§6.1Εἰ δʼ ἐστὶ συνεχὲς καὶ ἁπτόμενον καὶ ἐφεξῆς, ὡς διώρισται πρότερον, συνεχῆ μὲν ὧν τὰ ἔσχατα ἕν, ἁπτόμενα δʼ ὧν ἅμα, ἐφεξῆς δʼ ὧν μηδὲν μεταξὺ συγγενές. ἀδύνατον ἐξ ἀδιαιρέτων εἶναί τι συνεχές, οἷον γραμμὴν ἐκ στιγμῶν, εἴπερ ἡ γραμμὴ μὲν συνεχές, ἡ στιγμὴ δὲ ἀδιαίρετον.
如果“连续的”、“接触的”和“相继的”正如先前所定义的——即,端头合而为一的是连续的,端头在一起的是接触的,它们之间没有任何同类事物的是相继的——任何连续的事物都不可能由不可分的事物组成,例如线由点组成,如果线是连续的而点是不可分的话。
οὔτε γὰρ ἓν τὰ ἔσχατα τῶν στιγμῶν (οὐ γάρ ἐστι τὸ μὲν ἔσχατον τὸ δʼ ἄλλο τι μόριον τοῦ ἀδιαιρέτου), οὔθ᾿ ἅμα τὰ ἔσχατα (οὐ γάρ ἐστιν ἔσχατον τοῦ ἀμεροῦς οὐδέν· ἕτερον γὰρ τὸ ἔσχατον καὶ οὗ ἔσχατον).
因为点的端头既不能合而为一(因为对于不可分的事物来说,并没有一部分是端头而另一部分是其他部分),端头也不能在一起(因为无部分的事物根本没有端头,因为端头与拥有端头的事物是不同的)。
ἔτι δʼ ἀνάγκη ἤτοι συνεχεῖς εἶναι τὰς στιγμὰς ἢ ἁπτομένας ἀλλήλων, ἐξ ὧν ἐστι τὸ συνεχές· ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν ἀδιαιρέτων.
此外,构成连续事物的点,其自身必须或者是连续的,或者彼此接触;这一论点对于所有不可分的事物也都同样适用。
συνεχεῖς μὲν δὴ οὐκ ἂν εἶεν διὰ τὸν εἰρημένον λόγον· ἅπτεται δʼ ἅπαν ἢ ὅλον ὅλου ἢ μέρος μέρους ἢ ὅλου μέρος.
由于上述理由,它们显然不可能是连续的;而一切接触的事物,要么是整体与整体接触,要么是部分与部分接触,要么是部分与整体接触。
ἐπεὶ δʼ ἀμερὲς τὸ ἀδιαίρετον, ἀνάγκη ὅλον ὅλου ἅπτεσθαι.
但既然不可分者是没有部分的,它们就必然是整体与整体接触。
ὅλον δʼ ὅλου ἁπτόμενον οὐκ ἔσται συνεχές. τὸ γὰρ συνεχὲς ἔχει τὸ μὲν ἄλλο τὸ δʼ ἄλλο μέρος, καὶ διαιρεῖται εἰς οὕτως ἕτερα καὶ τόπῳ κεχωρισμένα.
但是,整体与整体接触的事物不会是连续的;因为连续的事物具有这一部分和另一部分,并且被分割为这样不同且在空间上分离的部分。
ἀλλὰ μὴν οὐδὲ ἐφεξῆς ἔσται στιγμὴ στιγμῇ ἢ τὸ νῦν τῷ νῦν, ὥστʼ ἐκ τούτων εἶναι τὸ μῆκος ἢ τὸν χρόνον·
再者,点与点、或者“现在”与“现在”之间也不能是相继的,以至于长度或时间能够由它们组成。
ἐφεξῆς μὲν γάρ ἐστιν ὧν μηθέν ἐστι μεταξὺ συγγενές, στιγμῶν δʼ αἰεὶ μεταξὺ γραμμὴ καὶ τῶν νῦν χρόνος.
因为,相继的事物是它们之间没有任何同类事物的事物;但在点与点之间总是有一条线,在 “现在”与“现在”之间也总是有一段时间。
ἔτι διαιροῖτʼ ἂν εἰς ἀδιαίρετα, εἴπερ ἐξ ὧν ἐστιν ἑκάτερον, εἰς ταῦτα διαιρεῖται· ἀλλʼ οὐθὲν ἦν τῶν συνεχῶν εἰς ἀμερῆ διαιρετόν.
