§4.8#2ἔτι δὲ καὶ ἐκ τῶνδε φανερὸν τὸ λεγόμενον.
此外,从以下几点来看,所说的话也是显而易见的。
ὁρῶμεν γὰρ τὸ αὐτὸ βάρος καὶ σῶμα θᾶττον φερόμενον διὰ δύο αἰτίας, ἢ τῷ διαφέρειν τὸ δι’ οὗ, οἷον διʼ ὕδατος ἢ γῆς ἢ διʼ ὕδατος ἢ ἀέρος, ἢ τῷ διαφέρειν τὸ φερόμενον, ἐὰν τἆλλα ταὐτὰ ὑπάρχῃ, διὰ τὴν ὑπεροχὴν τοῦ βάρους ἢ τῆς κουφότητος.
因为我们看到,具有相同重量的同一物体,由于两个原因而运动得更快:要么是因为所穿过的介质不同(例如穿过水或土,或者穿过水或空气),要么是因为在其他条件相同的情况下,由于重量或轻巧的优越性,所移动的物体本身不同。
τὸ μὲν οὖν διʼ οὗ φέρεται αἴτιον, ὅτι ἐμποδίζει μάλιστα μὲν ἀντιφερόμενον, ἔπειτα καὶ μένον· μᾶλλον δὲ τὸ μὴ εὐδιαίρετον· τοιοῦτο δὲ τὸ παχύτερον.
那么,移动所穿过的介质之所以是原因,是因为它阻碍了运动,尤其是当它反向运动时,其次是当它保持静止时;而且越是不易分割的介质,阻碍就越大,而较浓密的介质就是这样的。
τὸ δὴ ἐφʼ οὗ Α οἰσθήσεται διὰ τοῦ Β τὸν ἐφʼ ᾧ Γ χρόνον, διὰ δὲ τοῦ Δ λεπτοτέρου ὄντος τὸν ἐφʼ ᾧ Ε, εἰ ἴσον τὸ μῆκος τὸ τοῦ Β τῷ Δ, κατὰ τὴν ἀναλογίαν τοῦ ἐμποδίζοντος σώματος.
因此,在 B的长度与D相等的情况下,物体A将根据阻碍物体的(密度)比例,在时间G内通过B,而在较稀薄的D内,则在时间E内移动。
ἔστω γὰρ τὸ μὲν Β ὕδωρ, τὸ δὲ Δ ἀήρ· ὅσῳ δὴ λεπτότερον ἀὴρ ὕδατος καὶ ἀσωματώτερον, τοσούτῳ θᾶττον τὸ Α διὰ τοῦ Δ οἰσθήσεται ἢ διὰ τοῦ Β. ἐχέτω δὴ τὸν αὐτὸν λόγον ὅνπερ διέστηκεν ἀὴρ πρὸς ὕδωρ, τὸ τάχος πρὸς τὸ τάχος.
因为,设B为水,D为空气;那么,空气比水稀薄和无物体的程度有多少,A通过D就会比通过B快多少。 那么,就让速度对速度的比例,等于空气对水的差异比例。
ὥστε εἰ διπλασίως λεπτόν, ἐν διπλασίῳ χρόνῳ τὴν τὸ Β δί. εισιν ἢ τὴν τὸ Δ, καὶ ἔσται ὁ ἐφʼ Γ χρόνος διπλάσιος τοῦ ἐφʼ ᾧ Ε. καὶ ἀεὶ δὴ ὅσῳ ἂν ᾖ ἀσωματώτερον καὶ ἧττον ἐμποδιστικὸν καὶ εὐδιαιρετώτερον διʼ οὗ φέρεται, θᾶττον οἰσθήσεται.
因此,如果空气稀薄两倍,它通过B的时间就是通过D的两倍,时间G将是时间E的两倍。 而且,移动所穿过的介质越是无物体、越少阻碍、越易分割,物体移动得就越快。
τὸ δὲ κενὸν οὐδένα ἔχει λόγον ᾧ ὑπερέχεται ὑπὸ τοῦ σώματος, ὥσπερ οὐδὲ τὸ μηδὲν πρὸς ἀριθμόν.
但是,虚空没有可以被物体超越的比例,正如零对数字没有比例一样。
εἰ γὰρ τὰ τέτταρα τῶν τριῶν ὑπερέχει ἑνί, πλείονι δὲ τοῖν δυοῖν, καὶ ἔτι πλείονι τοῦ ἑνὸς ἢ τοῖν δυοῖν, τοῦ δὲ μηδενὸς οὐκέτι ἔχει λόγον ᾧ ὑπερέχει· ἀνάγκη γὰρ τὸ ὑπερέχον διαιρεῖσθαι εἴς τε τὴν ὑπεροχὴν καὶ τὸ ὑπερεχόμενον, ὥστε ἔσται τὰ τέτταρα ὅσῳ τε ὑπερέχει καὶ οὐδέν.
