Humanitext Reader

亚里士多德 · 物理学 §4.1#1

关于地方的探讨与其存在的论据

第 38 段,共 113 段 · 希腊语

内容简介

亚里士多德开始了对“地方”(空间)的探讨,根据物体的相互置换和自然物体的位移论证了地方的存在,并指出自然的方向(如上下)具有超出人类相对位置的固有力量。

§4.1#1Ὁμοίως δʼ ἀνάγκη καὶ περὶ τόπου τὸν φυσικὸν ὥσπερ καὶ περὶ ἀπείρου γνωρίζειν, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἔστι, καὶ τί ἐστιν.
同样地,自然哲学家必须像研究无限一样研究地方,即它是否存在、如何存在、以及它是什么。
τά τε γὰρ ὄντα πάντες ὑπολαμβάνουσιν εἶναί που (τὸ γὰρ μὴ ὄν οὐδαμοῦ εἶναι· ποῦ γάρ ἐστι τραγέλαφος ἢ σφίγξ;
因为所有人均认为,存在着的事物都在某个地方(因为不存在的事物不在任何地方;因为哪里有羊角鹿或斯芬克斯呢?
) καὶ τῆς κινήσεως ἡ κοινὴ μάλιστα καὶ κυριωτάτη κατὰ τόπον ἐστίν, ἣν καλοῦμεν φοράν.
),而在运动中,最共同且最根本的运动是关于地方的运动,这就是我们所说的位移。
ἔχει δὲ πολλὰς ἀπορίας τί ποτʼ ἐστὶν ὁ τόπος· οὐ γὰρ ταὐτὸν φαίνεται θεωροῦσιν ἐξ ἀπάντων τῶν ὑπαρχόντων.
但是,地方究竟是什么,具有许多疑难;因为从一切现存事实来考察的人看来,它似乎并不相同。
ἔτι δʼ οὐδʼ ἔχομεν οὐδὲν παρὰ τῶν ἄλλων οὔτε προηπορημένον οὔτε προηυπορημένου περὶ αὐτοῦ.
此外,对于它,我们从他人那里既没有得到预先提出的问题,也没有得到预先解答的便利。
ὅτι μὲν οὖν ἔστιν ὁ τόπος, δοκεῖ δῆλον εἶναι ἐκ τῆς ἀντιμεταστάσεως·
那么,地方的存在,从相互置换中看似乎是显而易见。
ὅπου γὰρ ἔστι νῦν ὕδωρ, ἐνταῦθα ἐξελθόντος ὥσπερ ἐξ ἀγγείου πάλιν ἀὴρ ἔνεστιν, ὁτὲ δὲ τὸν αὐτὸν τόπον τοῦτον ἄλλο τι τῶν σωμάτων κατέχει·
因为在现在有水的地方,当水像从容器中流出那样流出后,空气又进去了,而有时则是其他某种物体占有了这同一个地方。
τοῦτο δὴ τῶν ἐγγιγνομένων καὶ μεταβαλλόντων ἕτερον πάντων εἶναι δοκεῖ· ἐν ᾧ γὰρ ἀὴρ ἔστι νῦν, ὕδωρ ἐν τούτῳ πρότερον ἦν, ὥστε δῆλον ὡς ἦν ὁ τόπος τι καὶ ἡ χώρα ἕτερον ἀμφοῖν, εἰς ἣν καὶ ἐξ ἧς μετέβαλον.
这显然与所有在其中产生并变化着的事物不同;因为在现在有空气的那个地方,先前有水,因此显而易见,地方和空间是与这两者不同的某种东西,是它们变入其中和从中变出的地方。
ἔτι δὲ αἱ φοραὶ τῶν φυσικῶν σωμάταων καὶ ἁπλῶν, οἷον πυρὸς καὶ γῆς καὶ τῶν τοιούτων, οὐ μόνον δηλοῦσιν ὅτι ἐστί τι ὁ τόπος, ἀλλʼ ὅτι καὶ ἔχει τινὰ δύναμιν.
此外,自然且简单的物体(如火、土及类似物)的位移,不仅表明地方是某种东西,而且表明它还具有某种力量。
φέρεται γὰρ ἕκαστον εἰς τὸν αὑτοῦ τόπον μὴ κωλυόμενον, τὸ μὲν ἄνω τὸ δὲ κάτω·
因为若不受阻碍,每一个都会被运送到它自己的地方,一者向上,另一者向下。
ταῦτα δʼ ἐστὶ τόπου μέρη καὶ εἴδη, τό τε ἄνω καὶ τὸ κάτω καὶ αἱ λοιπαὶ τῶν ἓξ διαστάσεων.
而这些——向上和向下以及其余的六个方向——是地方的部分和形式。
ἔστι δὲ τὰ τοιαῦτα οὐ μόνον πρὸς ἡμᾶς, τὸ ἄνω καὶ κάτω καὶ δεξιὸν καὶ ἀριστερόν·
而且,向上和向下、右和左这些事物,并不只是相对于我们的。
ἡμῖν μὲν γὰρ οὐκ ἀεὶ τὸ αὐτό, ἀλλὰ κατὰ τὴν θέσιν, ὅπως ἂν στραφῶμεν, γίγνεται (διὸ καὶ ταὐτὸ πολλάκις δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω καὶ πρόσθεν καὶ ὄπισθεν), ἐν δὲ τῇ φύσει διώρισται χωρὶς ἕκαστον. ·
因为对我们来说,它们并不总是相同的,而是取决于我们的位置,随着我们的转动而改变(因此,同一个东西常常既是右又是左、既是上又是下、既是前又是后),但在自然中,每一个都是分别被规定好的。
οὐ γὰρ ὅ τι ἔτυχέν ἐστι τὸ ἄνω, ἀλλʼ ὅπου φέρεται τὸ πῦρ καὶ τὸ κοῦφον· ὁμοίως δὲ καὶ τὸ κάτω οὐχ ὅ τι ἔτυχεν, ἀλλʼ ὅπου τὰ ἔχοντα βάρος καὶ τὰ γεηρά, ὡς οὐ τῇ θέσει διαφέροντα μόνον ἀλλὰ καὶ τῇ δυνάμει.
因为向上并不是任意的地方,而是火和轻的东西被运送到的地方;同样地,向下也不是任意的地方,而是具有重量的东西和土性的东西被运送到的地方,这表明它们不仅在位置上不同,而且在力量上也不同。
δηλοῖ δὲ καὶ τὰ μαθηματ ικά· οὐκ ὄντα γὰρ ἐν τόπῳ ὅμως κατὰ τὴν θέσιν τὴν πρὸς ἡμᾶς ἔχει δεξιὰ καὶ ἀριστερὰ ὡς τὰ μόνον λεγόμενα διὰ θέσιν, οὐκ ἔχοντα φύσει τούτων ἕκαστον, ἔτι οἱ τὸ κενὸν φάσκοντες εἶναι τόπον λέγουσιν·
这也由数学对象所表明:因为它们虽然不在地方中,但相对于我们的位置,它们仍然有右和左,这只是由于位置而被如此称呼的,它们在自然上并不具有这其中的每一个。
τὸ γὰρ κενὸν τόπος ἂν εἴη ἐστερημένος σώματος.
此外,那些断言虚空存在的人,也是在谈论地方;因为虚空就是被剥夺了物体的地方。

