§6.6#2ἔστω γὰρ ἐν τῷ νῦν ἐκ τοῦ A εἰς τὸ B με· ταβεβληκός.
因为,设它在某个“现在”中已从A变化到B。
οὐκοῦν ἐν μὲν τῷ αὐτῷ νῦν ἐν ἐστιν ἐν τῷ Α, οὐ μεταβέβληκεν (ἅμα γὰρ ἂν εἴη ἐν τῷ Α καὶ ἐν τῷ B)· τὸ γὰρ μεταβεβληκός, ὅτε μεταβέβληκεν, ὅτι οὐκ ἔστιν ἐν τούτῳ, δέδεικται πρότερον·
因此,在它处于A的同一个“现在”中,它并没有完成变化(因为否则它将同时既在A又在B);因为先前已经证明,已完成变化之物在它完成变化时并不在它先前所处的位置。
εἰ δʼ ἐν ἄλλῳ, μεταξὺ ἔσται χρόνος· οὐ γὰρ ἦν ἐχόμενα τὰ νῦν.
但如果它是在另一个“现在”中,那么它们之间将会有时间;因为“现在”之间是不相接的。
ἐπεὶ οὖν ἐν χρόνῳ μεταβέβληκεν, χρόνος δʼ ἅπας διαιρετός, ἐν τῷ ἡμίσει ἄλλο ἔσται μεταβεβληκός, καὶ πάλιν ἐν τῷ ἐκείνου ἡμίσει ἄλλο, καὶ αἰεὶ οὕτως· ὥστε μεταβάλλοι ἂν πρότερον.
既然它是在时间中完成变化的,而一切时间都是可分的,那么在半个时间中它将已经变化成了别的,而在那半个时间的一半中又变化成了另外的,并且总是如此;因此,它在先前必然已经在变化着。
ἔτι δʼ ἐηὶ τοῦ μεγέθους φανερώτερον τὸ λεχθὲν διὰ τὸ συνεχὲς εἶναι τὸ μέγεθος ἐν ᾧ μεταβάλλει τὸ μεταβάλλον.
此外,由于变化之物在其中发生变化的大大小是连续的,所以上述说法在大小上更为明显。
ἔστω γάρ τι μεταβεβληκὸς ἐκ τοῦ Γ εἰς τὸ Δ. οὐκοῦν εἰ μὲν ἀδιαίρετόν ἐστι τὸ ΓΔ, ἀμερὲς ἀμεροῦς ἔσται ἐχόμενον· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, ἀνάγκη μέγεθος εἶναι τὸ μεταξὺ καὶ εἰς ἄπειρα διαιρετόν· ὥστʼ εἰς ἐκεῖνα μεταβάλλει πρότερον.
因为,设某物已从Γ变化到Δ。 因此,如果ΓΔ是不可分的,那么无部分之物将与无部分之物相接;但既然这是不可能的,它们之间就必然是一个大小,并且是无限可分的;因此,它在先前就已经向那些部分变化了。
ἀνάγκη ἄρα πᾶν τὸ μεταβεβληκὸς μεταβάλλειν πρότερον.
所以,一切已经完成变化的东西,先前必然一直在变化着。
ἡ γὰρ αὐτὴ ἀπόδειξις καὶ ἐν τοῖς μὴ συνεχέσιν, οἶον ἔν τε τοῖς ἐναντίοις καὶ ἐν ἀντιφάσει· ληψόμεθα γὰρ τὸν χρόνον ἐν ᾧ μεταβέβληκεν, καὶ πάλιν ταὐτὰ ἐροῦμεν.
因为同样的证明也适用于非连续的事物,例如相反者之间以及矛盾对立面之间的变化;因为我们将取它已经完成变化的时间,并且再次说明同样的事情。
ὥστε ἀνάγκη τὸ μεταβεβληπὸς μεταβάλλειν καὶ τὸ μεταβάλλον μεταβεβληκέναι, καὶ ἔσται τοῦ μὲν μεταβάλλειν τὸ μεταβεβληκέναι πρότερον, τοῦ δὲ μεταβεβληκέναι τὸ μεταβάλλειν, καὶ οὐδέποτε ληφθήσεται τὸ πρῶτον.
因此,已经完成变化之物必然一直在发生变化,而正在变化之物必然已经完成过变化,且已完成变化将先于正在变化,而正在变化也将先于已完成变化,并且永远无法达到最初的起点。
αἴτιον δὲ τούτου τὸ μὴ εἶναι ἀμερὲς ἀμεροῦς ἐχόμενον· ἄπειρος γὰρ ἡ διαίρεσις, καθάπερ ἐπὶ τῶν αὐξανομένων καὶ καθαιρουμένων γραμμῶν.
其原因在于,无部分之物不能与无部分之物相接;因为分割是无限的,就像在那些增加和减少的线段中一样。
φανερὸν οὖν
ὅτι καὶ τὸ γεγονὸς ἀνάγκη γίγνεσθαι πρότερον καὶ τὸ γιγνόμενον γεγονέναι, ὅσα διαιρετὰ καὶ συνεχῆ, οὐ μέντοι αἰεὶ ὃ γίγνεται, ἀλλʼ ἄλλο ἐνίοτε, οἷον τῶν ἐκείνου τι, ὥσπερ τῆς οἰκίας τὸν θεμέλιον.
因此,显而易见,对于所有可分且连续的事物来说,已经生成的东西在先前必然一直在生成,而正在生成的东西在先前也必然已经生成过(即完成了某些部分的生成);然而,这并不总是正在生成的那物本身,而是有时为其他东西,例如那物的某个部分,就像房屋的地基一样。
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ φθειρομένου καὶ ἐφθαρμένου· εὐθὺς γὰρ ἐνυπάρχει τῷ γιγνομένῳ καὶ τῷ φθειρομένῳ ἄπειρόν τι συνεχεῖ γε ὄντι, καὶ οὐκ ἔστιν οὔτε γίγνεσθαι μὴ γεγονός τι οὔτε γεγονέναι μὴ γιγνόμενόν τι, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ φθείρεσθαι καὶ ἐπὶ τοῦ ἐφθάρθαι· αἰεὶ γὰρ ἔσται τοῦ μὲν φθείρεσθαι τὸ ἐφθάρθαι πρότερον, τοῦ δʼ ἐφθάρθαι τὸ φθείρεσθαι.
同样的情况也适用于正在消灭和已经消灭的东西;因为在正在生成和正在消灭的东西中,只要它们是连续的,就立刻内在着某种无限性,而且既不可能在没有任何东西已经生成的情况下正在生成,也不可能在没有任何东西正在生成的情况下已经生成,消灭和已消灭的情况也是如此;因为已消灭将永远先于正在消灭,而正在消灭也将永远先于已消灭。
φανερὸν οὖν ὅτι καὶ τὸ γεγονὸς ἀνάγκη γίγνεσθαι πρότερον καὶ τὸ γιγνόμενον γεγονέναι· πᾶν γὰρ μέγεθος καὶ πᾶς χρόνος ἀεὶ διαιρετά.
因此,显而易见,已经生成的东西在先前必然一直在生成,而正在生成的东西也必然已经生成过;因为每一个大小和每一个时间都总是可分的。
ὥστʼ ἐν ᾧ ἂν ᾖ, οὐκ ἂν εἴη ὡς πρώτῳ.
因此,无论它在其中处于什么,都不可能是作为最初的。