§7.4#2ἀλλʼ ἄρα οὐ μόνον
δεῖ τὰ συμβλητὰ μὴ ὁμώνυμα εἶναι ἀλλὰ καὶ μὴ ἔχειν διαφοράν, μήτε ὃ μήτε ἐν ᾧ;
但是,那么,可比较的事物难道不仅需要不是同名异义的,而且需要没有差异,无论在其自身(是什么)还是在其所存在于其中的事物(接受体)中都没有差异吗?
λέγω δὲ οἷον χρῶμα ἔχει διαίρεσιν· τοιγαροῦν οὐ συμβλητὸν κατὰ τοῦτο (οἷον πότερον κεχρωμάτισται μᾶλλον, μὴ κατὰ τὶ χρῶμα, ἀλλʼ ᾗ χρῶμα) ἀλλὰ κατὰ τὸ λευκόν.
我的意思是,例如,颜色有区分;因此它在这方面(例如,一物是否被更着色,不是在某种特定颜色上,而是作为颜色本身)是不可比较的,但在白色上则是可比较的。
οὕτω καὶ περὶ κίνησιν ὁμοταχὲς τῷ ἐν ἴσῳ χρόνῳ κινεῖσθαι ἴσον τοσονδί·
对于运动也是如此:等速是指在等长的时间内移动等量(这么多)的距离。
εἰ δὴ τοῦ μήκους ἐν τῳδὶ τὸ μὲν ἠλλοιώθη τὸ δʼ νέχθη, ἴση ἄρα αὕτη ἡ ἀλλοίωσις καὶ ὁμοταχὴς τὴ φορᾷ;
如果确实在这段时间内,一物在长度上发生了性质变化,而另一物发生了位移,那么这一性质变化难道就等于位移且与位移等速吗?
ἀλλʼ ἄτοπον.
但这太荒谬了。
αἴτιον δʼ ὅτι ἡ κίνησις ἔχει εἴδη, ὥστʼ εἰ τὰ ἐν ἴσῳ χρόνῳ ἐνεχθέντα ἴσον μῆκος ἰσοταχῆ ἔσται, ἴση ἡ εὐθεῖα καὶ ἡ περιφερής.
原因在于运动有不同的种,因此,如果等长时间内发生位移的物体移动了等长的距离就是等速,那么直线和圆周就将是相等的。
πότερον οὖν αἴτίον, ὅτι ἡ φορὰ γένος ἢ ὅτι ἡ γραμμὴ γένος;
那么,原因究竟是由于位移是一个类,还是由于线是一个类?
ὁ μὲν γὰρ χρόνος ὁ αὐτός, ἂν δὲ τῷ εἴδει ἦ ἄλλα, καὶ ἐκεῖνα εἴδει διαφέρει.
因为时间确实是相同的,但如果[移动所依赖的物体]在种上是其他的,那么这些[运动]在种上也不同。
καὶ γὰρ ἡ φορὰ εἴδη ἔχει, ἂν ἐκεῖνο ἔχῃ εἴδη ἐφʼ οὗ κινεῖται (ὁτὲ δὲ ἐὰν ᾧ, οἷον εἰ πόδες, βάδισις, εἰ δὲ πτέρυγες, πτῆσις. ἢ οὔ, ἀλλὰ τοῖς σχήμασιν ἡ φορὰ ἄλλη;
因为位移也有种,如果运动在其上发生的东西(轨道)有种的话(有时也取决于用以运动的器官,例如,如果是脚则是步行,如果是翅膀则是飞行;或者并非如此,而是位移因其形状而不同?
).
)。
ὥστε τὰ ἐν ἴσῳ ταὐτὸ μέγεθος κινούμενα ἰσοταχῆ, τὸ αὐτὸ δὲ καὶ ἀδιάφορον εἴδει καὶ κινήσει ἀδιάφορον· ὥστε τοῦτο σκεπτέον, τίς διαφορὰ κινήσεαως.