词汇与语法注释

  1. §4.1#1τὸν φυσικὸν — 在由无人称名词 `ἀνάγκη`(必要)引导的带对格不定式结构中,`τὸν φυσικὸν`(自然哲学家)是不定式 `γνωρίζειν`(研究、认识)的逻辑主语(对格)。
  2. §4.1#1τὸ γὰρ μὴ ὄν οὐδαμοῦ εἶναι — 这是一个由 `γάρ` 引导的解释性从句,也可以被解释为承接前文动词 `ὑπολαμβάνουσιν`(假设)的宾语从句(带对格不定式结构),其中 `τὸ μὴ ὄν` 是其逻辑主语。
  3. §4.1#1οὔτε προηπορημένον οὔτε προηυπορημένον — 动词 `ἔχομεν`(我们拥有)的中性单数完成时被动分词宾语。它们字面意思分别是“既没有预先被提作疑难的事(aporia),也没有预先被提供解答便利的事(euporia)”,意指前人对该主题完全没有系统的探讨。
  4. 208bἐξελθόντος — 属格独立结构(genitive absolute)。分词的属格主语(`ὕδατος`)被省略了,可从前文的 `ὕδωρ`(水)中推意,意为“当[水]流出时”。
  5. 208bὡς οὐ τῇ θέσει διαφέροντα μόνον ἀλλὰ καὶ τῇ δυνάμει — 连词 `ὡς` 与中性复数对格分词 `διαφέροντα`(不同)连用,用以阐明自然方向(上与下)不仅在相对位置上不同,而且在内在力量(潜能)上也存在客观差异这一事实。

引用这一段

亚里士多德, 物理学 §4.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。