Humanitext Reader

亚里士多德 · 物理学 §6.5#1

已变化之物的终点与变化完成的首要时间的不可分性

第 75 段,共 113 段 · 希腊语

内容简介

作者论证了已变化之物必然存在于其变化至的终点,并证明变化首次完成的首要时间(时刻)必然是不可分的。

§6.5#1Επεὶ δὲ πᾶν τὸ μεταβάλλον ἔκ τινος εἴς τι μεταβάλλει, ἀνάγκη τὸ μεταβεβληκός, ὅτε πρῶτον μεταβέβληκεν, εἶναι ἐν μεταβέβληκεν.
既然一切变化着的东西都是从某物变化到某物,那么已经变化了的东西,在其最初完成变化时,必然存在于它所变化至的那个目标(状态或场所)中。
τὸ γὰρ μεταβάλλον, ἐξ οὗ μεταβάλλει, ἐξίσταται ἢ ἀπολείπει αὐτό, καὶ ἤτοι ταὐτόν ἐστι τὸ μεταβάλλειν καὶ τὸ ἀπολείπειν, ἢ ἀκολουθεῖ τῷ μεταβάλλειν τὸ ἀπολείπειν.
因为变化着的东西脱离或离开它所由以变化而出的起点,而“变化”与“离开”或者是同一回事,或者“离开”随伴于“变化”。
εἰ δὲ τῷ μεταβάλλειν τὸ ἀπολείπειν, τῷ μεταβεβληκέναι τὸ ἀπολελοιπέναι· ὁμοίως γὰρ ἑκάτερον ἔχει πρὸς ἑκάτερον.
如果“离开”随伴于“变化”,那么“已离开”就随伴于“已变化”;因为两者各自对各自身处类似的关系。
ἐπεὶ οὖν μία τῶν μεταβολῶν ἡ κατʼ ἀντίφασιν, ὅτε μεταβέβληκεν ἐκ τοῦ υὴ ὄντος εἰς τὸ ὄν, ἀπολέλοιπεν τὸ μὴ ὄν.
既然矛盾之中的变化是变化的一种,那么当一物从非存在变化到存在时,它就已经离开了非存在。
ἔσται ἄρα ἐν τῷ ὄντι· πᾶν γὰρ ἀνάγκη ἢ εἶναι ἢ μὴ εἶναι.
因而它将在存在之中;因为一切事物必然要么存在,要么不存在。
φανερὸν οὖν ὅτι ἐν τῇ κατʼ ἀντίφασιν μεταβολῇ τὸ μεταβεβληκὸς ἔσται ἐν ᾧ μεταβέβληκεν.
因此显而易见,在矛盾的变化中,已变化的东西将存在于它已变化至的那个目标中。
εἰ δʼ ἐν ταύτῃ, καὶ ἐν ταῖς ἄλλαις· ὁμοίως γὰρ ἐπὶ μιᾶς καὶ τῶν ἄλλων.
如果在这一变化中是这样,在其他变化中也是如此;因为对于其中一种变化和对于其他变化情况是相似的。
ἔτι δὲ καὶ καθʼ ἑκάστην λαμβάνο??σι φανερόν, εἴπερ ἀνάγκη τὸ μεταβεβληκὸς εἶναί που ἢ ἔν τινι.
此外,对于逐个考察每种变化的人来说,这也是显而易见的,如果已变化的东西确实必然在某处或在某物之中。
ἐπεὶ γὰρ ἐξ οὗ μεταβέβληκεν ἀπολέλοιπεν, ἀνάγκη δʼ εἶναί που, ἢ ἐν τούτῳ ἢ ἐν ἄλλῳ ἔσται.
因为既然它已经离开了它所由以变化而出的起点,而它又必然存在于某处,那么它要么在此处(变化的目标中),要么在别处。
εἰ μὲν οὖν ἐν ἄλλῳ, οἷον ἐν τῷ Γ, τὸ εἰς τὸ B μεταβεβληκός, πάλιν ἐκ τοῦ Γ μεταβάλλει εἰς τὸ Β· οὐ γὰρ ἦν ἐχόμενον τὸ B, ἡ δὲ μεταβολὴ συνεχής.
如果已经变化到B的东西在别处,例如在Γ,那么它又在从Γ变化到B;因为Γ与B并不相邻,而变化是连续的。
ὥστε τὸ μεταβεβληκός, ὅτε μεταβέβληκεν, μεταβάλλει εἰς ὃ μεταβέβληκεν.
结果,已变化的东西在其完成变化的时刻,正向着它已经变化至的目标在变化。
τοῦτο δʼ ἀδύνατον· ἀνάγκη ἄρα τὸ μεταβεβληκὸς εἶναι ἐν τούτῳ εἰς ὃ μεταβέβληκεν.
但这是不可能的;因此,已变化的东西必然存在于它所变化至的那个目标中。
φανερὸν οὖν ὅτι καὶ τὸ γεγονός, ὅτε γέγονεν, ἔσται, καὶ τὸ ἐφθαρμένον οὐκ ἔσται· καθόλου τε γὰρ εἴρηται περὶ πάσης μεταβολῆς, καὶ μάλιστα δῆλον ἐν τῇ κατʼ ἀντίφασιν.
因此显而易见,生成了的东西在其生成之时将存在,而毁灭了的东西将不存在;因为这是对一切变化普遍而言的,且在矛盾的变化中最为明显。
ὅτι μὲν τοίνυν τὸ μεταβεβληκός, ὅτε μεταβέβληκε πρῶτον, ἐν ἐκείνῳ ἐστίν, δῆλον· ἐν ᾧ δὲ πρώτῳ μεταβέβληκεν τὸ μεταβεβληκός, ἀνάγκη ἄτομον εἶναι.
因此,已变化的东西在其最初完成变化时存在于该目标中,这是明显的;但已变化物在其中“首先完成变化”的那个首要的东西,必然是不可分的。
λέγω δὲ πρῶτον ὃ μὴ τῷ ἕτερόν τι αὐτοῦ εἶναι τοιοῦτόν ἐστιν.
我所说的“首要的”是指:它之所以具有这种性质,并不是因为它有某个其他部分具有这种性质。
ἔστω γὰρ διαιρετὸν τὸ ΑΓ, καὶ διῃρήσθω κατὰ τὸ B. εἰ μὲν οὖν ἐν τῷ ΑΒ μετα·
设AC是可分的,且在B处被分割。
βέβληκεν ἢ πάλιν ἐν τῷ ΒΓ, οὐκ ἂν ἐν πρώτῳ τῷ ΑΓ μεταβεβληκὸς εἴη.
如果它在AB中已经完成了变化,或者在BC中完成了变化,那么它就不是在首要的AC中完成变化。
εἰ δʼ ἐν ἑκατέρῳ μετέβαλλεν (ἀνάγκη γὰρ ἢ μεταβεβληκέναι ἢ μεταβάλλειν ἐν ἑκατέρῳ, κἂν ἐν τῷ ὅλῳ μεταβάλλοι· ἀλλʼ ἦν μεταβεβληκός.
但如果它在每个部分中都在变化(因为在每个部分中它必然要么已经完成变化,要么正在变化),那么它在整体中也应当在变化;但它已被假定为已经完成变化。
ὁ αὐτὸς δὲ λό. γος καὶ εἰ ἐν τῷ μὲν μεταβάλλει, ἐν δὲ τῷ μεταβέβληκεν· ἔσται γάρ τι τοῦ πρώτου πρότερον·
如果它在其中一部分中正在变化,在另一部分中已经完成变化,同样的论证也适用;因为这样就会有某种比那第一者更先的存在。
ὥστʼ οὐκ ἂν εἴη διαιρετὸν ἐν ᾧ μεταβέβληκεν.
结果,它在其中完成变化的那个首要的东西不可能是可分的。
φανερὸν οὖν ὅτι καὶ τὸ ἐφθαρμένον καὶ τὸ γεγονὸς ἐν ἀτόμῳ τὸ μὲν ἔφθαρται τὸ δὲ γέγονεν.
显然,毁灭了的东西和生成了的东西,都是在不可分的时刻(瞬间)中,一个已经毁灭,另一个已经生成。