因为,如果4比3多1,比2多更多,且比1又比比2多更多,但对零来说,它就不再有超越的比例了;因为超越者必须被分割为超越的部分和被超越的部分,这样一来,4将由它所超越的程度和零(无)所组成。
διὸ οὐδὲ γραμμὴ στιγμῆς ὑπερέχει, εἰ μὴ σύγκειται ἐκ στιγμῶν.
因此,线也不超越点,除非线是由点组成的。
ὁμοίως δὲ καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες οὐδένα οἷόν τε ἔχειν λόγον, ὥστε οὐδὲ τὴν κίνησιν, ἀλλʼ εἰ διὰ τοῦ λεπτοτάτου ἐν τοσῳδὶ τὴν τοσήνδε φέρεται, διὰ τοῦ κενοῦ παντὸς ὑπερβάλλει λόγου.
同样,虚空对充实之物也不可能有什么比例,因此,运动(的速度)也不可能有比例;但如果它通过最稀薄的介质在这么多的时间里移动了这么多的距离,那么通过虚空就会超出一切比例。
ἔστω γὰρ
τὸ Ζ κενόν, ἴσον δὲ τοῖς Β καὶ Δ. τὸ δὴ Α εἰ δίεισι καὶ κινηθήσεται ἐν τινὶ μὲν χρόνῳ, τῷ ἐφʼ οὗ Η, ἐν ἐλάττονι δὲ τοῦ ἐφʼ οὗ Ε, τοῦτον ἕξει τὸν λόγον τὸ κενὸν πρὸς τὸ πλῆρες.
因为,设 Z为虚空,其长度与B和D相等。 现在,如果A在某个时间(即H)内穿过并移动,且所用时间少于E,那么虚空对充实之物就会具有这种(时间的)比例。
ἀλλʼ ἐν τοσούτῳ χρόνῳ ὅσος ἐφʼ οὗ τὸ Η, τοῦ Δ τὸ Α δίεισι τὴν τὸ Θ. δίεισι δέ γε κἂν ᾖ τι λεπτότητι διαφέρον τοῦ ἀέρος ἐφʼ ᾧ τὸ ταύτην τὴν ἀναλογίαν ἣν ἔχει ὁ χρόνος ἐφʼ Ε πρὸς τὸν ἐφʼ Η. ἂν γὰρ τοσούτῳ λεπτότερον τὸ ἐφʼ σῶμα τοῦ Δ, ὅσῳ ὑπερέχει τὸ Ε τοῦ Η, ἀντεστραμμένως δίεισι τῷ τάχει ἐν τῷ τοσούτῳ ὅσον τὸ Η, τὴν τὸ τὸ ἐφʼ οὗ Α, ἐὰν φέρηται.
但是,在等于H的时间内,A将通过D中等于Th的距离。 而且,如果存在某种在稀薄度上与空气不同的物体(设为[I]),其比例等于时间E对时间H的比例,它也一定会穿过。 因为,如果该[稀薄]物体比 D稀薄的程度,等于E超越H的程度,那么在速度成反比的情况下,在等于H的时间里,如果A在移动,它将穿过A的距离(即Z)。
ἐὰν τοίνυν μηδὲν ᾖ σῶμα ἐν τῷ Ζ, ἔτι θᾶττον.
因此,如果在Z中没有任何物体,它将移动得更快。
ἀλλʼ ᾖν ἐν τῷ Η. ὥστʼ ἐν ἴσῳ χρόνῳ δίεισι πλῆρές τε ὂν καὶ κενόν.
但它在H中已经如此。
ἀλλʼ ἀδύνατον.
所以,在相等的时间内,它将穿过充实和虚空。
φανερὸν τοίνυν ὅτι, εἰ ἔστι χρόνος ἐν ᾧ τοῦ κενοῦ ὁτιοῦν οἰσθήσεται, συμβήσεται τοῦτο τὸ ἀδύνατον·
但这是不可能的。
ἐν ἴσῳ γὰρ ληφθήσεται πλῆρές τε ὂν διεξιέναι τι καὶ κενόν· ἔσται γάρ τι ἀνάλογον σῶμα ἕτερον πρὸς ἕτερον ὡς χρόνος πρὸς χρόνον.
因此,显然如果存在任何可以穿过任何部分虚空的时间,这种不可能的情况就会发生;因为它将被认为在相等的时间内穿过充实和虚空;因为某种物体对另一种物体的比例将等于时间对时间的比例。
ὡς δʼ ἐν κεφαλαίῳ εἰπεῖν, δῆλον τὸ τοῦ συμβαίνοντος αἴτιον, ὅτι κινήσεως μὲν πρὸς κίνησιν πάσης ἔστι λόγος (ἐν χρόνῳ γάρ ἐστι, χρόνου δὲ παντὸς ἔστι πρὸς χρόνον, πεπερασμένων ἀμφοῖν, κενοῦ δὲ πρὸς πλῆρες οὐκ ἔστιν.
概括来说,所发生的事情的原因是显而易见的:因为任何运动对另一种运动都有比例(因为运动是在时间内的,且在双方都是有限的情况下,任何时间对另一种时间都有比例),但虚空对充实却没有比例。