§6.10#1Ἀποδεδειγμένων δὲ τούτων λέγομεν ὅτι τὸ ἀμερὲς οὐκ ἐνδέχεται κινεῖσθαι πλὴν κατὰ συμβεβηκός, οἷον κινουμένου τοῦ σώματος ἢ τοῦ μεγέθους τῷ ἐνυπάρχειν, καθάπερ ἂν εἰ τὸ ἐν τῷ πλοίῳ κινοῖτο ὑπὸ τῆς τοῦ πλοίου φορᾶς ἢ τὸ μέρος τῇ τοῦ ὅλου κινήσει.
在这些事情得到证明之后,我们说,无部分的事物不可能运动,除非是附带地运动,例如因为存在于运动着的物体或大小之中,就像船中的事物因船的移动而运动,或者部分因整体的运动而运动一样。
(ἀμερὲς δὲ λέγω τὸ κατὰ ποσὸν ἀδιαίρετον.
(我所说的无部分,是指在数量上不可分的事物。
) καὶ γὰρ αἱ τῶν μερῶν κινήσεις ἕτεραί εἰσι κατʼ αὐτά τε τὰ μέρη καὶ κατὰ τὴν τοῦ ὅλου κίνησιν.
)因为各部分的运动,无论对于各部分自身而言还是对于整体的运动而言,都是不同的。
ἴδοι δʼ ἄν τις ἐπὶ τῆς σφαίρας μάλιστα τὴν διαφοράν· οὐ γὰρ ταὐτὸν τάχος ἐστὶ τῶν τε πρὸς τῷ κέντρῳ καὶ τῶν ἐκτὸς καὶ τῆς ὅλης, ὡς οὐ μιᾶς οὔσης κινήσεως.
人们在球体上可以最清楚地看到这种区别;因为靠近中心的部分、外部的部分以及整体的速度是不相同的,这就好像运动并不是单一的一样。
καθάπερ οὖν εἴπομεν, οὕτω μὲν ἐνδέχεται κινεῖσθαι τὸ ἀμερὲς ὡς ὁ ἐν τῷ πλοίῳ καθήμενος τοῦ πλοίου θέοντος, καθʼ αὐτὸ δʼ οὐκ ἐνδέχεται.
因此,正如我们所说,无部分的事物像在航行中的船里坐着的人那样运动是可能的,但其自身运动是不可能的。
μεταβαλλέτω γὰρ ἐκ τοῦ AB εἰς τὸ ΒΓ, εἴτʼ ἐκ μεγέθους εἰς μέγεθος εἴτ᾿ ἐξ εἴδους εἰς εἶδος εἴτε κατʼ ἀντίφασιν· ὁ δὲ χρόνος ἔστω ἐν ᾧ πρώτῳ μεταβάλλει ἐφʼ οὗ Δ. οὐκοῦν ἀνάγκη αὐτὸ καθʼ ὃν μεταβάλλει χρόνον ἢ ἐν τῷ AB εἶναι ἢ ἐν τῷ ΒΓ, ἢ τὸ μέν τι αὐτοῦ ἐν τούτῳ τὸ δʼ ἐν θατέρῳ· πᾶν γὰρ τὸ μεταβάλλον οὕτως εἶχεν.
因为,设它从 AB 变化到 BΓ,不论是从大小到大小,还是从形式到形式,还是在矛盾对立中;并设它最初发生变化的时间为 D。 那么,在它变化的时间内,它必然要么在 AB 中,要么在 BΓ 中,要么它的一部分在这一边,另一部分在另一边;因为一切变化着的事物都是处于这种状态的。
ἐν ἑκατέρῳ μὲν οὖν οὐκ ἔσται τι αὐτοῦ μεριστὸν γὰρ ἂν εἴη.
但它不会同时处于两者之中;因为若是那样,它就是可分的了。
ἀλλὰ μὴν οὐδʼ ἐν τῷ ΒΓ· μεταβεβληκὸς γὰρ ἔσται, ὑπόκειται δὲ μεταβάλλειν.
