Humanitext Reader

亚里士多德 · 物理学 §4.9#1

关于稀薄与浓密论证的驳斥及质料解释

第 50 段,共 113 段 · 希腊语

内容简介

亚里士多德介绍了那些根据稀薄和浓密论证虚空存在的人的观点,指下了其中的困难,并基于物质(质料)的潜能与现实性提出了自己的解释。

§4.9#1Εἰσὶν δέ τινες οἳ διὰ τοῦ μανοῦ καὶ πυκνοῦ οἴονται φανερὸν εἶναι ὅτι ἔστι κενόν.
还有一些人认为,通过稀薄和浓密可以明显看出存在虚空。
εἰ μὲν γὰρ μὴ ἔστι μανὸν καὶ πυκνόν, οὐδὲ συνιέναι καὶ πιλεῖσθαι οἷόν τε· εἰ δὲ τοῦτο μὴ εἴη, ἢ ὅλως κίνησις οὐκ ἔσται, ἢ κυμανεῖ τὸ ὅλον, ὥσπερ ἔφη Ξοῦθος, ἢ εἰς ἴσον ἀεὶ δεῖ μεταβάλλειν ἀέρα καὶ ὕδωρ (λέγω δὲ οἷον εἰ ἐξ ὕδατος κυάθου γέγονεν ἀήρ, ἅμα ἐξ ἴσου ἀέρος ὕδωρ τοσοῦτον γεγενῆσθαι), ἢ κενὸν εἶναι ἐξ ἀνάγκης· συμπιλεῖσθαι γὰρ καὶ ἐπεκτείνεσθαι οὐκ ἐνδέχεται ἄλλως.
因为如果没有稀薄和浓密,就不可能发生聚集和压缩;如果这种情况不存在,要么完全没有运动,要么整体将会起伏(波动),正如克苏斯所说,要么空气和水必须总是等量地相互转换(我的意思是,例如,如果从一小杯水生成了空气,同时从等量的空气中也必须生成同样多的水),要么必然存在虚空;因为否则压缩和膨胀是不可能的。
εἰ μὲν οὖν τὸ μανὸν λέγουσι τὸ πολλὰ κενὰ κεχωρισμένα ἔχον, φανερὸν ὡς εἰ μηδὲ κενὸν ἐνδέχεται εἶναι χωριστὸν ὥσπερ μηδὲ τόπον ἔχοντα διάστημα αὑτοῦ, οὐδὲ μανὸν οὕτως·
如果他们所说的稀薄是指含有许多分离的虚空之物,那么很明显,如果不可能存在分离的虚空,正如不可能有自身具有间隔的空间一样,那么以这种方式存在的稀薄也是不可能的。
εἰ δὲ μὴ χωριστόν, ἀλλʼ ὅμως ἐνεῖναί τι κενόν, ἦττον μὲν ἀδύνατον, συμβαίνει δὲ πρῶτον μὲν οὐ πάσης κινήσεως αἴτιον τὸ κενόν, ἀλλὰ τῆς ἄνω (τὸ γὰρ μανὸν κοῦφον, διὸ καὶ τὸ πῦρ μανὸν εἶναί φασιν, ἔπειτα κινήσεως αἴτιον οὐχ οὕτω τὸ κενὸν ὡς ἐν ᾧ, ἀλλʼ ὥσπερ οἱ ἀσκοὶ τῷ φέρεσθαι αὐτοὶ ἄνω φέρουσι τὸ συνεχές, οὕτω τὸ κενὸν ἄνω φέρει.
但如果他们不是指分离的虚空,而是指其中包含着某种虚空,这虽然不那么不可能,但首先会发生:虚空并不是一切运动的原因,而只是向上运动的原因(因为稀薄之物是轻的,所以他们说火也是稀薄的),其次,虚空作为运动原因的方式,不是作为运动在其中的“场所”,而是像皮囊通过自身向上移动而带着与其相连的物体一同向上移动一样,虚空将物体带向上方。
καίτοι πῶς οἷόν τε φορὰν εἶναι κενοῦ ἢ τόπον κενοῦ;
然而,虚空怎么可能有位移,或者虚空怎么可能有空间呢?
κενοῦ γὰρ γίγνεται κενόν, εἰς ὃ φέρεται.
因为在它所移向的地方,会产生虚空的虚空。
ἔτι δὲ πῶς ἐπὶ τοῦ βαρέος ἀποδώσουσιν τὸ φέρεσθαι κάτω;
此外,他们如何解释重物向下移动呢?
καὶ δῆλον ὅτι εἰ ὅσῳ ἂν μανότερον καὶ κενώτερον ἢ ἄνω οἰσθήσεται, εἰ ὅλως εἴη κενόν, τάχιστʼ ἂν φέροιτο.
而且显然,如果越稀薄越空虚就越往上移动,那么如果存在一个完全的虚空,它应该移动得最快。
