于狗。
§1.4Εἰ δὲ ταῦτα ἀληθῆ εἴη (ἀεὶ δὲ ταῦτα ἀληθῆ ἐστίν), εἴη ἄν φυσιογνωμονεῖν.
如果这些是真实的(而这些始终是真实的),那么进行相面(观相)就是可能的。
Οἱ μὲν οὖν προγεγενημένοι φυσιογνώμονες κατὰ τρεῖς τρόπους ἐπεχείρησαν φυσιογνωμονεῖν, ἕκαστος καθ’ ἕνα.
那么,先前的观相家曾试图通过三种方式进行观相,每个人各用其一。
Οἱ μὲν γὰρ ἐκ τῶν γενῶν τῶν ζῴων φυσιογνωμονοῦσι, τιθέμενοι καθ’ ἕκαστον γένος εἶδός τι ζῴου καὶ διάνοιαν.
有些人根据动物的属进行观相,为每个属设定某种动物的外形和精神。
§1.5Οἱ δ' ἐπὶ τούτοις σῶμά τι, εἶτα τὸν ὅμοιον τῷ σώματι σῶμα ἔχοντα καὶ τὴν ψυχὴν ὁμοίαν ὑπελάμβανον.
另一些人在此基础上假设某种身体,进而认为拥有与该身体相似身体的人,也拥有相似的灵魂。
Ἅλλοι δέ τινες τοῦτο μὲν ἐποίουν, οὐκ ἐξ ἀπάντων δὲ τῶν ζῴων ἐδοκίμαζον, ἀλλ’ ἐξ αὐτοῦ τοῦ τῶν ἀνθρώπωνγένους, διελόμενοι κατὰ τὰ ἔθνη, ὅσα διέφερε τὰς ὄψεις καὶ τὰ ἤθη, οἶον Αἰγύπτιοι καὶ Θρᾷκες καὶ Σκύθαι, ὁμοίως τὴν ἐκλογὴν τῶν σημείων ἐποιοῦντο.
还有一些人虽也这样做,但并不是从所有动物中进行考量,而是仅从人类这一属本身出发,按其在外貌和性格上有所不同的民族(如埃及人、色雷斯人和斯基泰人)进行划分,同样进行了特征的挑选。
§1.6Οἱ δέ τινες ἐκ τῶν ἠθῶν τῶν ἐπιφαινομένων, οἵᾳ διαθέσει ἕπεται ἕκαστον ἦθος, τῷ ὁργιζομένῳ, τῷ φοβουμένῳ, τῷ ἀφροδισιάζοντι, καὶ τῶν ἄλλων δὴ παθημάτων ἑκάστῳ.
另一些人则根据表露出来的性格,看每种性格伴随何种状态,如愤怒者、恐惧者、纵欲者,以及其他各种受动。
Ἔστι δὲ κατὰ πάντας τούτους τοὺς τρόπους φυσιογνωμονεῖν, καὶ ἔτι κατ’ ἄλλους, καὶ τὴν ἐκλογὴν τῶν σημείων ἀνομοίως ποιεῖσθαι.
通过所有这些方法,甚至通过其他方法,来行使观相术都是可能的,并且可以以不同的方式进行特征的挑选。
§1.7Οἱ μὲν οὖν κατὰ τὰ ἤθη μόνον φυσιογνωρμονοῦντες ἁμαρτάνουσιν, πρῶτον μὲν ὅτι ἔνιοι οὐχ οἱ αὐτοὶ ὄντες τὰ ἐπὶ τῶν προσώπωνἤθη τὰ αὐτὰ ἔχουσιν, οἷον ὅ τε ἀνδρεῖος καὶ ὁ ἀναιδὴς τὰ αὐτὰ ἔχουσι, τὰς διανοίας πολὺ κεχωρισμένοι, δεύτερον δὲ ὅτι κατὰ χρόνους τινὰς τὰ ἤθη οὐ τὰ αὐτὰ ἀλλ' ἑτέρων ἔχουσιν· δυσανίοις τε γὰρ οὖσιν ἐνίοτε συνέβη τὴν ἡμέραν ἡδέως διαγαγεῖν καὶ τὸ ἦθος λαβεῖν τὸ τοῦ εὐθύμου, καὶ τοὐναντίον εὔθυμον λυπηθῆναι, ὥστε τὸ ἦθος τὸ ἐπὶ τοῦ προσώπου μεταβαλεῖν.
因此,仅仅根据性格特征进行观相的人是犯了错误的;首先是因为有些并非相同的人却在脸上有着相同的性格表现,例如,勇敢的人和无耻的人拥有相同的面部表现,而他们的精神却相差甚远;其次是因为在某些时候,他们的性格表现并非原样,而是呈现他人的状态;因为即便是脾气乖戾的人,有时也会愉快地度过一天,并呈现出开朗者的性格,相反,开朗的人也会感到悲伤,从而使脸上的性格表现发生改变。

词汇与语法注释

  1. 1.1Ὄτι — 句首的 ὅτι 起到引入名词性从句的作用,用以标示章节的主题或核心论点。此用法不依赖主句,类似于学术论文中表示“关于……”或“……之事”的标题。
  2. 1.1τῶν τοῦ σώματος κινήσεων — 由形容词 ἀπαθεῖς(不受影响的、免除的)所支配的表示分离(或关联)的专有属格。
  3. 1.3ἐππικοί — 抄本上的错误或异体字,通常理解为 ἱππικοί(骑手、善马者)。
  4. 1.4εἴη ἄν φυσιογνωμονεῖν — 使用希求语气加 ἄν 的非人称表达,意为“进行观相应当是可能的”。它与条件从句中的 εἰ + 希求语气(εἴη)相呼应。
  5. 1.5Οἱ δ' ἐπὶ τούτοις — 指那些“基于”或“在……之后”采用第二种方法的人,相对于前文“根据动物之属进行观相的人”。介词 ἐπί 加上与格在此意为“基于”或“紧接着”。

引用这一段

亚里士多德, 相术 §1.1-1.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg032.humanitext-grc1:1.1-1.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。