Humanitext Reader

亚里士多德 · 物理学 §6.5#2

变化之始的不存在与无最初变化的部分

第 76 段,共 113 段 · 希腊语

内容简介

讨论了“其最初完成变化的时间”,指出虽然变化的终点(完成的瞬间)存在,但变化的起点(开始的瞬间)并不存在,并进一步论证了在变化之物以及大小中,也都不存在“最初完成变化的第一个部分”。

§6.5#2λέγεται δὲ τὸ ἐν ᾧ πρώτῳ μεταβέβληκε διχῶς, τὸ μὲν ἐν ᾧ πρώτῳ ἐπετελέσθη ἡ μεταβολή (τότε γὰρ ἀληθὲς εἰπεῖν ὅτι μεταβέβληκεν, τὸ δʼ ἐν ᾧ πρώτῳ ἤρξατο μεταβάλλειν.
“在其中最初完成变化的(时间)”可以在两种意义上说:其一,是指变化被完成的最初时间(因为在此时,说它已经完成变化是真实的);其二,是指它最初开始变化的那个时间。
τὸ μὲν οὖν κατὰ τὸ τέλος τῆς μεταβολῆς πρῶτον λεγόμενον ὑπάρχει τε καὶ ἔστιν (ἐνδέχεται γὰρ ἐπιτελεσθῆναι μεταβολὴν καὶ ἔστι μεταβολῆς τέλος, ὃ δὴ καὶ δέδεικται ἀδιαίρετον ὄν διὰ τὸ πέρας εἶναι)· τὸ δὲ κατὰ τὴν ἀρχὴν ὅλως οὐκ ἔστιν· οὐ γὰρ ἔστιν ἀρχὴ μεταβολῆς, οὐδʼ ἐν πρώτῳ τοῦ χρόνου μετέβαλλεν.
那么,按照变化的终点而被称作最初的那个时间是存在且有的(因为变化是可以被完成的,并且存在变化的终点,正如已经证明的那样,因为它是极限,所以是不可分的);但按照起点而被称作最初的时间则根本不存在;因为变化没有起点,也没有它在其中发生变化的最初的时间部分。
ἔστω γὰρ πρῶτον ἐφʼ ᾧ τὸ ΑΔ. τοῦτο δὴ ἀδιαίρετον μὲν οὐκ ἔστιν·
设那最初的时间为 AD。
συμβήσεται γὰρ ἐχόμενα εἶναι τὰ νῦν.
这当然不是不可分的;否则就会得出“现在”(瞬间)彼此相邻的结论。
ἔτι δʼ εἰ ἐν τῷ ΓΑ χρόνῳ παντὶ ἠρεμεῖ (κείσθω γὰρ ἠρεμοῦν, καὶ ἐν τῷ Α ἠρεμεῖ, ὥστʼ εἰ ἀμερές ἐστι τὸ ΑΔ, ἅμα ἠρεμήσει καὶ μεταβεβληκὸς ἔσται· ἐν μὲν γὰρ τῷ Α ἠρεμεῖ, ἐν δὲ τῷ Δ μεταβέβληκεν.
此外,如果它在整个时间ΓA中是静止的(假定它是静止的,那么它在A处也是静止的),因此,如果AD是无部分的,它将同时处于静止且已变化的状态;因为在A处它是静止的,而在D处它已完成了变化。
ἐπεὶ δʼ οὐκ ἔστιν ἀμερές, ἀνάγκη διαιρετὸν εἶναι καὶ ἐν ὁτῳοῦν τῶν τούτου μεταβεβληκέναι·
但既然它不是无部分的,它就必然是可分的,并且在它的任何一个部分中都已经完成了变化。
διαιρεθέντος γὰρ τοῦ ΑΔ, εἰ μὲν ἐν μηδετέρῳ μεταβέβληκεν, οὐδʼ ἐν τῷ ὅλῳ· εἰ δʼ ἐν ἀμφοῖν μεταβάλλει καὶ ἐν τῷ παντί, εἴτʼ ἐν θατέρῳ μεταβέβληκεν, οὐκ ἐν τῷ ὅλῳ πρώτῳ.
因为当AD被分割时,如果它在两个部分中都没有完成变化,那么在整体中也没有;而如果它在两个部分中都在发生变化,那么在整体中也在变化;如果它在其中一个部分中完成了变化,那它就不是在整体中作为最初而完成变化的。
ὥστε ἀνάγκη ἐν ὁτῳοῦν μεταβεβληκέναι.
因此,它必然在它的任何一个部分中都已经完成了变化。
φανερὸν τοίνυν ὅτι οὐκ ἔστιν ἐν πρώτῳ μεταβέβληκεν· ἄπειροι γὰρ αἱ διαιρέσεις.
由此可见,并不存在一个在其中最初完成变化的时间;因为分割是无限的。
οὐδὲ δὴ τοῦ μεταβεβληκότος ἔστιν τι πρῶτον ὃ μεταβέβληκεν.
此外,在已变化之物中,也同样不存在一个最初完成变化的第一部分。
ἔστω γὰρ τὸ ΔΖ πρῶτον μεταβεβληκὸς τοῦ ΔΕ· πᾶν γὰρ δέδεικται διαιρετὸν τὸ μεταβάλλον.
