§6.2#1Ἐπεὶ δὲ πᾶν μέγεθος εἰς μεγέθη διαιρετόν (δέδεικται γὰρ ὅτι ἀδύνατον ἐξ ἀτόμων εἶναί τι συνεχές, μέγεθος δʼ ἐστὶν ἅπαν συνεχές), ἀνάγκη τὸ θᾶττον ἐν τῷ ἴσῳ χρόνῳ μεῖζον καὶ ἐν τῶ ἐλάττονι ἴσον καὶ ἐν τῷ ἐλάττονι πλεῖον κινεῖσθαι, καθάπερ ὁρίζονταί τινες τὸ θᾶττον.
既然一切大小都可分割为大小(因为已经证明,连续的事物不可能由不可分者组成,而一切大大小都是连续的),所以,较快者必然在相等的时间内移动较大的距离,在较少的时间内移动相等的距离,并在较少的时间内移动较大的距离,正如有些人定义较快者那样。
ἔστω γὰρ τὸ ἐφʼ ὧ A τοῦ ἐφʼ ᾧ B θᾶττον.
例如,设A比B快。
ἐπεὶ τοίνυν θᾶττόν ἐστιν τὸ πρότερον μεταβάλλον, ἐν ᾧ χρόνῳ τὸ Α μεταβέβληκεν ἀπὸ τοῦ Γ εἰς τὸ Δ, οἷον τῷ ZH, ἐν τούτῳ τὸ B οὔπω ἔσται πρὸς τῷ Δ, ἀλλʼ ἀπολείψει, ὥστε ἐν τῷ ἴσῳ χρόνῳ πλεῖον δίεισιν τὸ θᾶττον.
既然较快者是较早发生变化的事物,那么在A从C变化到D的时间内,例如在ZH中,在这一时间内B还未到达D,而是落后了,所以在相等的时间内,较快者通过了较大的距离。
ἀλλὰ μὴν καὶ ἐν τῷ ἐλάττονι πλεῖον·
不仅如此,在较少的时间内也能通过较大的距离。
ἐν ᾧ γὰρ τὸ A γεγένηται πρὸς τῷ Δ, τὸ B ἔστω πρὸς τῷ E τὸ βραδύτερον ὄν.
因为在A到达D的时间内,设较慢者B在E处。
οὐκοῦν ἐπεὶ τὸ A πρὸς τῷ Δ γεγένηται ἐν ἅπαντι τῷ ZH χρόνῳ, πρὸς τῶ Θ ἔσται ἐν ἐλάττονι τούτου·
那么,既然 A在整个ZH时间内到达了D,它在少于这一时间的时间内就会到达Th;设这一时间为ZK。
καὶ ἔστω ἐν τῶ ZK. τὸ μὲν οὖν ΓΘ, ὃ διελήλυθε τὸ Α, μεῖζόν ἐστι τοῦ ΓΕ, ὁ δὲ χρόνος ὁ ΖΚ ἐλάττων τοῦ παντὸς τοῦ ΖΗ. ὥστε ἐν ἐλάττονι μεῖζον δίεισιν.
于是,A通过的CTh大于CE,而时间ZK少于整个ZH。 因此,它在较少的时间内通过了较大的距离。
φανερὸν δὲ ἐκ τούτων καὶ ὅτι τὸ θᾶττον ἐν ἐλάττονι χρόνῳ δίεισιν τὸ ἴσον.
由此也显而易见,较快者在较少的时间内通过相等的距离。
ἐπεὶ γὰρ τὴν μείζω ἐν ἐλάττονι διέρχεται τοῦ βραδυτέρου, αὐτὸ δὲ καθʼ αὑτὸ λαμβανόμενον ἐν πλείονι χρόνῳ τὴν μείζω τῆς ἐλάττονος, οἷον τὴν ΛΜ τῆς ΛΞ, πλείων ἂν εἴη ὁ χρόνος ὁ ΠΡ, ἐν ᾧ τὴν ΛΜ διέρχεται, ἢ ὁ ΠΣ, ἐν ᾧ τὴν ΛΞ. ὥστε εἰ ὁ ΠΡ χρόνος ἐλάττων ἐστὶν τοῦ Χ, ἐν ᾧ τὸ βραδύτερον διέρχεται τὴν ΛΞ, καὶ ὁ ΠΣ ἐλάττων ἔσται τοῦ ἐφʼ ὧ X· τοῦ γὰρ ΠΡ ἐλάττων, τὸ δὲ τοῦ ἐλάττονος ἔλαττον καὶ αὐτὸ ἔλαττον, ὥστε ἐν ἐλάττονι κινήσεται τὸ ἴσον.
因为既然它在比较慢者更少的时间内通过较大的距离,而它自身单独来看,通过较大距离比通过较小距离需要更多的时间(例如,通过LM的时间PR多于通过LΞ的时间PS),那么如果时间PR少于较慢者通过LΞ的时间X,PS也将少于X;因为PS少于PR,而少于较少者的本身也较少,所以它将在较少的时间内移动相等的距离。
ἔτι δʼ εἰ πᾶν ἀνάγκη ἢ ἐν ἴσῳ ἢ ἐν ἐλάττονι ἢ ἐν πλείονι κινεῖσθαι, καὶ τὸ μὲν ἐν πλείονι βραδύτερον, τὸ δʼ ἐν ἴσῳ ἰσοταχές, τὸ δὲ θᾶττον οὔτε ἰσοταχὲς οὔτε βραδύτερον, οὔτʼ ἂν ἐν ἴσῳ οὔτʼ ἐν πλείονι κινοῖτο τὸ θᾶττον.
