§7.1#2ἔστι γὰρ κίνησις καὶ γένει καὶ εἴδει καὶ ἀριθμῷ ἡ αὐτή, γένει μὲν ἡ τῆς αὐτῆς κατηγορίας, οἷον οὐσίας ἢ ποιότητος, εἴδει δὲ ⟨ἡ⟩ ἐκ τοῦ αὐτοῦ τῷ εἴδει εἰς τὸ αὐτὸ τῷ εἴδει, οἷον ἐκ λευκοῦ εἰς μέλαν ἢ ἐξ ἀγαθοῦ εἰς κακὸν ἀδιάφορον τῷ εἴδει· ἀριθμῷ δὲ ἡ ἐξ ἑνὸς τῷ ἀριθμῷ ⟨εἰς ἓν τῷ ἀριθμῷ⟩ ἐν τῷ αὐτῷ χρόνῳ, οἷον ἐκ τοῦδε τοῦ λευκοῦ εἰς τόδε τὸ μέλαν, ἢ ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδε, ἐν τῷδε τῷ χρόνῳ·
因为运动可以在类上、种上和数量上是同一的。 在类上同一的是指属于同一个范畴,例如实体或性质;在种上同一的是指从种上相同之物到种上相同之物,例如从白到黑,或者从善到恶,在种上没有区别;在数量上同一的是指从数量上的一到数量上的一,在相同的时间内发生,例如从这个白到这个黑,或者从这个地方到那个地方,在这个时间内。
εἰ γὰρ ἐν ἄλλῳ, οὐκέτι ἔσται ἀριθμῷ μία κίνησις, ἀλλʼ εἴδει.
因为如果发生在另一个时间,它就不再是数量上的一,而只是种上的一。
εἴρηται δὲ περὶ τούτων ἐν τοῖς πρότερον.
关于这些,在以前的著作中已经讨论过了。
εἰλήφθω δὲ καὶ ὁ χρόνος ἐν
κεκίνηται τὴν αὑτοῦ κίνησιν τὸ Α, καὶ ἔστω ἐφʼ ᾧ Κ. πεπερασμένης δʼ οὔσης τῆς τοῦ Α κινήσεως καὶ ὁ χρόνος ἔσται πεπερασμένος.
设A在其中进行自身运动的时间也被取出,并设其为K。 由于A的运动是有限的,时间也将是有限的。
ἐπεὶ δὴ ἄπειρα τὰ κινοῦντα καὶ τὰ κινούμενα, καὶ ἡ κίνησις ἡ ΕΖΗΘ ἡ ἐξ ἁπασῶν ἄπειρος ἔσται·
既然推动者和被推动者是无限的,那么由它们所有运动组成的运动EZHΘ也必将是无限的。
ἐνδέχεται μὲν γὰρ ἴσην εἶναι τὴν τοῦ Α καὶ τοῦ Β καὶ τὴν τῶν ἄλλων, ἐνδέχεται δὲ μείζους τὰς τῶν ἄλλων, ὥστε εἴ τε ἴσαι εἴ τε μείζους, ἀμφοτέρως ἄπειρος ἡ ὅλη· λαμβάνομεν γὰρ τὸ ἐνδεχόμενον.
因为A、B以及其他物体的运动有可能是相等的,也有可能其他物体的运动更大,所以无论它们是相等还是更大,在两种情况下,整体运动都是无限的;因为我们取其可能者。
ἐπεὶ δʼ ἅμα κινεῖται καὶ τὸ Α καὶ τῶν ἄλλων ἕκαστον, ἡ ὅλη κίνησις ἐν τῷ αὐτῷ χρόνῳ ἔσται καὶ ἡ τοῦ Α· ἡ δὲ τοῦ Α ἐν πεπερασμένῳ· ὥστε εἴη ἂν ἄπειρος ἐν πεπερασμένῳ, τοῦτο δʼ ἀδύνατον.