设ΔE中最初完成变化的部分为ΔZ;因为一切变化着的东西都已被证明是可分的。
ὁ δὲ χρόνος ἐν ᾧ τὸ ΔΖ μεταβέβληκεν ἔστω ἐφʼ ᾧ ΘΙ. εἰ οὖν ἐν τῷ παντὶ τὸ ΔΖ μεταβέβληκεν ἐν τῷ ἡμίσει ἔλαττον ἔσται τι μεταβεβληκὸς καὶ πρότερον τοῦ ΔΖ, καὶ πάλιν τούτου ἄλλο, κἀκείνου ἕτερον, καὶ αἰεὶ οὕτως.
而设ΔZ在其中完成变化的时间为ΘI。 如果ΔZ在整个时间中完成了变化,那么在半个时间中,就会有某种比ΔZ更小且比它更早完成变化的部分;而对于这部分,又会有另一部分比它更早,那部分又会有另一部分更早,且总是如此。
ὥστʼ οὐθὲν ἔσται πρῶτον τοῦ μεταβάλλοντος ὃ μεταβέβληκεν.
因此,在变化之物中,不会有任何最初完成变化的部分。
ὅτι μὲν οὖν οὔτε τοῦ μεταβάλλοντος οὔτʼ ἐν ᾧ μεταβάλλει χρόνῳ πρῶτον οὐθέν ἐστιν, φανερὸν ἐκ τῶν εἰρημένων·
因此,无论在变化之物中,还是在它发生变化的时间中,都不存在任何最初的部分,这从所说的话中是很明显的。
αὐτὸ δὲ ὃ μεταβάλλει ἢ καθʼ ὃ μεταβάλλει, οὐκέθʼ ὁμοίως ἕξει.
但变化物自身,或者它在其中发生变化的属性,情况就不再相似了。
τρία γάρ ἐστιν ἃ λέγεται κατὰ τὴν μεταβολήν, τό τε μεταβάλλον καὶ ἐν καὶ εἰς ὃ μεταβάλλει, οἷον ὁ ἄνθρωπος καὶ ὁ χρόνος καὶ τὸ λευκόν.
因为关于变化可以说有三样东西:变化之物、在其中发生变化的时间、以及它所变化至的那个目标,例如人、时间、和白色。
ὁ μὲν οὖν ἄνθρωπος καὶ ὁ χρόνος διαιρετοί, περὶ δὲ τοῦ λευκοῦ ἄλλος λόγος.
人和时间是可分的,但关于白色则是另一回事。
πλὴν κατὰ συμβεβηκός γε πάντα διαιρετά· ᾧ γὰρ συμβέβηκεν τὸ λευκὸν ἢ τὸ ποιόν, ἐκεῖνο διαιρετόν ἐστιν·
不过,从偶性上说,一切都是可分的;因为白色或性质所依附的那个东西(基体)是可分的。
ἐπεὶ ὅσα γε καθʼ αὐτὰ λέγεται διαιρετὰ καὶ μὴ κατὰ συμβεβηκός, οὐδʼ ἐν τούτοις ἔσται τὸ πρῶτον, οἷον ἐν τοῖς μεγέθεσιν.
然而,在那些其自身被称为可分而不是从偶性上说的事物中,在这些事物中也同样不会有最初的部分,例如在量度中。
ἔστω γὰρ τὸ ἐφʼ ΑΒ μέγεθος, κεκινήσθω δʼ ἐκ τοῦ B εἰς τὸ Γ πρῶτον.
设该量度为AB,且它最初从B运动到Γ。
οὐκοῦν εἰ μὲν ἀδιαίρετον ἔσται τὸ ΒΓ, ἀμερὲς ἀμεροῦς ἔσται ἐχόμενον· εἰ δὲ διαιρετόν, ἔσται τι τοῦ Γ πρότερον, εἰς ὃ μεταβέβληκεν, κἀκείνου πάλιν ἄλλο, καὶ ἀεὶ οὕτως διὰ τὸ μηδέποτε ὑπολείπειν τὴν διαίρεσιν.
如果BΓ是不可分的,那么无部分之物将与无部分之物相邻;但如果它是可分的,那么就会有某种在Γ之前、它已变化至的部分,那部分之前又会有另一部分,且总是如此,因为分割永无止境。
ὥστʼ οὐκ ἔσται πρῶτον εἰς ὃ μεταβέβληκεν.
因此,不存在它最初变化至的那个目标。
ὁμοίως δὲ καὶ ἐπὶ τῆς τοῦ ποσοῦ μεταβολῆς· καὶ γὰρ αὕτη ἐν συνεχεῖ ἐστιν.
在数量的变化中也是一样;因为这也是在连续体中发生的。
φανερὸν οὖν ὅτι ἐν μόνῃ τῶν κινήσεων τῇ κατὰ τὸ ποιὸν ἐνδέχεται ἀδιαίρετον καθʼ αὑτὸ εἶναι.
由此可见,在所有的运动(变化)中,只有在性质的变化中,才可能存在其自身不可分的东西。

