§7.1#1Ἅπαν τὸ κινούμενον ὑπό τινος ἀνάγκη κινεῖσθαι·
凡运动之物,必由某物推动。
εἰ μὲν γὰρ ἐν ἑαυτῷ μὴ ἔχει τὴν ἀρχὴν τῆς κινήσεως. φανερὸν ὅτι ὑφ’ ἑτέρου κινεῖται (ἄλλο γὰρ ἔσται τὸ κινοῦν)· εἰ δʼ ἐν αὐτῶ, ἔστω εἰλημμένον ἐφʼ οὗ τὸ AB ὃ κινεῖται καθʼ αὑτό, ἀλλὰ μὴ τῷ τῶν τούτου τι κινεῖσθαι.
因为,如果它自身不包含运动的源泉,显然它是被他物推动的(因为推动者将是另外的事物);但如果它包含在自身中,那么设有一个被表示为AB的物体,它是由其自身而运动,而不是因为它的某个部分运动。
πρῶτον μὲν οὖν τὸ ὑπολαμβάνειν τὸ AB ὑφʼ ἑαυτοῦ κινεῖσθαι διὰ τὸ ὅλον τε κινεῖσθαι καὶ ὑπʼ οὐδενὸς τῶν ἔξωθεν ὅμοιόν ἐστιν ὥσπερ εἰ τοῦ ΚΛ κινοῦντος τὸ ΛΜ καὶ αὐτοῦ κινουμένου εἰ μὴ φάσκοι τις τὸ ΚΜ κινεῖσθαι ὑπό τινος, διὰ τὸ μὴ φανερὸν εἶναι πότερον τὸ κινοῦν καὶ πότερον τὸ κινούμενον·
首先,因为整体在运动,且不受任何外部事物的影响,就认为AB是由自身运动的,这就像如果KL推动LM且自身也在运动,却有人因为不清楚哪个是推动者、哪个是被推动者,而否认KM是被某物推动的一样。
εἶτα τὸ μὴ ὑπό τινος κινούμενον οὐκ ἀνάγκη παύσασθαι κινούμενον τῷ ἄλλο ἠρεμεῖν, ἀλλʼ εἴ τι ἠρεμεῖ τῷ ἄλλο πεπαῦσθαι κινούμενον, ἀνάγκη ὑπό τινος αὐτὸ κινεῖσθαι, τούτου δʼ εἰλημμένου πᾶν τὸ κινούμενον κινήσεται ὑπό τινος.
其次,并非由某物推动的物体,并不必然因为他物的静止而停止运动;但是,如果某一物体因为他物停止运动而静止,它就必然是被某物推动的。 如果这一假设成立,那么凡运动之物都将是由某物推动的。
ἐπεὶ γὰρ εἴληπται κινούμενον ἐφʼ ᾧ τὸ AB, ἀνάγκη διαιρετὸν αὐτὸ εἶναι· πᾶν γὰρ τὸ κινούμενον διαιρετόν.
因为既然AB已被设定为运动的,它就必然是可分的;因为凡运动之物都是可分的。
διῃρήσθω δὴ κατὰ τὸ Γ. τοῦ δὴ ΓΒ μὴ κινουμένου οὐ κινηθήσεται τὸ ΑΒ·
设它在 C处被分割。
εἰ γὰρ κινήσεται, δῆλον ὅτι τὸ ΑΓ κινοῖτ᾿ ἂν τοῦ ΓΒ ἠρεμοῦντος, ὥστε οὐ καθʼ αὐτὸ κινηθήσεται καὶ πρῶτον.
如果CB不运动,AB就不会运动;因为如果它运动,显然在CB静止时,AC将会运动,这样它就不是由其自身且首要地运动了。
ἀλλʼ ὑπέκειτο καθʼ αὑτὸ κινεῖσθαι καὶ πρῶτον.
但它曾被假设是由自身且首要地运动的。
ἀνάγκη ἄρα τοῦ ΓΒ μὴ κινουμένου ἠρεμεῖν τὸ AB. ὃ δὲ ἠρεμεῖ μὴ κινουμένου τινός, ὡμολόγηται ὑπό τινος κινεῖσθαι, ὥστε πᾶν ἀνάγκη τὸ κινούμενον ὑπό τινος κινεῖσθαι· ἀεὶ γὰρ ἔσται τὸ κινούμενον διαιρετόν, τοῦ δὲ μέρους μὴ κινουμένου ἀνάγκη καὶ τὸ ὅλον ἠρεμεῖν.
