Humanitext Reader

亚里士多德 · 物理学 §4.8#1

从自然运动与均一性困难否定虚空

第 47 段,共 113 段 · 希腊语

内容简介

亚里士多德通过论证简单物体的自然定向运动无法在虚空中得到解释,以及在均等虚空中运动要么无法产生要么将无限持续,从而否定了分离虚空的存在。

§4.8#1Ὅτι δʼ οὐκ ἔστιν κενὸν οὕτω κεχαωρισμένον, ὡς ἔνιοί φασι, λέγωμεν πάλιν.
让我们再次说明,并不存在像某些人所说的那样分离出来的虚空。
εἰ γὰρ ἔστιν ἑκάστου φορά τις τῶν ἁπλῶν σωμάτων φύσει, οἶον τῷ πυρὶ μὲν ἄνω τῇ δὲ γῇ κάτω καὶ πρὸς τὸ μέσον, δῆλον ὅτι οὐκ ἂν τὸ κενὸν αἴτιον εἴη τῆς φορᾶς.
因为,如果每一种简单物体在自然上都有某种移动,例如火向上,而土向下且朝向中心,那么显然虚空不会是这种移动的原因。
τίνος οὖν αἴτιον ἔσται τὸ κενόν;
那么虚空会是什么的原因呢?
δοκεῖ γὰρ σἴτιον εἶναι κινήσεως τῆς κατὰ τόπον, ταύτης δʼ οὐκ ἔστιν, ἔτι εἰ ἔστιν τι οἷον τόπος ἐστερημένος σώματος, ὅταν κενόν, ποῦ οἰσθήσεται τὸ εἰστεθὲν εἰς αὐτὸ σῶμα;
因为它似乎是依地方运动的原因,但它并不是其原因。 此外,如果存在着像被剥夺了物体的场所那样的东西(即虚空时),被置于其中的物体将向何处移动?
οὐ γὰρ δὴ εἰς ἅπαν.
因为绝不可能向其全部移动。
ὁ δʼ αὐτὸς λόγος καὶ πρὸς τοὺς τὸν τόπον οἰομένους εἶναί τι κεχωρισμένον, εἰς ὃν φέρεται· πῶς γὰρ οἰσθήσεται τὸ ἐντεθὲν ἢ μενεῖ;
而这同一论点也适用于那些认为场所在物体移向其中时是某种分离存在的人;因为被置于其中的物体将如何移动或停留?
καὶ περὶ τοῦ ἄνω καὶ κάτω καὶ περὶ τοῦ κενοῦ ὁ αὐτὸς ἁρμόσει λόγος εἰκότως· τὸ γὰρ κενὸν τόπον ποιοῦσιν οἱ εἶναι φάσκοντες·
而关于上与下以及关于虚空,同样的论点自然也适用;因为那些声称虚空存在的人把虚空当作了场所。
καὶ πῶς δὴ ἐνέσται ἢ ἐν τόπῳ ἢ ἐν τῷ κενῷ;
那么,一个物体又如何能存在于场所或虚空中呢?
οὐ γὰρ συμβαίνει, ὅταν ὅλον τεθῇ ὡς ἐν κεχωρισμένῳ τόπῳ καὶ ὑπομένοντι σῶμά τι· τὸ γὰρ μέρος, ἂν μὴ χωρὶς τιθῆται, οὐκ ἔσται ἐν τόπῳ ἀλλʼ ἐν τῷ ὅλῳ.
因为当一个物体作为整体被置于一个分离且存续的场所中时,这是说不通的;因为部分除非被分开放置,否则它不在场所中,而是在整体中。
ἔτι εἰ μὴ τόπος, οὐδὲ κενὸν ἔσται.
此外,如果没有场所,也就不会有虚空。
συμβαίνει δὲ τοῖς λέγουσιν εἶναι κενὸν ὡς ἀναγκαῖον, εἴπερ ἔσται κίνησις, τοὐναντίον μᾶλλον, ἄν τις ἐπισκοπῇ, μὴ ἐνδέχεσθαι μηδὲ ἓν κινεῖσθαι, ἐὰν ᾖ κενόν·
而对于那些说如果要有运动就必须有虚空的人,如果有人加以考察,结果反而恰恰相反,即如果存在虚空,甚至连一个物体也无法运动。
ὥσπερ γὰρ οἱ διὰ τὸ ὅμοιον φάμενοι τὴν γῆν ἠρεμεῖν, οὕτω καὶ ἐν τῷ κενῷ ἀνάγκη ἠρεμεῖν· οὐ γὰρ ἔστιν οὖ μᾶλλον ἢ ἧττον κινηθήσεται· ᾗ γὰρ κενόν, οὐκ ἔχει διαφοράν.
因为就像那些由于均等而说地球静止不动的人一样,在虚空中也必然静止不动;因为没有一个地方物体会更多或更少地运动;因为只要它是虚空,它就没有区别。
ἔπειθʼ ὅτι πᾶσα κίνησις ἢ βίᾳ ἢ κατὰ φύσιν.
其次,因为一切运动要么是强迫的,要么是顺应自然的。
ἀνάγκη δὲ ἄν περ ᾖ ἡ βίαιος, εἶναι καὶ τὴν κατὰ φύσιν (ἡ μὲν γὰρ βίαιος παρὰ φύσιν, ἡ δὲ παρὰ φύσιν ὑστέρα τῆς κατὰ φύσιν)· ὥστʼ εἰ μὴ κατὰ φύσιν ἔστιν ἑκάστῳ τῶν φυσικῶν σωμάτων κίνησις, οὐδὲ τῶν ἄλλων ἔσται κινήσεων οὐδεμία.