因此,在等长时间内移动相同大小的物体是等速的,而在种上相同且无区别的东西在运动上也是无区别的;所以这是必须探讨的:运动的差异是什么。
καὶ σημαίνει ὁ λόγος οὗτος ὅτι τὸ γένος οὐχ ἕν τι, ἀλλὰ παρὰ τοῦτο λανθάνει πολλά, εἰσίν τε τῶν ὁμωνυμιῶν αἱ μὲν πολὺ ἀπέχουσαι, αἱ δὲ ἔχουσαί τινα ὀμοιότητα, αἱ δʼ ἐγγὺς ἢ γένει ἢ ἀναλογίᾳ, διὸ οὐ δοκοῦσιν ὁμωνυμίαι εἶναι οὔσαι.
而这一论证意味着,类并不是某种单一的东西,而正是因为这个原因,许多东西被隐藏了起来,并且在同名异义字中,有些相距甚远,有些则具有某种相似性,还有些由于类或类比(类推)而非常接近,因此虽然它们是同名异义字,却似乎不是。
πότε οὖν ἕτερον τὸ εἶδος, ἐὰν ταὐτὸ ἐν ἄλλῳ, ἢ ἂν ἄλλο ἐν ἄλλῳ;
那么,当相同的东西存在于不同的事物中,或者不同的东西存在于不同的事物中时,种在什么时候是不同的呢?
καὶ τίς ὅρος;
并且其定义(标准)是什么?
ἢ τῷ κρινοῦμεν ὅτι ταὐτὸν τὸ λευκὸν καὶ τὸ γλυκὺ ἢ ἄλλο—ὅτι ἐν ἄλλῳ φαίνεται ἕτερον, ἢ ὅτι ὅλως οὐ ταὐτό;
或者我们应当根据什么来判定白色和甜色是相同的还是不同的——是因为它们在不同的事物中显得不同,还是因为它们根本不是相同的?
περὶ δὲ δὴ ἀλλοιώσεως, πῶς ἔσται ἰσσταχὴς
ἑτέρᾳ ἑτέρα;
但是,关于性质变化,一种性质变化如何与另一种性质变化等速呢?
εἰ δή ἐστι τὸ ὑγιάζεσθαι ἀλλοιοῦσθαι, ἔστι τὸν μὲν ταχὺ τὸν δὲ βραδέως ἰαθῆναι, καὶ ἅμα τινάς, ὥστʼ ἔσται ἀλλοίωσις ἰσοταχής· ἐν ἴσῳ γὰρ χρόνῳ ἠλλοιώθη.
如果恢复健康确实就是性质变化,那么一物被快速治愈而另一物被缓慢治愈,或者某些物体同时被治愈,这都是可能的,从而将存在等速的性质变化;因为它们是在等长的时间内发生性质变化的。
ἀλλὰ τί ἠλλοιώθη;
但是,什么发生了性质变化?
τὸ γὰρ ἴσον οὐκ ἔστιν ἐνταῦθα λεγόμενον, ἀλλʼ ὡς ἐν τῷ ποσῷ ἰσότης, ἐνταῦθα ὁμοιότης.
因为“相等”并不是这里所用的词,而是正如在数量上有相等,在这里则有相似(等质)。
ἀλλʼ ἔστω ἰσοταχὲς τὸ ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ μεταβάλλον.
但是,让等速成为在等长时间内改变相同的东西。
πότερον οὖν ἐν τὸ πάθος ἢ τὸ πάθος δεῖ συμβάλλειν;
那么,我们应当在受动状态所存在的主体中进行比较,还是应当对受动状态本身进行比较?
ἐνταῦθα μὲν δὴ ὅτι ὑγίεια ἡ αὐτή, ἔστιν λαβεῖν ὅτι οὔτε μᾶλλον οὔτε ἧττον ἀλλʼ ὁμοίως ὑπάρχει.
