Humanitext Reader

亚里士多德 · 物理学 §3.6#2

无限与整体的对立及其作为质料的规定

第 36 段,共 113 段 · 希腊语

内容简介

无限在现实中并不存在,而仅存在于潜能中,且在相加的意义上仅作为分割的逆过程存在。无限与整体(完全者)的概念相反,无限属于部分(质料)而非整体的定义。

§3.6#2ὥστε δὲ παντὸς ὑπερβάλλειν κατὰ τὴν πρόσθεσιν, οὐδὲ δυνάμει οἶόν τε εἶναι, εἴπερ μὴ ἔστι κατὰ συμβεβηκὸς ἐντελεχείᾳ ἄπειρον, ὥσπερ φασὶν οἱ φυσιολογοι τὸ ἔξω σῶμα τοῦ κόσμου, οὗ ἡ οὐσία ἢ ἀὴρ ἢ ἄλλο τι τοιοῦτον, ἄπειρον εἶναι.
因此,通过相加而超出一切大小,这甚至在潜能上也是不可能的,除非无限者在现实中是偶性地存在的,正如自然学者们所说,宇宙之外的物体(其本质是空气或某种其他此类物质)是无限的。
ἀλλʼ εἰ μὴ οἶόν τε εἶναι ἄπειρον ἐντελεχείᾳ σῶμα αἰσθητὸν οὕτω, φανερὸν ὅτι οὐδὲ δυνάμει ἂν εἴη κατὰ πρόσθεσιν, ἀλλʼ ἢ ὥσπερ εἴρηται ἀντεστραμμένως τῇ διαιρέσει, ἐπεὶ καὶ λάτων διά τοῦτο δύο τὰ ἄπειρα ἐποίησεν, ὅτι καὶ ἐπὶ τὴν αὔξην δοκεῖ ὑπερβάλλειν καὶ εἰς ἄπειρον ἰέναι καὶ ἐπὶ τὴν καθαίρεσιν.
但是,如果一个感觉通道可感知的物体在现实中以这种方式成为无限是不可能的,那么显然,在相加的维度上它在潜能上也不存在,而只能像已经说过的那样,是以与分割相反的方式存在。 这也是为什么柏拉图设定了两个无限的原因,因为无论是在增加的方向上它似乎都会超出并走向无限,还是在递减的方向上也是如此。
ποιήσας μέντοι δύο οὐ χρῆται· οὔτε γὰρ ἐν τοῖς ἀριθμοῖς τὸ ἐπὶ τὴν καθαίρεσιν ἄπειρον ὑπάρχει (ἡ γὰρ μονὰς ἐλάχι· στον, οὔτε τὸ ἐπὶ τὴν αὔξην (μέχρι γὰρ δεκάδος ποιεῖ τὸν ἀριθμόν).
然而,他虽然设定了两个,却并未使用它们;因为在数之中,向着递减方向的无限并不存在(因为单子是最小的),而向着增加方向的无限也不存在(因为他只把数设定到十)。
συμβαίνει δὲ τοὐναντίον εἶναι ἄπειρον ἢ ὡς λέγουσιν.
然而,事情的结果是,无限者与他们所说的正好相反。
οὐ γὰρ οὗ μηδὲν ἔξω, ἀλλʼ οὗ ἀεί τι ἔξω ἐστί, τοῦτο ἄπειρόν ἐστιν.
因为无限者不是其外部什么都没有的东西,而是其外部总有某些部分存在的东西。
σημεῖον δέ· καὶ γὰρ τοὺς δακτυλίους ἀπείρους λέγουσι τοὺς μὴ ἔχοντας σφενδόνην, ὅτι αἰεί τι ἔξω ἔστι λαμβάνειν, καθʼ ὁμοιότητα μέν τινα λέγοντες, οὐ μέντοι κυρίως· δεῖ γὰρ τοῦτό τε ὑπάρχειν καὶ μηδέ ποτε τὸ αὐτὸ λαμβάνεσθαι· ἐν δὲ τῷ κύκλῳ οὐ γίγνεται οὕτως, ἀλλʼ αἰεὶ τὸ ἐφεξῆς μόνον ἕτερον.
一个证据是:人们甚至把没有印章台的指环称为“无尽的(无限的)”,因为人们总能在其外部取出某个部分,这当然是根据某种相似性说的,而不是在严格意义上说的;因为必须既满足这一条件,又绝不重复取出相同的部分;但在圆环的情况下,这种情况并不会发生,而只是相继而来的部分总是不同的。
ἄπειρον μὲν οὖν ἐστιν οὗ κατὰ τὸ ποσὸν λαμβάνουσιν αἰεί τι λαμβάνειν ἔστιν ἔξω.
因此,无限者就是对那些按数量来取的人而言,总能在其外部取出某些东西的对象。
οὗ δὲ μηδὲν ἔξω, τοῦτʼ ἔστι τέλειον καὶ ὅλον· οὕτω γὰρ ὁριζόμεθα τὸ ὅλον, οὗ μηδὲν ἄπεστιν, οἱον ἄνθρωπον ὅλον ἢ κιβώτιον.
而其外部什么都没有的东西,则是完全的、整体的;因为我们就是这样定义整体的,即没有任何东西缺席的对象,例如一个完整的人或一个箱子。
ὥσπερ δὲ τὸ καθʼ ἕκαστον, οὕτω καὶ τὸ κυρίως, οἷον τὸ ὅλον οὗ μηδέν ἐστιν ἔξω· οὗ δʼ ἔστιν ἀπουσία ἔξω, οὐ πᾶν, ὅ τι ἂν ἀπῇ.
正如在个别情况下一样,在严格意义上也是如此,例如整体就是其外部没有任何东西的对象;而外部有缺席之物的对象,无论缺席的是什么,都不是“全部”。
ὅλον δὲ καὶ τέλειον ἢ τὸ αὐτὸ πάμπαν ἢ σύνεγγυς τὴν φύσιν.
而“整体”和“完全的”要么完全相同,要么在本质上极其接近。
τέλειον δʼ οὐδὲν μὴ ἔχον τέλος· τὸ δὲ τέλος πέρας.
没有一个没有终点(目的)的东西是完全的;而终点(目的)就是极限。
διὸ βέλτιον οἰητέον Παρμενίδην Μελίσσου εἰρηκέναι· ὁ μὲν γὰρ τὸ ἄπειρον ὅλον φησίν, ὁ δὲ τὸ ὅλον πεπεράν· θαι, “μεσσόθεν ἰσοπαλές”.
因此,我们应当认为巴门尼德比梅里索斯说得更好;因为后者说无限者是整体,而前者则说整体是受限的,“从中心起均等平衡”。
οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἐστὶν τῷ ἅπαντι καὶ ὅλῳ τὸ ἄπειρον, ἐπεὶ ἐντεῦθέν γε λαμβάνουσι τὴν σεμνότητα κατὰ τοῦ ἀπείρου, τὸ πάντα περιέχειν καὶ τὸ πᾶν ἐν ἑαυτῷ ἔχειν, διὰ τὸ ἔχειν τινὰ ὁμοιότητα τῷ ὅλῳ.
因为将无限者与“全部”和“整体”结合起来,并不是“将线与线相接”,因为正是由于它与整体具有某种相似性,人们才将这种崇高性赋予无限者,即认为它包容一切,且其自身中拥有全部。
ἔστι γὰρ τὸ ἄπειρον τῆς τοῦ μεγέθους τελειότητος ὕλη καὶ τὸ δυνάμει ὅλον, ἔντελεχείᾳ δʼ οὔ, διαιρετὸν δʼ ἐπί τε τὴν καθαίρεσιν καὶ τὴν ἀντεστραμμένην πρόσθεσιν, ὅλον δὲ καὶ πεπερασμένον οὐ καθʼ αὐτὸ ἀλλὰ κατʼ ἄλλο· καὶ οὐ περιέχει ἀλλὰ περιέχεται, ᾗ ἄπειρον.
因为无限者是大小之完全性的质料,是潜能上的整体,而非现实上的整体,它无论向着递减还是向着相反的相加都是可分的,并且它作为整体和受限者不是由于其自身,而是由于他者;在它是无限的意义上,它不包容,而是被包容。
διὸ καὶ ἄγνωστον ᾗ ἄπειρον· εἶδος γὰρ οὐκ ἔχει ἡ ὕλη.
因此,在它是无限的意义上,它也是不可知的;因为质料没有形相。
ὥστε φανερὸν ὅτι μᾶλλον ἐν μορίου λόγῳ τὸ ἄπειρον ἢ ἐν ὅλου μόριον γὰρ ἡ ὕλη τοῦ ὅλου ὥσπερ ὁ χαλκὸς τοῦ χαλκοῦ ἀνδριάντος, ἐπεὶ εἴ γε περιέχει ἐν τοῖς αἰσθητοῖς, καὶ ἐν τοῖς νοητοῖς τὸ μέγα καὶ τὸ μικρὸν ἔδει περιέχειν τὰ νοητά.
所以显而易见,无限者更多地是在部分的定义中,而不是在整体的定义中;因为质料是整体的“部分”,正如青铜是青铜雕像的部分一样。 因为如果它在可感事物中起包容作用,那么在理知事物中,“大与小”也应当包容理知事物。
ἄτοπον δὲ καὶ ἀδύνατον τὸ ἄγνωστον καὶ ἀόριστον περιέχειν καὶ ὁρίζειν.
然而,让不可知和无定限者去包容和限定,这是荒谬且不可能的。