词汇与语法注释

  1. p.135ἐν ᾧ μεταβέβληκεν — 意为“在它所变化至的那个目标中”。在此语境下,由关系代名词 ᾧ 引导的从句是指作为变化目标的“状态”或“场所(范畴)”。伴随着表示变化完成的现在完成时(μεταβέβληκεν),它表示变化完成后的结果状态或场所。
  2. 235b19καθʼ ἑκάστην λαμβάνουσι — 现在分词 λαμβάνουσι 为与格复数阳性,在非人称形容词 φανερόν(明显的)中起到“对于……的人来说”的补足作用。此处解释为“对于逐个考察每种变化的人来说”,指一种普遍的归纳性方法。
  3. 235b33ἐν ᾧ δὲ πρώτῳ — 在此语境中,ἐν ᾧ 指代变化完成的“时间”(χρόνος)。由于后续论证了这一时间是 ἄτομον(不可分的,即瞬间),因此该表达意在指代作为时间极限或界限的最小单位。
  4. 236a1ἀλλʼ ἦν μεταβεβληκός — 过去未完成时 ἦν 起到唤起思考上的前提或此前已达成共识的事物(“应当是……”)的作用。意为“但它曾被假定为已经完成变化的”,以此强调其与过去未完成时 μετέβαλλεν(正在变化中)之间的矛盾。

引用这一段

亚里士多德, 物理学 §6.5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:6.5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。