在这里,因为健康是相同的,我们可以认为它既不更多也不更少,而是同样地存在。
ἐὰν δὲ τὸ πάθος ἄλλο ᾖ, οἷον ἀλλοιοῦται τὸ λευκαινόμενον καὶ τὸ ὑγιαζόμενον, τούτοις οὐδὲν τὸ αὐτὸ οὐδʼ ἴσον οὐδʼ ὅμοιον, ᾗ ἤδη ταῦτα εἴδη ποιεῖ ἀλλοιώσεως, καὶ οὐκ ἔστι μία ὥσπερ οὐδʼ αἱ φοραί.
但是,如果受动状态是其他的,例如当正在变白的东西和正在恢复健康的东西发生性质变化时,在这些事物中没有任何相同、相等或相似的东西,就此而言,这些已经构成了性质变化的不同的种,并且它们并不是一个,正如位移不是一个一样。
ὥστε ληπτέον πόσα εἴδη ἀλλοιώσεως καὶ πόσα φορᾶς.
因此,我们必须把握性质变化有多少种,位移有多少种。
εἰ μὲν οὖν τὰ κινούμενα εἴδει διαφέρει, ὧν εἰσὶν αἱ κινήσεις καθʼ αὑτὰ καὶ μὴ κατὰ συμβεβηκός, καὶ αἱ κινήσεις εἴδει διοίσουσιν· εἰ δὲ γένει, γένει, εἰ δʼ ἀριθμῷ, ἀριθμῷ.
因此,如果那些运动本身所属于(且非附带地属于)的运动主体在种上不同,那么运动在种上也不同;如果是在类上不同,则在类上不同,如果是在数上不同,则在数上不同。
ἀλλὰ δὴ πότερον εἰς τὸ πάθος δεῖ βλέψαι, ἐὰν τὸ αὐτὸ ἢ ὅμοιμον, εἰ ἰσοταχεῖς αἱ ἀλλοιώσεις, ἢ εἰς τὸ ἀλλοιούμενον, οἷον εἰ τοῦ μὲν τοσονδὶ λελεύκανται τοῦ δὲ τοσονδί;
但是,如果性质变化是等速的,我们究竟应当看受动状态是否相同或相似,还是看发生性质变化的主体本身,例如一物变白了这么多,而另一物变白了这么多?
ἢ εἰς ἄμφω, καὶ ἡ αὐτὴ μὲν ἢ ἄλλη τῷ πάθει, εἰ τὸ αὐτὸ ἢ μὴ τὸ αὐτό, ἴση δʼ ἢ ἄνισος, εἰ ἐκεῖνοἴσον ἢ ἄνισον;
或者两者都要看,并且性质变化因受动状态相同或不同而决定其相同或不同,而因该主体变化的量相等或不等而决定其相等或不等?
καὶ ἐπὶ γενέσεως δὲ καὶ φθορᾶς τὸ αὐτὸ σκεπτέον.
此外,在生成和消灭中也必须考虑同样的问题。
πῶς ἰσοταχὴς ἡ γένεσις;
生成是如何等速的?
εἰ ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ καὶ ἄτομον, οἷον ἄνθρωπος ἀλλὰ μὴ ζῶον· θάτ. τῶν δʼ, εἰ ἐν ἴσῳ ἕτερον (οὐ γὰρ ἔχομέν τινα δύο ἐν οἷς ἡ ἑτερότης ὡς ἡ ἀνομοιότης), ἢ, εἰ ἔστιν ἀριθμὸς ἡ οὐσία, πλείων καὶ ἐλάττων ἀριθμὸς ὁμοειδής·
如果在等长的时间内相同的且不可分割的东西被生成,例如是“人”而不是“动物”;而如果是等长时间内有不同的东西被生成,则是更快的(因为我们没有哪两样东西,其中的差异表现为不同质(不类似)),或者,如果实体是数,那么在同一种中生成了更多或更少的数。
ἀλλʼ ἀνώνυμον τὸ κοινόν, καὶ τὸ ἑκάτερον, ὥσπερ τὸ πλεῖον πάθος ἢ τὸ ὑπερέχον μᾶλλον, τὸ δὲ ποσὸν μεῖζον.
但是,共同的术语没有名字,这两者中的任何一个也没有,正如我们说更多的受动状态或更多超出者,而在数量上则说更大的量。