§6.10#2ἔτι δʼ εἰ ἅπαν ἐν χρόνῳ κινεῖται, ἐν δὲ τῷ νῦν μηθέν, ἅπας δὲ χρόνος διαιρετός, εἴη ἄν τις χρόνος ἐλάττων ὁτῳοῦν τῶν κινουμένων ἢ ἐν ᾧ κινεῖται ὅσον αὐτό.
此外,如果一切事物都在时间中运动,而在“现在”中则没有事物运动,并且所有时间都是可分的,那么,对于任何运动着的事物而言,都会存在某个比它运动与自身相等的距离所需时间更短的时间。
οὗτος μὲν γὰρ ἔσται χρόνος ἐν κινεῖται διὰ τὸ πᾶν ἐν χρόνῳ κινεῖσθαι, χρόνος δὲ πᾶς διαιρετὸς δέδεικται πρότερον.
因为由于一切都在时间中运动,这也将是它运动的时间,且前面已经证明所有时间都是可分的。
εἰ δʼ ἄρα στιγμὴ κινεῖται, ἔσται τις χρόνος ἐλάττων ἢ ἐν ᾧ αὑτὴν ἐκινήθη.
如果点确实在运动,那么就会存在某个比它运动其自身所需时间更短的时间。
ἀλλὰ ἀδύνατον· ἐν γὰρ τῷ ἐλάττονι ἔλαττον ἀνάγκη κινεῖσθαι.
但是这是不可能的;因为在更短的时间里,必然运动更小的距离。
ὥστε ἔσται διαιρετὸν τὸ ἀδιαίρετον εἰς τὸ ἔλαττον, ὥσπερ καὶ ὁ χρόνος εἰς τὸν χρόνον.
因此,不可分之物将可分割为更小的部分,就像时间可分割为时间一样。
μοναχῶς γὰρ ἂν κινοῖτο τὸ ἀμερὲς καὶ ἀδιαίρετον, εἰ ἦν ἐν τῷ νῦν κινεῖσθαι δυνατὸν τῷ ἀτόμῳ· τοῦ γὰρ αὐτοῦ λόγου ἐν τῷ νῦν κινεῖσθαι καὶ ἀδιαίρετόν τι κινεῖσθαι.
因为无部分且不可分之物只有在一种情况下才能运动,即如果不可分之物在“现在”中运动是可能的话;因为在“现在”中运动与某种不可分之物运动,属于相同的道理。
μεταβολὴ δʼ οὐκ ἔστιν οὐδεμία ἄπειρος· ἅποσα γὰρ ἦν ἔκ τινος εἴς τι, καὶ ἡ ἐν ἀντιφάσει καὶ ἡ ἐν ἐναντίοις.
任何变化都不是无限的;因为所有变化都是从某物到某物,无论是矛盾的变化还是对立的变化。
ὥστε τῶν μὲν κατʼ ἀντίφασιν ἡ φάσις καὶ ἡ ἀπόφασις πέρας (οἷον γενέσεως μὲν τὸ ὄν, φθορᾶς δὲ τὸ μὴ ὄν), τῶν δʼ ἐν τοῖς ἐναντίοις τὰ ἐναντία·
因此,对于矛盾的变化而言,肯定和否定是极限(例如,对于生成而言是“存在”,对于消灭而言是“不存在”),而对于对立的变化而言,对立面是极限;因为这些是变化的极端。
ταῦτα γὰρ ἄκρα τῆς μεταβολῆς, ὥστε καὶ ἀλλοιώσεως πάσης (ἐξ ἐναντίων γάρ τινων ἡ ἀλλοίωσις, ὁμοίως δὲ καὶ αὐξήσεως καὶ φθίσεως· αὐξήσεως μὲν γὰρ τὸ πέρας τοῦ κατὰ τὴν οἰκείαν φύσιν τελείου μεγέθους, φθίσεως δὲ ἡ τούτου ἔκστασις.