ἴσως δὲ καὶ τοῦτʼ ἀδύνατον κινηθῆναι· λόγος δʼ ὁ αὐτός, ὥσπερ ὅτι ἐν τῷ κενῷ ἀκίνητα πάντα, οὕτω καὶ τὸ κενὸν ὅτι ἀκίνητον· ἀσύμβλητα γὰρ τὰ τάχη.
但也许这本身也是不可能移动的;其道理是相同的:正如在虚空中一切都是静止的一样,虚空本身也是静止的,因为速度是无法比较的。
ἐπεὶ δὲ κενὸν μὲν οὔ φαμεν εἶναι, τὰ ἄλλα δʼ ἠπόρηται ἀληθῶς, ὅτι ἢ κίνησις οὐκ ἔσται, εἰ μὴ ἔσται πύκνωσις καὶ μάνωσις, ἢ κυμανεῖ ὁ οὐρανός, ἢ αἰεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται καὶ· ἀὴρ ἐξ ὕδατος (δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίγνεται· ἀνάγκη τοίνυν, εἰ μὴ ἔστι πίλησις, ἢ ἐξωθούμενον τὸ ἐχόμενον τὸ ἔσχατον κυμαίνειν ποιεῖν, ἢ ἄλλοθί που ἴσον μεταβάλλειν ἐξ ἀέρος ὕδωρ, ἵνα ὁ πᾶς ὄγκος τοῦ ὅλου ἴσος ᾖ, ἢ μηδὲν κινεῖσθαι· ἀεὶ γὰρ μεθισταμένου τοῦτο συμβήσεται, ἂν μὴ κύκλῳ περιίστηται· οὐκ ἀεὶ δʼ εἰς τὸ κύκλῳ ἡ φορά, ἀλλὰ καὶ εἰς εὐθύ)·
但是,既然我们说不存在虚空,而其他的选择确实令人困惑——即,如果不发生凝聚和稀薄,要么就没有运动,要么天体会起伏,要么从空气生成的水与从水生成的空气总是等量的(因为显然,从水中生成了更多的空气);因此,如果没有压缩,要么被推挤的相邻之物必然会使边缘起伏(突出),要么在其他地方从空气中转换出等量的水,以便整体的全部体积保持相等,要么就没有任何东西运动;因为当物体不断位移时,除非它进行圆周运动,否则就会发生这种情况;但移动并不总是圆周的,也有直线的。
οἱ μὲν δὴ διὰ ταῦτα κενόν τι φαῖεν ἂν εἶναι, ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι ἔστιν ὕλη μία τῶν ἐναντίων, θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλλων τῶν φυσικῶν ἐναντιώσεων, καὶ ἐκ δυνάμει ὄντος ἐνεργείᾳ ὂν γίγνεται, καὶ οὐ χωριστὴ μὲν ἡ ὕλη, τὸ δʼ εἶναι ἕτε· ρον, καὶ μία τῷ ἀριθμῷ, εἰ ἔτυχε, χροιᾶς καὶ θερμοῦ καὶ ψυχροῦ.
因此,那些人由于这些原因会说存在着某种虚空,而我们根据我们的前提说,对立面(如热和冷以及其他自然对立面)具有同一物质(质料),并且从潜能存在者生成现实存在者,而且物质并不是分离存在的,虽然其存在定义不同,并且在数目上是单一的,如果碰巧的话,它对于颜色、热和冷都是共通的。

词汇与语法注释

  1. 217a3κενοῦ γὰρ γίγνεται κενόν, εἰς ὃ φέρεται — “因为在它所移向的地方,会产生虚空的虚空。”这句话指出了假设虚空自身运动时会导致的无限倒退或矛盾。`κενοῦ... κενόν` 是主格与属格的并置,表明移动的“虚空”(主格)需要另一个“虚空”(属格,或表示所属的属格)来接纳它,从而导致荒谬。
  2. 217a21ἔστιν ὕλη μία τῶν ἐναντίων — 属格 `τῶν ἐναντίων`(对立面的)修饰 `ὕλη`(物质/质料),意为“对立面的(作为其基础或共同接纳其的)单一物质”。这展示了亚里士多德独特的“第一质料”概念,即物质本身在数量上是单一的,但以潜能的形式拥有热、冷等对立的性质,这些性质的现实化导致了稀薄和凝聚,从而无需假设虚空的存在。

引用这一段

亚里士多德, 物理学 §4.9#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.9%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。