Humanitext Reader

亚里士多德 · 物理学 §5.6#2

自然与非自然运动的对立及关于静止的难题

第 69 段,共 113 段 · 希腊语

内容简介

本文整理了顺应自然与违背自然的运动和静止之间的相反关系,并探讨了关于趋于静止的过程以及在特定位置的静止与从此位置出发的运动之间关系的难题,最后总结了关于运动和静止相反性的讨论。

§5.6#2ὅλως μὲν οὖν ἐναντίαι κινήσεις καὶ ἠρεμίαι τὸν εἰρημένον τρόπον εἰσίν, οἷον ἡ ἄνω τῇ κάτω· τόπου γὰρ ἐναντιώσεις αὗται.
因此,总的来说,运动和静止是以所述方式相反的,例如向上的与向下的相反;因为这些是空间的相反者。
φέρεται δὲ τὴν μὲν ἄνω φορὰν φύσει τὸ πῦρ, τὴν δὲ κάτω ἡ γῆ· καὶ ἐναντίαι γʼ αὐτῶν αἱ φοραί.
而火自然地向上移动,地则向下移动;它们自身的移动确实是相反的。
τὸ δὲ πῦρ ἄνω μὲν φύσει, κάτω δὲ παρὰ φύσιν· καὶ ἐναντία γε ἡ κατὰ φύσιν αὐτοῦ τῇ παρὰ φύσιν.
但火向上是顺应自然的,向下则是违背自然的;它的顺应自然运动确实与违背自然运动相反。
καὶ μοναὶ δʼ ὡσ. αύτως· ἡ γὰρ ἄνω μονὴ τῇ ἄνωθεν κάτω κινήσει ἐναντία.
静止也是如此;因为在上面的静止与自上而下的运动相反。
γίγνεται δὲ τῇ γῇ ἡ μὲν μονὴ ἐκείνη παρὰ φύσιν, ἡ δὲ κίνησις αὕτη κατὰ φύσιν.
而对于地来说,那静止是违背自然的,而这运动是顺应自然的。
ὥστε κινήσει μονὴ ἐναντία ἡ παρὰ φύσιν τῇ κατὰ φύσιν τοῦ αὐτοῦ·
因此,同一事物的违背自然静止与顺应自然运动相反,此时静止与运动相反。
καὶ γὰρ ἡ κίνησις ἡ τοῦ αὐτοῦ ἐναντία οὕτως· ἡ μὲν γὰρ κατὰ φύσιν αὐτῶν, ἡ ἄνω ἢ ἡ κάτω, ἡ δὲ παρὰ φύσιν.
因为同一事物的运动也是这样相反的:因为它们之中的一个(向上或向下)是顺应自然的,另一个是违背自然的。
ἔχει δʼ ἀπορίαν εἰ ἔστιν πάσης ἠρεμίας τῆς μὴ αἰεὶ γένεσις, καὶ αὕτη τὸ ἵστασθαι.
但是,对于并非永远存在的一切静止,是否都有其产生过程,而这一产生过程是否就是“趋于静止”,这存在着一个难题。
τοῦ δὴ παρὰ φύσιν μένοντος, οἷον τῆς γῆς ἄνω, εἴη ἂν γένεσις.
如果这样,那么违背自然地停留着的事物,例如在上面的地,也将有其静止的产生过程。
ὅτε ἄρα ἐφέρετο ἄνω βίᾳ, ἵστατο.
因此,当它受强力向上移动时,它就在趋于静止。
ἀλλὰ τὸ ἱστάμενον ἀεὶ δοκεῖ φέρεσθαι θᾶττον, τὸ δὲ βίᾳ τοὐναντίον.
然而,趋于静止的事物似乎总是移动得越来越快,但受强力的事物却相反。
οὐ γενόμενον ἄρα ἠρεμοῦν ἔσται ἠρεμοῦν.
因此,在没有经历成为静止的过程的情况下,那静止着的事物就将已经是静止着的了。
ἔτι δοκεῖ τὸ ἵστασθαι ἢ ὅλως εἶναι τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι ἢ συμβαίνειν ἅμα.
此外,趋于静止似乎要么完全是向着自身固有位置的移动,要么是与此移动同时发生的。
ἔχει δʼ ἀπορίαν εἰ ἐναντία ἡ μονὴ ἡ ἐνταῦθα τῇ ἐντεῦθεν κινήσει·
而且,在此处的静止是否与从此处的运动相反,这也存在一个难题。
ὅταν γὰρ κινῆται ἐκ τουδὶ καὶ ἀποβάλλῃ, ἔτι δοκεῖ ἔχειν τὸ ἀποβαλλόμενον, ὥστʼ εἰ αὕτη ἡ ἠρεμία ἐναντία τῇ ἐντεῦθεν εἰς τοὐναντίον κινήσει, ἅμα ὑπάρξει τἀναντία.
因为当事物从这里运动并正在失去它时,它似乎仍然保有那正在被失去的东西,所以如果这种静止与从这里向相反者去的运动相反,那么相反的属性将同时存在于它之中。
ἢ πῂ ἠρεμεῖ, εἰ ἔτι μένει, ὅλως δὲ τοῦ κινουμένου τὸ μὲν ἐκεῖ, τὸ δʼ εἰς ἃ μεταβάλλει;
或者,如果它仍然停留着,在某种程度上它就是静止的,而作为整体的运动着的事物,其一部分在此处,另一部分则在它所变化去的目标中?
διὸ καὶ μᾶλλον κίνησις κινήσει ἐναντίον ἢ ἠρέμησις.
所以,运动与运动的相反,比趋于静止与运动的相反更为强烈。
καὶ περὶ μὲν κινήσεως καὶ ἠρεμίας, πῶς ἑκατέρα μία, καὶ τίνες ἐναντίαι τίσιν, εἴρηται.
关于运动和静止,它们各自如何是单一的,以及哪些与哪些相反,都已经说过了。

词汇与语法注释

  1. 230b21καὶ αὕτη τὸ ἵστασθαι — 阴性指示代词“αὕτη”指代前文的“γένεσις”(阴性)。因此,该句探讨“这一(静止的)产生过程(γένεσις)是否就是趋于静止(ἵστασθαι,不定式)”。
  2. 230b26οὐ γενόμενον ἄρα ἠρεμοῦν ἔσται ἠρεμοῦν — 分词“γενόμενον”表示否定的条件或方式(“没有经历变化而成为”)。第一个“ἠρεμοῦν”作名词性使用(“静止着的事物”),第二个“ἠρεμοῦν”与“ἔσται”构成系表结构(“将是静止着的”)。全句意为:“因此,在没有经历成为静止的过程的情况下,那静止着的事物就将已经是静止着的了。”
  3. 231a1τοῦ κινουμένου τὸ μὲν ἐκεῖ, τὸ δʼ εἰς ἃ μεταβάλλει — 属格“τοῦ κινουμένου”(运动着的事物)是修饰“τὸ μέν”和“τὸ δέ”的部分属格。它描述了一种中间状态:在运动物体的整体(ὅλως)中,一部分(τὸ μέν)仍然在原处(ἐκεῖ),而另一部分(τὸ δέ)已经处于它所变化的目标(εἰς ἃ μεταβάλλει)中。

引用这一段

亚里士多德, 物理学 §5.6#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:5.6%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。