因此,对于一切性质变化也是如此(因为性质变化是从某些对立面开始的);同样,对于增长和减少也是如此;因为增长的极限是依据其固有本性而达到的完全大小,而减少的极限则是对这一大小的偏离。
ἡ δὲ φορὰ οὕτω μὲν οὐκ ἔσται πεπερασμένη· οὐ γὰρ πᾶσα ἐν ἐναντίοις·
但是,位移(地方运动)在这一意义上不会是有限的;因为并非所有位移都是在对立面之间进行的。
ἀλλʼ ἐπειδὴ τὸ ἀδύνατον τμηθῆναι οὕτω, τῷ μὴ ἐνδέχεσθαι τμηθῆναι (πλεοναχῶς γὰρ λέγεται τὸ ἀδύνατον), οὐκ ἐνδέχεται τὸ οὕτως ἀδύνατον τέμνεσθαι, οὐδὲ ὅλως τὸ ἀδύνατον γενέσθαι γίγνεσθαι, οὐδὲ τὸ μεταβαλεῖν ἀδύνατον ἐνδέχοιτʼ ἂν μεταβάλλειν εἰς ὃ ἀδύνατον μεταβαλεῖν.
然而,由于不可被分割之物在此意义上是不可能的,即由于其不可能被分割(因为“不可能” 有多种含义),因此以这种方式不可能之物就不能被分割,一般而言,不可能生成之物也不可能处于生成过程中,同样,不可能变化之物也不可能处于向它不可能变化到的事物变化的过程中。
εἰ οὖν τὸ φερόμενον μεταβάλλοι εἴς τι, καὶ δυνατὸν ἔσται μεταβαλεῖν.
因此,如果移动之物要变化到某物,它也就必须能够进行变化。
ὥστ᾿ οὐκ ἄπειρος ἡ κίνησις, οὐδʼ οἰσθήσεται τὴν ἄπειρον· ἀδύνατον γὰρ δικλθεῖν αὐτήν.
所以,它的运动不会是无限的,它也不会进行无限的移动;因为通过无限的距离是不可能的。
ὅτι μὲν οὖν οὕτως οὐκ ἔστιν ἄπειρος μεταβολὴ ὥστε μὴ ὡρίσθαι πέρασι, φανερόν.
因此,变化不会以“不被极限所限定”的方式而成为无限,这是显而易见的。
ἀλλʼ εἰ οὕτως ἐνδέχεται ὥστε τῷ χρόνῳ εἶναι ἄπειρον τὴν αὐτὴν οὖσαν καὶ μίαν, σκεπτέον.
但是,同一种且单一的变化在时间上是否可能是无限的,这一点必须加以考察。
μὴ μιᾶς μὲν γὰρ γιγνομένης οὐθὲν ἴσως κωλύει, οἷον εἰ μετὰ τὴν φορὰν ἀλλοίωσις εἴη καὶ μετὰ τὴν ἀλλοίωσιν αὔξησις καὶ πάλιν γένεσις· οὕτω γὰρ αἰεὶ μὲν ἔσται τῷ χρόνῳ κίνησις, ἀλλʼ οὐ μία διὰ τὸ μὴ εἶναι μίαν ἐξ ἁπασῶν.
因为如果不成为单一的变化,也许并无任何妨碍,例如在位移之后有性质变化,性质变化之后有增长,接着又是生成;因为以这种方式,时间中总是会有运动,但它不是单一的运动,因为并非所有这些运动构成了一个单一的运动。
ὥστε δὲ γίγνεσθαι μίαν, οὐκ ἐνδέχεται ἄπειρον εἶναι τῷ χρόνῳ πλὴν μιᾶς· αὕτη δʼ ἐστὶν ἡ κύκλῳ φορά.
但是要成为单一的运动,它在时间上就不可能是无限的,唯有一种运动除外;而这也就是圆周运动。