§8.8#3δῆλον δὲ καὶ ὅτι ἐὰν μή τις ποιῇ τοῦ χρόνου τὸ
διαιροῦν σημεῖον τὸ πρότερον καὶ ὕστερον ἀεὶ τοῦ ὑστέρου τῷ πράγματι, ἔσται ἅμα τὸ αὐτὸ ὂν καὶ οὐκ ὄν, καὶ ὅτε γέγονεν οὐκ ὄν.
同样显然的是,如果人们不把分割时间之前和后的那个点,在对于事物而言时,总是归属于后的时间,那么同一个事物就会同时存在又不存在,并且在它已经变成[存在]的时候却是不存在的。
τὸ σημεῖον μὲν οὖν ἀμφοῖν κοινόν, καὶ τοῦ προτέρου καὶ τοῦ ὑστέρου, καὶ ταὐτὸν καὶ ἓν ἀριθμῷ, λόγῳ δʼ οὐ ταὐτόν (τοῦ μὲν γὰρ τελευτή, τοῦ δʼ ἀρχή)· τῷ δὲ πράγματι ἀεὶ τοῦ ὑστέρου πάθους ἐστίν.
因此,这个点对两者来说都是共同的,既属于前者也属于后者,并且在数量上是同一和单一的,但在定义上却不是同一的(因为它是前者的终点,又是后者的起点);但在事物上,它总是属于后一状态。
χρόνος ἐφʼ ΑΓΒ. πρᾶγμα ἐφʼ ᾧ Δ. τοῦτο ἐν μὲν τῷ Α χρόνῳ λευκόν, ἐν δὲ τῷ Β οὐ λευκόν· ἐν τῷ ἄρα Γ λευκὸν καὶ οὐ λευκόν.
设时间为ACB,事物为D。 此事物在时间A中是白的,在B中是非白的;因此,在C中它既是白的又是非白的。
ἐν ὁτῳοῦν γὰρ τοῦ Α λευκὸν ἀληθὲς εἰπεῖν, εἰ πάντα τὸν χρόνον τοῦτον ἦν λευκόν, καὶ ἐν τῷ Β οὐ λευκόν· τὸ δὲ Γ ἐν ἀμφοῖν.
因为如果在整个这一时间中它都是白的,那么在A的任何一部分中说它是白的都是真的,而在B中它是非白的;而C则在两者之中。
οὐκ ἄρα δοτέον ἐν παντί, ἀλλὰ πλὴν τοῦ τελευταίου νῦν ἐφʼ οὗ τὸ Γ· τοῦτο δʼ ἤδη τοῦ ὑστέρου.
因此,不能承认在[A的]全部中[它是白的],而必须排除C 所在的最后一个“现在”;而这已经属于后一时间了。
καὶ εἰ ἐγίγνετο οὐ λευκὸν καὶ ἐφθείρετο ⟨τὸ⟩ λευκὸν ἐν τῷ Α παντί, γέγονεν ἢ ἔφθαρται ἐν τῷ Γ. ὥστε λευκὸν ἢ μὴ λευκὸν ἐν ἐκείνῳ πρῶτον ἀληθὲς εἰπεῖν, ἢ ὅτε γέγονεν οὐκ ἔσται, καὶ ὅτε ἔφθαρται ἔσται, ἢ ἅμα λευκὸν καὶ οὐ λευκὸν καὶ ὅλως ὂν καὶ μὴ ὂν ἀνάγκη εἶναι.
而且,如果在整个A中,它正在变成非白,且白正在消灭,那么在C中它已经变成[非白]或已经消灭了。 因此,在那[C]中必须首先说它是白的或非白的是真的,否则,当它已经变成时它将不存在,而当它已经消灭时它却存在,或者,必然同时是白的和非白的,且总而言之,同时存在和不存在。
εἰ δʼ ὁ ἂν ᾖ πρότερον μὴ ὄν, ἀνάγκη γίγνεσθαι ὄν, καὶ ὅτε γίγνεται μὴ ἔστιν, οὐχ οἷόν τε εἰς ἀτόμους χρόνους διαιρεῖσθαι τὸν χρόνον.
但是,如果那先前不存在而必须变成存在的事物,在它正在变成时是不存在的,那么时间就不可能被分割为不可分割的时间(原子时间)。
εἰ γὰρ ἐν τῷ Α τὸ Δ ἐγίγνετο λευκόν, γέγονε δʼ ἅμα καὶ ἔστιν ἐν ἑτέρῳ ἀτόμῳ χρόνῳ ἐχομένῳ δʼ, ἐν τῷ Β—εἰ ἐν τῷ Α ἐγίγνετο, οὐκ ἦν, ἐν δὲ τῷ Β ἐστί—, γένεσιν δεῖ τινὰ εἶναι μεταξύ, ὥστε καὶ χρόνον ἐν ᾧ ἐγίγνετο.