此外,既然一切事物都必然在相等的时间、较少的时间或较多的时间内移动,而用较多时间移动的较慢,在相等时间内移动的等速,较快者既非等速亦非较慢,较快者就既不在相等的时间内也不在较多的时间内移动。
λείπεται οὖν ἐν ἐλάττονι, ὥστʼ ἀνάγκη καὶ τὸ ἴσον μέγεθος ἐν ἐλάττονι χρόνῳ διιέναι τὸ θᾶττον.
因此只剩下在较少的时间内移动,所以较快者也必然在较少的时间内通过相等的大小。
ἐπεὶ δὲ πᾶσα μὲν κίνησις ἐν χρόνῳ καὶ ἐν
ἀπόντι χρόνῳ δυνατὸν κινηθῆναι, πᾶν δὲ τὸ κινούμενον ἐνδέχεται καὶ θᾶττον κινεῖσθαι καὶ βραδύτερον, ἐν ἅπαντι χρόνῳ ἔσται τὸ θᾶττον κινεῖσθαι καὶ βραδύτερον.
既然一切运动都在时间内进行,并且在任何时间内都可以运动,而且一切运动着的事物都能够运动得较快或较慢,那么在一切时间内都会有较快和较慢的运动。
τούτων δʼ ὄντων ἀνάγκη καὶ τὸν χρόνον συνεχῆ εἶναι.
在这些前提下,时间也必然是连续的。
λέγω δὲ συνεχὲς τὸ διαιρετὸν εἰς αἰεὶ διαιρετά· τούτου γὰρ ὑποκειμένου τοῦ συνεχοῦς, ἀνάγκη συνεχῆ εἶναι τὸν χρόνον.
我所谓的连续是指可以无限分割为总是可分割者的事物;因为如果假定这种连续的定义,时间就必然是连续的。
ἐπεὶ γὰρ δέδεικται ὅτι τὸ θᾶττον ἐν ἐλάττονι χρόνῳ δίεισιν τὸ ἴσον, ἔστω τὸ μὲν ἐφʼ ᾧ Α θᾶττον, τὸ δʼ ἐφʼ ᾧ B βραδύτερον, καὶ κεκινήσθω τὸ βραδύτερον τὸ ἐφʼ ΓΔ μέγεθος ἐν τῷ ΖΗ χρῳ.
因为既然已经证明,较快者在较少的时间内通过相等的大小,设A较快,B较慢,且较慢者在时间ZH内移动了大小CD。
δῆλον τοίνυν ὅτι τὸ θᾶττον ἐν ἐλάττονι τούτου κινήσεται τὸ αὐτὸ μέγεθος· καὶ κεκινήσθω ἐν τῶ ΖΘ. πάλιν δʼ ἐπεὶ τὸ θᾶττον ἐν τῷ ΖΘ διελήλυθεν τὴν ὅλην τὴν ΓΔ, τὸ βραδύτερον ἐν τῷ αὐτῷ χρόνῳ τὴν ἐλάττω δίεισιν·
那么显而易见,较快者将在少于这一时间的时间内移动同一大小;设它在时间ZTh内移动了。 再者,既然较快者在时间ZTh内通过了整个CD,较慢者在相同的时间内将通过较小的大小;设这一大小为CK。
ἔστω οὖν ἐφʼ ἧς ΓΚ. ἐπεὶ δὲ τὸ βραδύτερον τὸ B ἐν τῷ ΖΘ χρόνῳ τὴν ΓΚ διελήλυθεν, τὸ θᾶττον ἐν ἐλάττονι δίεισιν, ὥστε πάλιν διαιρεθήσεται ὁ ΖΘ χρόνος.
由于较慢者B在时间ZTh内通过了CK,较快者将在较少的时间内通过它,因此时间ZTh将再次被分割。
τούτου δὲ διαιρουμένου καὶ τὸ ΓΚ μέγεθος διαιρεθήσεται κατὰ τὸν αὐτὸν λόγον.
而随着时间的分割,大小CK也将按相同的比例被分割。
εἰ δὲ τὸ μέγεθος, καὶ ὁ χρόνος.
如果大小被分割,时间也同样被分割。
καὶ ἀεὶ τοῦτʼ ἔσται μεταλαμβάνουσιν ἀπὸ τοῦ θάττονος τὸ βραδύτερον καὶ ἀπὸ τοῦ βραδυτέρου τὸ θᾶττον, καὶ τῷ ἀποδεδειγμένῳ χρωμένοις· διαιρήσει γὰρ τὸ μὲν θᾶττον τὸν χρόνον, τὸ δὲ βραδύτερον τὸ μῆκος.
如果我们交替地从较快者到较慢者、从较慢者到较快者,并利用已证明的结论,这一过程将一直进行下去;因为较快者将分割时间,而较慢者将分割长度。
εἰ οὖν αἰεὶ μὲν ἀντιστρέφειν ἀληθές, ἀντιστρεφομένου δὲ αἰεὶ γίγνεται διαίρεσις, φανερὸν ὅτι πᾶς χρόνος ἔσται συνεχής.
如果这种交替总是真实的,且在交替时总是产生分割,那么显而易见,所有时间都将是连续的。
ἅμα δὲ δῆλον καὶ ὅτι μέγεθος ἅπαν ἐστὶ συνεχές· τὰς αὐτὰς γὰρ καὶ τὰς ἴσας διαιρέσεις ὁ χρόνος διαιρεῖται καὶ τὸ μέγεθος.
同时,显而易见一切大小也都是连续的;因为时间和大小是以相同且相等的分割而被分割的。