此外,如果它们各自确实被分割为它们所组成的事物,那么它们就将被分割为不可分者;但是,任何连续的事物都不是可分割为无部分者的。
ἄλλο δὲ γένος οὐχ οἷόν τʼ εἶναι μεταξὺ.
在它们之间也不可能有任何其他种类的事物。
ἢ γὰρ ἀδιαίρετον ἔσται ἢ διαιρετόν, καὶ εἰ διαιρετόν, ἢ εἰς ἀδιαίρετα ἢ εἰς ἀεὶ διαιρετά· τοῦτο δὲ συνεχές.
因为它要么是不可分的,要么是可分的;如果是可分的,要么分割为不可分者,要么分割为无限可分者;而后者就是连续的。
φανερὸν δὲ καὶ ὅτι πᾶν συνεχὲς διαιρετὸν εἰς αἰεὶ διαιρετά· εἰ γὰρ εἰς ἀδι. αίρετα, ἔσται ἀδιαίρετον ἀδιαιρέτου ἁπτόμενον· ἓν γὰρ τὰ ἔσχατον καὶ ἅπτεται τῶν συνεχῶν.
同样显而易见的是,一切连续的事物都是可以分割为无限可分者的;因为如果它被分割为不可分者,就会有一个不可分者与另一个不可分者接触,因为连续事物的端头是一体的且相互接触。
τοῦ δʼ αὐτοῦ λόγου
μέγεθος καὶ χρόνον καὶ κίνησιν ἐξ ἀδιωαιρέτων συγκεῖσθαι, καὶ διαιρεῖσθαι εἰς ἀδιαίρετα, ἢ μηθέν. δῆλον δʼ ἐκ τῶνδε.
大小、时间和运动要么都由不可分者组成且被分割为不可分者,要么它们之中任何一个都不是,这属于同一个论点。 这从以下几点可以看得很清楚。
εἰ γὰρ τὸ μέγεθος ἐξ ἀδιαιρέτων σύγκειται, καὶ ἡ κίνησις ἡ τούτου ἐξ ἴσων κινήσεων 'ἔσται ἀδιαιρέτων, οἷον εἰ τὸ ΑΒΓ ἐκ τῶν ΑΒΓ ἐστὶν ἀδιαιρέτων, ἡ κίνησις ἐφʼ ἦς ΔΕΖ, ἣν ἐκινήθη τὸ Ω ἐπὶ τῆς ΑΒΓ, ἕκαστον τὸ μέρος ἔχει ἀδιαίρετον.
因为如果大小是由不可分者组成的,那么在其上的运动也将由等长且不可分的运动组成;例如,如果大小 ABC 是由不可分的部分 A、B、C 组成的,那么运动物体 O 在 ABC 上移动的运动 DEF,其每一部分也将是不可分的。
εἰ δὴ παρούσης κινήσεως ἀνάγκη κινεῖσθαί τι, καὶ εἰ κινεῖταί τι, παρεῖναι κίνησιν, καὶ τὸ κινεῖσθαι ἔσται ἐξ ἀδι. αιρέτων.
如果当运动存在时,必然有某物在运动,并且当某物在运动时,必然存在运动,那么运动着的状态也将由不可分者组成。
τὸ μὲν δὴ Α ἐκινήθη τὸ Ω τὴν τὸ Δ κινούμενον· κίνησιν, τὸ δὲ Β τὴν τὸ Ε, καὶ τὸ Γ ὡσαύτως τὴν τὸ Ζ. εἰ δὴ ἀνάγκη τὸ κινούμενον ποθέν ποι μὴ ἅμα κινεῖσθαι καὶ κεκινῆσθαι οὗ ἐκινεῖτο ὅτε ἐκινεῖτο (οἷον εἰ Θήβαζέ τι βαδίζει, ἀδύνατον ἅμα βαδίζειν Θήβαζε καὶ βεβαδικέναι Θήβαζε, τὴν δὲ τὸ Α τὴν ἀμερῆ ἐκινεῖτο τὸ Ω, ἧ ἡ τὸ Δ κίνησις παρῆν· ὥστʼ εἰ μὲν ὕστερον διεληλύθει ἢ διῄει, διαιρετὴ ἂν εἴη (ὅτε γὰρ διῄει, οὔτε ἠρέμει οὔτε διεληλύθει, ἀλλὰ μεταξὺ ἦν), εἰ δʼ ἄμα διέρχεται καὶ διελήλυθε, τὸ βαδίζον, ὅτε βαδίζει, βεβαδικὸς ἐκεῖ ἔσται καὶ κεκινημένον οὗ κινεῖται.