因为,如果D在A中正在变成白,而在与之相邻的另一个不可分割的时间B中,它同时已经变成白且存在了——如果在A中它正在变成,那么它当时并不存在,而在B中它存在了——那么在两者之间就必须有某种生成,从而也必须有它正在生成的时间。
οὐ γὰρ ὁ αὐτὸς ἔσται λόγος καὶ τοῖς μὴ ἄτομα λέγουσιν, ἀλλʼ αὐτοῦ τοῦ χρόνου, ἐν ᾧ ἐγίγνετο, γέγονε καὶ ἔστιν ἐν τῷ ἐσχάτῳ σημείῳ, οὗ οὐδὲν ἐχόμενόν ἐστιν οὐδʼ ἐφεξῆς· οἱ δὲ ἄτομοι χρόνοι ἐφεξῆς.
因为,对于不主张不可分割时间的人来说,情况并不会是相同的论证,而是,就在它正在生成的那时间本身之中,它在最后的点上已经生成并且存在了,而在这个点上没有任何与之相邻或相连的东西;而不可分割的时间彼此是相连的。
φανερὸν δʼ ὅτι εἰ ἐν τῷ Α ὅλῳ χρόνῳ ἐγίγνετο, οὐκ ἔστιν πλείων χρόνος ἐν ᾧ γέγονεν καὶ ἐγίγνετο ἢ ἐν ᾧ ἐγίγνετο μόνον παντί.
显然,如果它在整个时间A中都在生成,那么它已经生成且正在生成的时间,并不大于它在其中仅仅是在生成的全部时间。
οἶς μὲν οὖν ἄν τις ὡς οἰκείοις πιστεύσειε λόγοις, οὗτοι καὶ τοιοῦτοί τινές εἰσιν· λογικῶς δʼ ἐπισκοποῦσι κἂν ἐκ τῶνδε δόξειέ τῳ ταὐτὸ τοῦτο συμβαίνειν.
因此,这些以及诸如此类的论证是人们可以作为特有的论证来信赖的;但从逻辑(一般性)上考察的人来看,从以下几点中,也会有人认为这同一情况会发生。
ἅπαν γὰρ τὸ κινούμενον συνεχῶς, ἂν ὑπὸ μηδενὸς ἐκκρούηται, εἰς ὅπερ ἦλθεν κατὰ τὴν φοράν, εἰς τοῦτο καὶ ἐφέρετο πρότερον, οἷον εἰ ἐπὶ τὸ Β ἦλθε, καὶ ἐφέρετο ἐπὶ τὸ Β, καὶ οὐχ ὅτε πλησίον ἦν, ἀλλʼ εὐθὺς ὡς ἤρξατο κινεῖσθαι· τί γὰρ μᾶλλον νῦν ἢ πρότερον;
因为,一切连续运动着的事物,如果没有受到任何阻碍,在它根据其位移所到达的地方,它在以前也就是向着这里移动的;例如,如果它到达了B,它以前也是向着B移动的,而且不仅是在它接近时,而是从它开始运动的那一刻起就是如此;因为,为什么是现在而不是以前呢?
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
在其他情况下也同样如此。
τὸ δὴ ἀπὸ τοῦ Α φερόμενον, ὅταν ἐπὶ τὸ Γ ἔλθῃ, πάλιν ἥξει ἐπὶ τὸ Α συνεχῶς κινούμενον.
那么,从A 移动的事物,当它到达C时,如果它连续运动并再次回到A。
ὅτε ἄρα ἀπὸ τοῦ Α φέρεται πρὸς τὸ Γ, τότε καὶ εἰς τὸ Α φέρεται τὴν ἀπὸ τοῦ Γ κίνησιν, ὥσθʼ ἅμα τὰς ἐναντίας· ἐναντίαι γὰρ αἱ κατʼ εὐθεῖαν.
那么,当它从A向C移动时,它在那时也已经带着从C出发的运动向A移动了,从而同时进行着相反的运动;因为在直线上的运动是相反的。
ἅμα δὲ καὶ ἐκ τούτου μεταβάλλει ἐν οὐκ ἔστιν.
而且同时,由此,它正向着它不在其中的状态变化。
εἰ οὖν τοῦτʼ ἀδύνατον, ἀνάγκη ἵστασθαι ἐπὶ τοῦ Γ. οὐκ ἄρα μία ἡ κίνησις·
因此,如果这是不可能的,它就必然在C处静止。
ἡ γὰρ διαλαμβανομένη στάσει σὐ μία.
所以,运动不是单一的;因为被静止所间隔的运动不是单一的。
ἔτι καὶ ἐκ τῶνδε φανερὸν καθόλου μᾶλλον περὶ πάσης κινήσεως.
此外,从以下几点中,关于一切运动会表现得更加具有普遍性。