词汇与语法注释

  1. 20ὥστε δὲ παντὸς ὑπερβάλλειν — 由表示结果或程度的连词 ὥστε 引导的不定式从句,接续前文,意为“以至于超出一切(省略了大小 μεγέθους)”。
  2. 25ἀλλʼ ἢ ὥσπερ εἴρηται ἀντεστραμμένως τῇ διαιρέσει — 短语 ἀλλʼ ἢ 是表示强烈限制的惯用表达,意为“除非”。与格 τῇ διαιρέσει 表示关系,与副词 ἀντεστραμμένως(相反地)结合,表示“仅以与分割相反的方式”。
  3. 30ποιήσας μέντοι δύο οὐ χρῆται — 与主句主语一致的助词分词 ποιήσας 具有让步意味(“虽然设定了两个”)。由于动词 χρῆται 支配与格,它不直接支配宾格的 δύο,其与格宾语(“它们” αὐτοῖς)在句中被省略。
  4. 15οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἐστὶν — 这是一个由 impersonal 的 ἐστίν 引导不定式短语的结构。“将线与线相接”(λίνον λίνῳ συνάπτειν)是一个古典谚语/惯用语,指企图强行将两个本质上互不相容的概念(此处指“无限”与“整体”)结合在一起的荒谬尝试。

引用这一段

亚里士多德, 物理学 §3.6#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:3.6%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。