词汇与语法注释

  1. 236aτὸ ἐν ᾧ πρώτῳ μεταβέβληκε — 意为“其最初完成变化的(时间)”。`en hōi` 的先行词是隐含的时间(`chronos`)。`prōtōi` 起副词性或限定性作用,表示“最初”或“其自身作为第一”。
  2. 236aσυμβήσεται γὰρ ἐχόμενα εἶναι τὰ νῦν — 条件归结句,动词 `symbēsetai` 为将来时直陈语气,指出一个不可能的后果:“(若假定AD是不可分的)诸个‘现在’(瞬间)将会彼此相邻”。在亚里士多德的连续体理论中,瞬间是不能相邻的。
  3. 236bαὐτὸ δὲ ὃ μεταβάλλει ἢ καθʼ ὃ μεταβάλλει — `auto ho metaballei` 指“变化之物自身”(变化的基体/主语),而 `kath' ho metaballei` 指“它在其中发生变化的属性”(性质、数量、场所等)。这对应于紧接着提到的三个要素(变化之物、时间、变化的目标)的区分。
  4. 236bἔστω γὰρ τὸ ἐφʼ ΑΒ μέγεθος — `to eph'`(`to eph' hōi` 的变体)引入一个带有标签的指定实体。在这里意为“被命名为AB的量度”。

引用这一段

亚里士多德, 物理学 §6.5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:6.5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。