因此,O 进行运动 D 从而在 A 上移动,进行 E 在 B 上移动,同样地进行 Z 在 C 上移动。 现在,如果一个从某处向某处运动的事物,在其运动时,在它所运动的那个地方,是不可能同时既正在运动又已经运动完毕的(例如,如果某物正步行前往底比斯,它不可能同时既正在步行前往底比斯又已经步行到达了底比斯),而 O 当时正移动通过无部分的 A,也就是运动 D 存在之时;因此,如果它穿过它是在正在穿过它的后来的时刻, A 将是可分的(因为当它正在穿过时,它既不是静止的,也不是已经穿过,而是处于两者之间);但如果它在穿过的同时也已经穿过了,那么步行着的事物在其正在步行时,就将已经步行到了该处,并在它正在运动的地方已经完成了运动。
εἰ δὲ τὴν μὲν ὅλην τὴν ΑΒΓ κινεῖταί τι, καὶ ἡ κίνησις ἣν κινεῖται τὰ ΔΕΖ ἐστι, τὴν δʼ ἀμερῆ τὴν A οὐθὲν κινεῖται ἀλλὰ κεκίνηται, εἴη ἂν. ἡ κίνησις οὐκ ἐκ κινήσεαων ἀλλʼ ἐκ κινημάτων καὶ τῷ κεκινῆσθαί τι μὴ κινούμενον· τὴν γὰρ Α διελήλυθεν οὐ διεξιόν.
但是,如果某物在整个 ABC 上运动,并且它运动的运动是 DEF,但在无部分的 A 上它根本没有在运动,而只是已经完成了运动,那么运动就不是由运动组成的,而是由已经完成的运动(运动时刻)组成的,并且是由某物在没有正在运动的情况下已经完成了运动所组成的;因为它是穿过了 A 而没有正在经历它。
ὥστε ἔσται τι βεβαδικέναι μηδέποτε βαδίζον· ταύτην γὰρ βεβάδικεν οὐ βαδίζον ταύτην.
因此,将会有某种在从未步行的情况下已经步行完了的事物;因为它是没有在步行这端距离的情况下已经步行完了这段距离。
εἰ οὖν ἀνάγκη ἢ ἠρεμεῖν ἢ κινεῖσθαι πᾶν, ἠρεμεῖ καθʼ ἕκαστον τῶν ΑΒΓ, ὥστʼ ἔσται τι συνεχῶς ἠρεμοῦν ἅμα καὶ κινούμενον.
所以,如果一切事物都必然要么静止要么运动,那么它就在 A、B、C 的每一部分中都静止着,从而将会有某种事物同时既是连续地静止着又是运动着的。
τὴν γὰρ ΑΒΓʼ ὅλην ἐκινεῖτο καὶ ἠρέμει ὁτιοῦν μέρος, ὥστε καὶ πᾶσαν.
因为它是对整个 ABC 进行运动,而在其任何一个部分中它都是静止的,所以也就是在它的整体中也是静止的。
καὶ εἰ μὲν τὰ ἀδιαίρετα τῆς ΔΕΖ κινήσεις, κινήσεως παρούσης ἐνδέχοιτʼ ἂν μὴ κινεῖσθαι ἀλλʼ ἠρεμεῖν· εἰ δὲ μὴ κινήσεις, τὴν κίνησιν μὴ ἐκ κινήσεων εἶναι.
而且,如果运动 DEF 的不可分部分是运动,那么在运动存在时,可能并不在运动而是静止的;而如果它们不是运动,那么运动就不是由运动组成的。
ὁμοίως δʼ ἀνάγκη τῷ μήκει καὶ τῇ κινήσει ἀδιαίρετον εἶναι τὸν χρόνον, καὶ συγκεῖσθαι ἐκ τῶν νῦν ὄντων ἀδιαιρέτων·
同样地,与长度和运动一样,时间也必然是不可分的,并且由作为不可分者的“现在”所组成。
εἰ γὰρ πᾶσα διαιρετός, ἐν τῷ ἐλάττονι δὲ τὸ ἰσοταχὲς δίεισιν ἔλαττον, διαιρετὸς ἔσται καὶ ὁ χρόνος. εἰ δʼ ὁ χρόνος διαιρετὸς ἐν φέρεταί τι τὴν Α, καὶ ἡ τὸ Α ἔσται διαιρετή.
因为如果所有时间都是可分的,而在更少的时间中具有相同速度的事物通过更少的距离,时间也将是可分的;而如果某物通过 A 的时间是可分的,那么 A 本身也将是可分的。