Humanitext Reader

亚里士多德 · 物理学 §4.8#3

从物体等速与立方体体积反驳虚空存在

第 49 段,共 113 段 · 希腊语

内容简介

亚里士多德指出,在虚空中由于没有阻力,不同重量的物体将以相同的速度运动,这是一个荒谬的结论。此外,他通过将立方体置于虚空之中的思想实验,证明了虚空与物体的“体积”将无法区分,从而否定了独立存在的虚空。

§4.8#3ᾗ μὲν οὖν διαφέρουσι διʼ ὧν φέρονται, ταῦτα συμβαίνει, κατὰ δὲ τὴν τῶν φερομένων ὑπεροχὴν τάδε·
那么,虽然由于运动通过的介质不同会发生这些情况,但根据所移动物体的优越性(重力或轻力的差异),则会发生以下情况。
ὁρῶμεν γὰρ τὰ μείζω ῥοπὴν ἔχοντα ἢ βάρους ἢ κουφότητος, ἐὰν τἆλλα ὁμοίως ἔχῃ, θᾶττον φερόμενα τὸ ἴσον χωρίον, καὶ κατὰ λόγον ὃν ἔχουσι τὰ μεγέθη πρὸς ἄλληλα.
因为我们看到,在其他条件相同的情况下,具有更大重量或轻巧倾势(势能)的物体,在相等的距离内运动得更快,并且其比例等于它们的体积(质量)彼此之间的比例。
ὥστε καὶ διὰ τοῦ κενοῦ.
因此,通过虚空时也应当如此。
ἀλλʼ ἀδύνατον· διὰ τίνα γὰρ αἰτίαν οἰσθήσεται θᾶττον;
但这是不可能的;因为由于什么原因,它会运动得更快呢?
ἐν μὲν γὰρ τοῖς πλήρεσιν ἐξ ἀνάγκης· θᾶττον γὰρ διαιρεῖ τῇ ἰσχύϊ τὸ μεῖζον· ἢ γὰρ σχήματι διαιρεῖ, ἢ ῥοπῇ ἣν ἔχει τὸ φερόμενον ἢ τὸ ἀφεθέν, ἰσοταχῆ ἄρα πάντʼ ἔσται.
因为在充实之物中,这是必然的;因为较大的物体凭借其力量更决地分割介质;因为它要么通过其形状进行分割,要么通过所移动或释放的物体所具有的倾势进行分割。 因此,所有物体都将具有相同的速度。
ἀλλʼ ἀδύνατον.
但这是不可能的。
ὅτι μὲν οὖν εἰ ἔστι κενόν, συμβαίνει τοὐναντίον ἢ διʼ ὃ κατασκευάζουσιν οἱ φάσκοντες εἶναι κενόν, φανερὸν ἐκ τῶν εἰρημένων.
因此,从所说的话中可以明显看出,如果存在虚空,其结果与那些声称存在虚空的人所据以建立虚空的理由相反。
οἱ μὲν οὖν οἴονται τὸ κενὸν εἶναι, εἴπερ ἔσται ἡ κατὰ τόπον κίνησις, ἀποκεκριμένον καθʼ αὑτό· τοῦτο δὲ τοὐτόν ἐστι τῷ τὸν τόπον φάναι εἶναί τι κεχωρισμένον· τοῦτο δʼ ὅτι ἀδύνατον, εἴρηται πρότερον.
因为他们认为,如果要存在空间运动,虚空就必须是自身独立分离出来的东西;而这等同于说空间是某种独立分离出来的东西;而这之不可能是前面已经说过的。
καὶ καθʼ αὑτὸ δὲ σκοποῦσιν φανείη ἂν τὸ λεγόμενον κενὸν ὡς ἀληθῶς κενόν.
而且,对于那些从其自身进行考察的人来说,所谓的虚空将显得是真正的空无。
ὥσπερ γὰρ ἐὰν ἐν ὕδατι τιθῇ τις κύβον, ἐκστήσεται τοσοῦτον ὕδωρ ὅσος ὁ κύβος, οὕτω καὶ ἐν ἀέρι· ἀλλὰ τῇ αἰσθήσει ἄδηλον.
因为,正如把一个立方体放进水里,就会有与立方体等量的水让出位置一样,在空气中也是如此,只是在感觉上不明显。
καὶ αἰεὶ δὴ ἐν παντὶ σώματι ἔχοντι μετάστασιν, ἐφʼ ὃ πέφυκε μεθίστασθαι, ἀνάγκη, ἂν μὴ συμπιλῆται, μεθίστασθαι ἢ κάτω αἰεί, εἰ κάτω ἡ φορὰ ὥσπερ γῆς, ἢ ἄνω, εἰ πῦρ, ἢ ἐπʼ ἄμφω, ὁποῖον ἄν τι ᾖ τὸ ἐντιθέμενον·
而且,在每一个具有位移性质的物体中,只要它不被压缩,在其自然发生位移的方向上,如果是像土那样向下运动则必然总是向下,如果是火则向上,或者无论放入的是什么物体,都必然向这两个方向位移。
ἐν δὲ δὴ τῷ κενῷ τοῦτο μὲν ἀδύνατον (οὐδὲν γὰρ σῶμα), διὰ δὲ τοῦ κύβου τὸ ἴσον διάστημα διεληλυθέναι, ὅπερ ἦν καὶ πρότερον ἐν τῷ κενῷ, ὥσπερ ἂν εἰ τὸ ὕδωρ μὴ μεθίστατο τῷ ξυλίνῳ κύβῳ μηδʼ ὁ ἀήρ, ἀλλὰ πάντῃ διῇεσαν διʼ αὐτοῦ.
然而,在虚空中,这(退位)是不可能的(因为那里没有任何物体),而[必然是]立方体穿过了等于其体积的空间距离,这个空间距离以前也是在虚空中的,就像水和空气没有为木质立方体让出位置,而是完全穿过了它一样。
ἀλλὰ μὴν καὶ ὁ κύβος γε ἔχει τοσοῦτον μέγεθος, ὅσον κατέχει κενόν· ὃ εἰ καὶ θερμὸν ἢ ψυχρόν ἐστιν ἢ βαρὺ ἢ κοῦφον, οὐδὲν ἧττον ἕτερον τῷ εἶναι πάντων τῶν παθημάτων ἐστί, καὶ εἰ μὴ χωριστόν· λέγω δὲ τὸν ὄγκον τοῦ ξυλίνου κύβου.
然而,立方体也具有它所占虚空大小的体积;这个体积即使是热的、冷的、重的或轻的,其存在本性也同样不同于所有这些属性,即便它是不可分离的;我所说的是木质立方体的体积。
ὥστʼ εἰ καὶ χωρισθείη τῶν ἄλλων πάντων καὶ μήτε βαρὺ μήτε κοῦφον εἴη, καθέξει τὸ ἴσον κενὸν καὶ ἐν τῷ αὐτῶ ἔσται τῷ τοῦ τόπου καὶ τῷ τοῦ κενοῦ μέρει ἴσῳ ἑαυτῶ.
因此,即使它与所有其他属性分离,既不重也不轻,它也将占据同等的虚空,并存在于与之自身相等的空间和虚空的同一部分。
τι οὖν διοίσει τὸ τοῦ κύβου σῶμα τοῦ ἴσου κενοῦ καὶ τόπου;
那么,立方体的物体与同等大小的虚空和空间有什么区别呢?
καὶ εἰ δύο τοιαῦτα, διὰ τί οὐ καὶ ὁποσαοῦν ἐν τῷ αὐτῶ ἔσται;
如果两个这样的东西可以存在于同一个地方,为什么任意多个不能存在于同一个地方呢?
ἓν μὲν δὴ τοῦτο ἄτοπον καὶ ἀδύνατον.
这显然是一个荒谬且不可能的事情。
ἔτι δὲ φανερὸν ὅτι τοῦτο ὁ κύβος ἕξει καὶ μεθιστάμενος, ὃ καὶ τὰ ἄλλα σώματα πάντʼ ἔχει.
此外,显然立方体在移动时也将具有这个体积,而其他所有物体也具有。
ὥστʼ εἰ τοῦ τόπου μηδὲν διαφέρει, τί δεῖ ποιεῖν τόπον τοῖς σώμασιν παρὰ τὸν ἑκάστου ὄγκον, εἰ ἀπαθὲς ὁ ὄγκος;
因此,如果它与空间没有任何区别,那么如果体积是无感觉的(不受动的),为什么除了每个物体的体积之外,还需要为它们创造一个空间呢?
οὐδὲν γὰρ συμβάλλεται, εἰ ἕτερον περὶ αὐτὸν ἴσον διάστημα τοιοῦτον εἴη.
因为,即使在它周围有另一个这样相等的间隔,也毫无用处。
ὅτι μὲν τοίνυν οὐκ ἔστι κεχωρισμένον κενόν, ἐκ τούτων ἐστὶ δῆλον.
因此,从这些事实中可以清楚地看出,不存在分离的虚空。