由于A 与其他每一个物体都是同时运动的,所以整体运动将与A的运动在同一时间内发生;但A的运动是在有限的时间内,因此在有限的时间内就会有无限的运动,而这是不可能的。
οὕτω
μὲν οὖν δόξειεν ἂν δεδεῖχθαι τὸ ἐξ ἀρχῆς, οὐ μὴν ἀποδείκνυται διὰ τὸ μηδὲν δείκνυσθαι ἀδύνατον·
因此,原初的论点似乎已经得到了证明;然而它并没有被真正证实,因为没有证明任何不可能的事情。
ἐνδέχεται γὰρ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον εἶναι κίνησιν, μὴ ἑνὸς ἀλλὰ πολλῶν.
因为在有限的时间内存在无限的运动是可能的,只要它不是一个物体的运动,而是许多物体的运动。
ὅπερ συμβαίνει καὶ ἐπὶ τούτων· ἕκαστον γὰρ κινεῖται τὴν ἑαυτοῦ κίνησιν, ἅμα δὲ πολλὰ κινεῖσθαι οὐκ ἀδύνατον.
这正是这些情况下发生的事情;因为每一个物体都在进行它自己的运动,而许多物体同时运动并不是不可能的。
ἀλλʼ εἰ τὸ κινοῦν πρώτως κατὰ τόπον καὶ σωματικὴν κίνησιν ἀνάγκη ἢ ἅπτεσθαι ἢ συνεχὲς εἶναι τῷ κινουμένῳ, καθάπερ ὁρῶμεν ἐπὶ πάντων, ἀνάγκη τὰ κινούμενα καὶ τὰ κινοῦντα συνεχῆ εἶναι ἢ ἅπτεσθαι ἀλλήλων, ὥστʼ εἶναί τι ἐξ ἁπάντων ἕν.
但是,如果就空间和身体运动而言进行首要推动的物体,必然要么接触要么与被推动者连续(正如我们在所有情况下看到的那样),那么被推动者和推动者就必然彼此连续或接触,从而由它们所有组成一个整体。
τοῦτο δὲ εἴτε πεπερασμένον εἴτε ἄπειρον, οὐδὲν διαφέρει πρὸς τὰ νῦν· πάντως γὰρ ἡ κίνησις ἔσται ἄπειρος ἀπείρων ὄντων, εἴπερ ἐνδέχεται καὶ ἴσας εἶναι καὶ μείζους ἀλλήλων· ὃ γὰρ ἐνδέχεται, ληψόμεθα ὡς ὑπάρχον.
这个整体是有限的还是无限的,对目前来说没有区别;因为既然事物是无限的,如果它们可以彼此相等或更大,那么整体运动在任何情况下都是无限的;因为我们将可能发生的事情假设为实际存在的。
εἰ οὖν τὸ μὲν ἐκ τῶν ΑΒΓΔ ἢ πεπερασμένον ἢ ἄπειρόν τί ἐστιν, κινεῖται δὲ τὴν ΕΖΗΘ κίνησιν ἐν τῷ χρόνῳ τῷ Κ, οὗτος δὲ πεπέρανται, συμβαίνει ἐν πεπερασμένῳ χρόνῳ πειρον διιέναι ἢ τὸ πεπερασμένον ἢ τὸ ἄπειρον.
因此,如果由ABCD组成的物体要么是有限的要么是某种无限的,并且它在时间K内进行运动EZHΘ,而这个时间是有限的,那么就会发现在有限的时间内,无论是有限者还是换句话说,无限者都在通过无限。
ἀμφοτέρως δὲ ἀδύνατον· ὥστε ἀνάγκη ἵστασθαι καὶ εἶναί τι πρῶτον κινοῦν καὶ κινούμενον.
但无论哪种情况都是不可能的;因此,必然会停下来,并且必然存在某种第一推动者和被推动者。
οὐδὲν γὰρ διαφέρει τὸ συμβαίνειν ἐξ ὑποθέσεως τὸ ἀδύνατον· ἡ γὰρ ὑπόθεσις εἴληπται ἐνδεχομένη, τοῦ δʼ ἐνδεχομένου τεθέντος οὐὐὲν προσήκει γίγνεσθαι διὰ τοῦτο ἀδύνατον.
因为不可能的结论是从假设中得出的,这并没有什么不同;因为这个假设是被作为可能者而接受的,而当一个可能者被设定时,不应当因此产生不可能的结果。