因此,如果CB不运动,AB就必然静止。 而那在某物不运动时便静止的物体,已被公认是由某物推动的;因此,凡运动之物必然是由某物推动的;因为运动之物总是可分的,而部分不运动时,整体也必然静止。
ἐπεὶ δὲ πᾶν τὸ κινούμενον
ἀνάγκη κινεῖσθαι ὑπό τινος, ἐόν γέ τι κινῆται τὴν ἐν τόπῳ κίνησιν ὑπʼ ἄλλου κινουμένου, καὶ πάλιν τὸ κινοῦν ὑπ᾿ ἄλλου κινουμένου κινῆται κἀκεῖνο ὑφʼ ἑτέρου καὶ ἀεὶ οὕτως, ἀνάγκη εἶναί τι τὸ πρῶτον κινοῦν, καὶ μὴ βαδίζειν εἰς ἄπειρον· μὴ γὰρ ἔστω, ἀλλὰ γενέσθω ἄπειρον.
既然凡运动之物都必然是由某物推动的,那么如果某物在空间中的运动(位移)是由另一个自身也在运动的物体推动的,而那个推动者又是由另一个运动着的物体推动的,那个又由另一个推动,如此一直下去,就必然存在某个第一推动者,而不会无限进行下去;因为设其不然,而是无限进行下去。
κινείσθω δὴ τὸ μὲν Α ὑπὸ τοῦ Β. τὸ δὲ Β ὑπὸ τοῦ Γ, τὸ δὲ Γ ὑπὸ τοῦ Δ, καὶ ἀεὶ τὸ ἐχ όμενον ὑπὸ τοῦ ἐχομένου.
那么设A由B推动,B由C推动,C由D推动,且邻接者总是由邻接者推动。
ἐπεὶ οὖν ὑπόκειται τὸ κινοῦν κινούμενον κινεῖν, ἀνάγκη ἅμα γίγνεσθαι τὴν τοῦ κινουμένου καὶ τὴν τοῦ κινοῦντος κίνησιν (ἅμα γὰρ κινεῖ τὸ κινοῦν καὶ κινεῖται τὸ κινούμενον)·
既然已经假设推动者自身是在运动中进行推动的,那么被推动者的运动与推动者的运动必然是同时发生的(因为推动者推动与被推动者运动是同时的)。
φανερὸν ⟨οὖν⟩ ὅτι ἅμα ἔσται τοῦ Α καὶ τοῦ Β καὶ τοῦ Γ καὶ ἑκάστου τῶν κινούντων καὶ κινουμένων ἡ κίνησις.
显然,A、B、C以及每一个推动者和被推动者的运动都是同时的。
εἰλήφθω οὖν ἡ ἑκάστου κίνησις, καὶ ἔστω τοῦ μὲν Α ἐφ᾿ ἧς Ε, τοῦ δὲ Β ἐφʼ ἧς Ζ, τῶν δὲ ΓΔ ἐφ᾿ ὧν ΗΘ. εἰ γὰρ ἀεὶ κινεῖται ἕκαστον ὑφʼ ἑκάστου, ὅμως ἔσται λαβεῖν μίαν ἑκάστου κίνησιν τῷ ἀριθμῷ· πᾶσα γὰρ κίνησις ἔκ τινος εἴς τι, καὶ οὐκ ἄπειρος τοῖς ἐσχάτοις·
因此,设每一个的运动都被取出来,且设A的运动为E,B的为Z,CD的为H和Θ。 因为即使每一个总是由每一个推动,仍然能够取得每一个在数量上为一的运动;因为一切运动都是从某物到某物,且其极端(起点和终点)不是无限的。
λέγω δὴ ἀριθμῷ μίαν κίνησιν τὴν ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῷ ἀριθμῷ ἐν τῷ αὐτῷ χρόνῳ τῷ ἀριθμῷ γιγνομένην.
我所说的在数量上为一的运动,是指从数量上相同之物到相同之物,在数量上相同的时间内发生的运动。