然而,它也不可能在 BΓ 中;因为那时它就已经完成了变化,而假定它是正在变化中的。
λείπεται δὴ αὐτὸ ἐν τῷ AB εἶναι, καθʼ ὃν μεταβάλλει χρόνον.
因此,在它变化的时间内,它只能是在 AB 中。
ἠρεμήσει ἄρα· τὸ γὰρ ἐν τῷ αὐτῷ εἶναι χρόνον τινὰ ἡρεμεῖν ἦν.
所以,它将是静止的;因为在一段时间内处于同一位置就是静止。
ὥστʼ οὐκ ἐνδέχεται τὸ ἀμερὲς κινεῖσθαι οὐδʼ ὅλως μεταβάλλειν· μοναχῶς γὰρ ἂν οὕτως ἦν αὐτοῦ κίνησις, εἰ ὁ χρόνος ἦν ἐκ τῶν νῦν· αἰεὶ γὰρ ἐν τῷ νῦν κεκινημένον ἂν ἦν καὶ μεταβεβληκός, ὥστε κινεῖσθαι μὲν μηδέποτε, κεκινῆσθαι δʼ ἀεί.
所以,无部分的事物是不可能运动或进行任何变化的;因为它的运动只有在一种情况下才有可能,即时间是由“现在”构成的;因为如果是那样,在“现在”中它就将总是已经运动完并已经变化完的,从而导致它从未处于运动中,而总是处于已经完成了运动的状态。
τοῦτο δʼ ὅτι ἀδύνατον, δέδεικται καὶ πρότερον· οὔτε γὰρ ὁ χρόνος ἐκ τῶν νῦν οὔθ᾿ ἡ γραμμὴ ἐκ στιγμῶν οὔθ᾿ ἡ κίνησις ἐκ κινημάτων· οὐθὲν γὰρ ἄλλο ποιεῖ ὁ τοῦτο λέγων ἢ τὴν κίνησιν ἐξ ἀμερῶν, καθάπερ ἂν εἰ τὸν χρόνον ἐκ τῶν νῦν ἢ τὸ μῆκος ἐκ στιγμῶν.
但这点之所以不可能,以前已经证明过;因为时间不是由“现在”构成的,线也不是由点构成的,运动也不是由运动单元构成的;因为这样说的人,无异于使运动由无部分的事物构成,正如使时间由“现在” 或长度由点构成一样。
ἔτι δὲ καὶ ἐκ τῶνδε φανερὸν ὅτι
οὔτε στιγμὴν οὔτʼ ἄλλο ἀδιαίρετον οὐθὲν ἐνδέχεται κινεῖσθαι.
此外,从以下几点也同样明显:点或任何其他不可分的事物都不可能运动。
ἅπαν γὰρ τὸ κινούμενον ἀδύνατον πρότερον μεῖζον κινηθῆναι αὑτοῦ, πρὶν ἢ ἴσον ἢ ἔλαττον.
因为,任何运动着的事物,在运动完与自身相等或小于自身的距离之前,不可能先运动大于自身的距离。
εἰ δὴ τοῦτο, φανερὸν ὅτι καὶ ἡ στιγμὴ ἔλαττον ἢ ἴσον κινηθήσεται πρῶτον.
如果是这样,显然,点最初也将运动一个小于或等于自身的距离。
ἐπεὶ δὲ ἀδιαίρετος, ἀδύνατον ἔλαττον κινηθῆναι πρότερον· ἴσην ἄρα αὑτῇ.
但由于它是不可分的,它不可能先运动一个较小的距离;因此,它必须运动一个与自身相等的距离。
ὥστε ἔσται ἡ γραμμὴ ἐκ στιγμῶν· αἰεὶ γὰρ ἴσην κινουμένη τὴν πᾶσαν γραμμὴν στιγμὴ καταμετρήσει.
这样,线就将是由点构成的;因为点通过总是运动一个与自身相等的距离,将量度出整条线。
εἰ δὲ τοῦτο ἀδύνατον, καὶ τὸ κινεῖσθαι τὸ ἀδιαίρετον ἀδύνατον.
但如果这是不可能的,那么不可分的事物运动也是不可能的。