而如果存在强迫运动,就必然也存在顺应自然的运动(因为强迫运动是违背自然的,而违背自然者在自然之后);因此,如果每一种自然物体都没有顺应自然的运动,那么其他运动也就完全不可能存在。
ἀλλὰ μὴν φύσει γε πῶς ἔσται μηδεμιᾶς οὔσης διαφορᾶς κατὰ τὸ κενὸν καὶ τὸ ἄπειρον;
然而,在虚空和无限中没有任何区别的情况下,自然运动又如何存在呢?
ᾗ μὲν γὰρ ἄπειρον, οὐδὲν ἔσται ἄνω οὐδὲ κάτω οὐδὲ μέσον, ᾗ δὲ κενόν, οὐδὲν διάφορον τὸ ἄνω τοῦ κάτω (ὥσπερ γὰρ τοῦ μηδενὸς οὐδεμία ἔστι διαφορά, οὕτω καὶ τοῦ κενοῦ· τὸ γὰρ κενὸν μὴ ὄν τι καὶ στέρησις δοκεῖ εἶναι).
因为只要是无限,就没有上、下或中心,而只要是虚空,上与下就没有区别(因为正如无物之中没有任何区别一样,虚空也是如此;因为虚空似乎是某种非存在和缺乏)。
ἡ δὲ φύσει φορὰ διάφορος, ὥστε ἔσται φύσει διάφορα.
但自然的移动是有区别的,因此自然会有区别的方向。
ἢ οὖν οὐκ ἔστι φύσει οὐδαμοῦ οὐδενὶ φορά, ἢ εἰ τοῦτʼ ἔστιν, οὐκ ἔστι κενόν.
所以,要么任何事物在任何地方都没有自然的移动,要么如果存在自然移动,就没有虚空。
ἔτι νῦν μὲν κινεῖται τὰ ῥιπτούμενα τοῦ ὤσαντος οὐχ ἁπτομένου, ἢ διʼ ἀντιπερίστασιν, ὥσπερ ἔνιοί φασιν, ἢ διὰ τὸ ὠθεῖν τὸν ὠσθέντα ἀέρα θάττω κίνησιν τῆς τοῦ ὠσθέντος φορᾶς ἣν φέρεται εἰς τὸν οἰκεῖον τόπον· ἐν δὲ τῷ κενῷ οὐδὲν τούτων ὑπάρχει, οὐδʼ ἔσται φέρεσθαι ἀλλʼ ἢ ὡς τὸ ὀχούμενον.
此外,现在投掷物在推动者不接触它的情况下仍在运动,要么是通过某些人所说的相互置换,要么是因为被推动的空气以比被推动物移向其固有场所的移动更快的运动来推动它;但在虚空中这些都不存在,而且除了像被载运之物那样以外,是不可能移动的。
ἔτι οὐδεὶς ἂν ἔχοι εἰπεῖν διὰ τί κινηθὲν στήσεταί που· τί γὰρ μᾶλλον ἐνταῦθα ἢ ἐνταῦθα;
此外,没有人能说出为什么一个被推动的物体会在某处停下来;因为为什么是在这里而不是在那里?
ὥστε ἢ ἠρεμήσει ἢ εἰς ἄπειρον ἀνάγκη φέρεσθαι, ἐὰν μή τι ἐμποδίσῃ κρεῖττον.
因此,它要么静止,要么必须无限地移动,除非有更强大的东西阻碍它。
ἔτι νῦν μὲν εἰς τὸ κενὸν διὰ τὸ ὑπείκειν φέρεσθαι δοκεῖ· ἐν δὲ τῷ κενῷ πάντῃ ὁμοίως τὸ τοιοῦτον, ὥστε πάντῃ οἰσθήσεται.
此外,现在物体似乎是因为介质让路而移向虚空;但在虚空中,这种情况在各个方向都是相同的,所以它将向各个方向移动。

词汇与语法注释

  1. p.81ὥσπερ γὰρ οἱ διὰ τὸ ὅμοιον φάμενοι τὴν γῆν ἠρεμεῖν — 引用阿那克西曼德等人的理论,即地球因其与所有极点的均匀对称关系而在宇宙中心保持静止。亚里士多德以此作类比,说明在均等无区别的虚空中,物体由于没有方向上的差异也必然保持静止。
  2. 215aἢ διʼ ἀντιπερίστασιν — 指“相互置换”(antiperistasis)的概念,这是一种解释投射物运动的古代物理学说,认为被移动投射物排开的空气流向后方并从后面推动它。亚里士多德指出,在没有这种介质存在的虚空中,这种运动是无法实现的。
  3. 215aὥστε ἢ ἠρεμήσει ἢ εἰς ἄπειρον ἀνάγκη φέρεσθαι — 这一著名通道预言了后世的惯性定律,指出由于虚空中没有阻力或方向的区别(自然场所),物体要么保持静止,要么必然无限移动下去。然而,亚里士多德是将此作为反证虚空存在的一种荒谬结论(难题)来提出的。

引用这一段

亚里士多德, 物理学 §4.8#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.8%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。