词汇与语法注释

  1. 216a13ῥοπὴν ἔχοντα ἢ βάρους ἢ κουφότητος — 属格短语 ἢ βάρους ἢ κουφότητος(重力或轻力)修饰 ῥοπὴν(倾势、冲力)。在亚里士多德的运动理论中,这指的是由于物体的重力或轻力(即走向自然位置的倾向)所引起的向下或向上的“推进力”或“动量”。
  2. 216a20ἰσοταχῆ ἄρα πάντʼ ἔσται — 这是亚里士多德得出的荒谬结论(归谬法):在虚空中,由于没有阻力,所有物体(无论轻重)都将以相同的速度运动。虽然这一命题预示了现代物理学中真空中落体运动的规律,但亚里士多德本人将其作为一种不可能的情况予以否定。
  3. 216a26καθʼ αὑτὸ δὲ σκοποῦσιν — 现在分词 σκοποῦσιν 是与格复数形式(“对于那些考察的人来说”),指代前文主张存在虚空的人(οἱ φά样)或一般的探究者。虽然也可以条件性地解释为“如果从其自身来考察”,但这里它作为与格,指向进行考察的主体。
  4. 216b11τοῦτο ὁ κύβος ἕξει — 指示代名词 τοῦτο 和关系代名词 ὃ 的指代对象是前文讨论的木质立方体的“体积”(ὄγκος),或与之对应的“空间维度/延展”(διάστημα)。这表达了物体的物理直觉,即物体即使在移动时也会保持其自身的体积。

引用这一段

亚里士多德, 物理学 §4.8#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.8%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。